11. Διττῶν δ’ οὐσῶν τῶν ἀλλοιώσεων κατὰ
12. γένος, τῶν μὲν εἰδοποιῶν, αἳ δὴ καὶ κυρίως καὶ πρώτως
13. ἀλλοιώσεις ὀνομάζονται, τῶν δὲ καταθραυουσῶν τε καὶ
14. συναγουσῶν τὰ μόρια τοῦ σώματος ἡμῶν, ἃς καταχρώμενοι
15. μᾶλλον ἢ κυρίως ὀνομάζοντες ἀλλοιώσεις καλοῦσιν, τὰς τῶν
16. φαρμάκων δυνάμεις ἐν ταῖς πρώταις φαμὲν περιέχεσθαι.
17. μηδενὶ γὰρ δύνασθαι μεταβάλλειν ἐξ εἴδους εἰς εἶδος ἄνευ
18. τοῦ θερμανθῆναί τε καὶ ψυχρανθῆναι καὶ ξηρανθῆναι καὶ
ㅤ
1. ὑγρανθῆναι. λέγω δὲ ἐξ εἴδους εἰς εἶδος, ὅταν ἐξ ἄρτου καὶ
2. πτισάνης καὶ φακῆς αἷμα καὶ φλέγμα καὶ χολὴ γίγνηται
3. ξανθή τε καὶ μέλαινα, κᾀκ τούτων πάλιν ὀστοῦν καὶ πιμελὴ
4. καὶ νεῦρον καὶ σὰρξ, ἀρτηρία τε καὶ φλὲψ, ἕκαστόν τε τῶν
5. ἄλλων τοῦ ζώου μορίων. εἰ δέ τι τέμνον ἡμᾶς, ὥσπερ ὕαλος
6. ἢ ξίφος, ἢ θλῶν, ὡς λίθος καὶ μόλυβδος, ἢ συνάγων τὰ
7. κεχρισμένα, καθάπερ ἐπίδεσις ἀλλοιοῖ πως τὰ μόρια ταῦτα,
8. οὐκ εἶναι φάρμακα· μηδὲ γὰρ τὴν τοιαύτην ἀλλοίωσιν ἐξιστάναι
9. τῆς οἰκείας φύσεως ἕκαστον τῶν ὄντων. ἄν τε γὰρ
10. θραύσῃς εἰς πολλὰ καὶ κατατέμῃς ἄρτον, ἄν τε ἐκ πολλῶν
11. καὶ σμικρῶν ἀθροίσῃς εἰς ἓν, οὐκ ἐξίσταται τῆς οἰκείας ἰδέας,
12. οὐδὲ σάρξ μὲν ἄν τ’ ἄρτου γίγνεται καταθραυόμενος, ὀστοῦν
13. οὐδ’ εἰ οὕτως ἔτυχε συναγόμενος, ἀλλ’ ἐν τῷ πέττεσθαι κατά
14. τε τὴν γαστέρα καὶ τὰς φλέβας εἰς αἷμα καὶ φλέγμα μεταβάλλων,
15. εἶτ’ ἐκ τούτων εἰς ὀστοῦν καὶ σάρκα καὶ τἄλλα τοῦ
16. σώματος μόρια, κατὰ τὴν οὐσίαν ὅλην ἀλλοιοῦται καὶ τῆς
17. ἀρχαίας ἐξίσταται φύσεως, εἰς ἕτερον εἶδος μεθιστάμενος. οὐ
18. μὴν ἐξ ἄλλου τινὸς ἢ ἐκ τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ
ㅤ
1. καὶ ὑγροῦ τὰς εἰς ἕτερον εἶδος οὐσίας ἀλλοιώσεις τε καὶ
2. μεταβολὰς ἐδείχθη δεχόμενα τὰ πάθη τοῦ σώματος σύμπαντα.
3. καὶ κατὰ τοῦτο τὰς πρώτας τε καὶ στοιχειώδεις
4. εἰδοποιοὺς ποιότητας ἔφαμεν εἶναι τέτταρας, ὑγρότητα,
5. ξηρότητα, θερμότητα, ψυχρότητα, καὶ ζητοῦμεν ἕκαστον
6. τῶν φαρμάκων, ἥντινά ποτε καὶ τούτων ἐν τῇ κράσει
7. κέκτηται πλεονεκτοῦσαν. εὐθέως οὖν ἐν τούτῳ πρώτῳ οἱ
8. πλεῖστοι τῶν ζητησάντων αὐτὰς ἐσφάλθαι μοι δοκοῦσιν, ἐν
9. τῷ τὴν πλεονεκτοῦσαν ἁπλῶς ἐπισκέπτεσθαι, καθάπερ τινες
10. φυσικοὶ φιλόσοφοι. καὶ δὴ καὶ παραλογίζεσθαί τε πολλοὺς
11. αὐτῶν ἀμεθόδως ἀναγινώσκοντας τὰ Θεοφράστου καὶ
12. Ἀριστοτέλους συγγράμματα.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 3.4, ed. Kühn, 1826, vol. 11, p. 545-547. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:3.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩