7. Οὐ μόνον γὰρ, ὡς ἀρτίως εἴρηται, τὸ μὲν
8. ἁπλῶς, τὸ δ’ ἐπικρατείᾳ λέγεται πρὸς αὐτῶν. ἁπλῶς μὲν
9. γὰρ τὸ πῦρ θερμὸν, ἐπικρατείᾳ δ’ ἄνθρωπος, ἀλλὰ καὶ
10. τὸ κατ’ ἐπικράτειαν αὐτὸ διχῶς λέγεσθαι νομίζουσιν, τὸ
11. μὲν κατὰ τοὺς ὄγκους τῆς οὐσίας, ὡς κᾀν τοῖς περὶ κράσεων
12. ὑπομνήμασιν ἡμεῖς διῃροῦμεν, οἷον εἰ δύο χοὰς ὕδατος
13. ἄκρως ζέοντος ἀναμίξαις ἑνὶ χοῒ ψυχροῦ παντάπασιν
14. ὕδατος, ἕτερον δὲ τὸ κατὰ τὴν τῶν ποιοτήτων ἐνέργειαν.
15. τοῦτο δ’ ἤδη δόγματος ἐχόμενον λέγουσιν, οὐκ ἔτ’ ἐκ τῶν
16. ἐναργῶς φαινομένων λαμβάνοντες. ὑποθέμενοι γὰρ τὸ μὲν
17. ψυχρὸν συνάγειν καὶ πιλεῖν καὶ ἀκίνητον ἐργάζεσθαι τὴν
18. οὐσίαν, τὸ δὲ θερμὸν ἀραιοῦν καὶ διαχεῖν καὶ πέττειν καὶ
ㅤ
1. κινεῖν εὐλόγως ἐν ἅπασι τοῖς φυτοῖς κρατεῖν ἀποφαίνονται
2. τὸ θερμόν. μηδὲ γὰρ ἂν μήτε τὴν ἐκ τῆς γῆς ἀνάδοσιν τῆς
3. τροφῆς ἐπὶ μήκιστον ἄλλως γενέσθαι, μήτ’ ἀλλοίωσιν αὐτοῦ
4. μήτε πέψιν, ἀλλὰ μηδὲ τὴν αὔξησιν ὅλως τῶν φυτῶν ἢ τὴν
5. βλάστησιν, ἢ τῶν καρπῶν τὴν γένεσιν, εἰ μὴ τὸ θερμὸν
6. ἐκράτει· ㅤκαὶ οὕτως ἤδη πάλιν ἐν αὐτοῖς τοῖς φυτοῖς τὸ
7. μὲν θερμότερον ἀποφαίνουσιν, τὸ δὲ ψυχρότερον. ἐκ ταύτης
8. οὖν τῆς ὑποθέσεως ἤρτηται καὶ ὁ περὶ τῶν ῥόδων αὐτῶν
9. λόγος ὅτι θερμά. κρατεῖ γὰρ ἐπὶ πλέον ἐν αὐτοῖς τὸ θερμὸν
10. ἢ ἐν ἄλλοις τισὶ φυτοῖς. ἐξ ἑτέρας δ’ αὖ πάλιν ὑποθέσεως
11. ὁ περὶ ἐλαίου τε καὶ πιμελῆς. ὅτι γὰρ ἂν ἐκφλογοῦται τάχιστα,
12. διὰ τοῦτο θερμὰ τὴν δύναμιν εἶναί φασιν αὐτά. καὶ
13. καθ’ ἕτερον δ’ αὖ τρόπον ὅσα γλυκέα, διότι γὰρ οἰκειότατα
14. καὶ ὁμοιότατα ταῖς κράσεσιν ἡμῶν φύσει θερμῶν ὑπαρχόντων,
15. διὰ τοῦτο καὶ ταῦτα θερμὰ εἶναί φασι. τοῖς μὲν οὖν φιλοσόφοις,
16. ὡς ἂν περὶ τῆς ὅλης φύσεως ἀποφαινομένοις, ὀρθῶς
17. τὰ τοιαῦτα ζητεῖται καὶ λέγεται· τοῖς δ’ ἰατροῖς, ἕτερον ἔχουσι
ㅤ
1. σκοπὸν, οὐκ ὀρθῶς· οὔτε γὰρ ὅτι ἐν ταῖς ἐνεργείαις ἐπικρατεῖ
2. τὸ θερμὸν ἐν τοῖς ῥόδοις οὔθ’ ὅλως ὅτι τῷ γένει φυτὸν
3. ὑπάρχει, θερμὸν ἤδη διά τι τούτων ἐστίν. οὐ γὰρ οὕτως
4. ἐζητοῦμεν ἡμεῖς τὸ θερμὸν, ἀλλ’ ὡς πρὸς ἄνθρωπον, ἐπεὶ
5. κατά τε τὸ κρατεῖν ἐν ταῖς ἐνεργείαις τὸ θερμὸν ἅπαν φυτὸν
6. ἔσται θερμὸν, ἔτι δὲ μᾶλλον τὰ ζῶα πάντα. καὶ μήκωνα
7. τοίνυν καὶ μανδραγόραν καὶ κώνειον καὶ σαλαμάνδραν θερμὰ
8. λεγόντων ὑπάρχειν, ἀλλ’ οὐ λέγουσιν, ἀλλ’ ὥσπερ ἐξ ἑνὸς
9. στόματος ἅπαντες ἀποφαίνονται ψυχρὰ ταῦτ’ εἶναι πάντα.
10. καίτοι ζῶόν τ’ ἐστὶν ἡ σαλαμάνδρα, τρεφόμενον δήπου καὶ
11. αὐξόμενον καὶ κινούμενον, ἅπερ δὴ τοῦ θερμοῦ κρατοῦντος
12. ἐν τῇ κράσει γίνεσθαί φασι. πῶς οὖν ἐν τούτοις μὲν ὡς
13. πρὸς ἄνθρωπον ἀποβλέπουσιν, ἐν ἄλλοις δὲ ὡς πρὸς τὴν
14. ὅλην φύσιν, ἢ τὰς τῶν πρώτων ποιοτήτων ἐνεργείας; ἐγὼ
15. μὲν οὖν φημι μὴ σαλαμάνδραν μόνην, ἢ κώνειον ἀποφαίνεσθαι
16. χρῆναι ψυχρὰ ταῖς δυνάμεσιν ὑπάρχειν, ὡς πρὸς ἄνθρωπον,
17. ἀλλὰ καὶ τἄλλα πάντα κρίνειν ὡσαύτως. ἐπεὶ τό
18. γε κώνειον οὐ μόνον οὐ καταψύξει τοὺς ψάρας οὐδ’ ἀναιρεῖ
ㅤ
1. καθάπερ ἡμᾶς, ἀλλὰ καὶ τρέφει καὶ θερμαίνει δηλονότι
2. πᾶν γὰρ τὸ τρέφον οὐσίαν θερμὴν ἐπαύξει δήπου τὸ θερμὸν
3. αὐτῆς καὶ φυλάττει. θερμὴ δέ ἐστιν ἡ τοῦ σώματος
4. οὐσία τῶν ψάρων οὐχ ὡς ζώων μόνον, ἀλλὰ καὶ ὡς ἐναίμων.
5. ἐμοὶ μὲν οὖν ἐπιδέδεικται πολλάκις ἐν πολλαῖς ἤδη
6. πραγματείαις ὡς οἰκειότητές τινές εἰσι καὶ μάχαι ποιοτήτων
7. ἐν ἅπασι τοῖς οὖσι, καὶ τὸ μὲν οἰκεῖον ἑτοίμως ἐξομοιοῦται,
8. τὸ δ’ ἐναντίον εἰς φθορὰν ἐνίοτε μεταβάλλει τά
9. τε φυτὰ καὶ τὰ ζῶα. καὶ μὲν δὴ καὶ ὡς αἱ οἰκειότητες
10. αὐτῶν κατὰ τὴν ἰδιότητα τῆς ὅλης οὐσίας γίνονται, καὶ
11. τοῦτο εἴρηταί μοι καὶ δέδεικται πολλάκις. οἱ δὲ οὐ δύνανται
12. κατιδεῖν αὐτὸ καὶ διὰ τοῦτο ῥᾳθύμως τε ἅμα καὶ
13. ψευδῶς περὶ τῶν πλείστων ἀποφαίνονται φαρμάκων. ἓν
14. γάρ ἐστι μόνον ἀσφαλὲς κριτήριον ἐν αὐτοῖς, ἡ πρὸς ἄνθρωπον
15. πεῖρα, διοριζομένων ἡμῶν ἐν αὐτῇ τὸ κατὰ συμβεβηκὸς
16. τοῦ καθ’ αὑτό. καὶ ταύτῃ προσέχων τὸν νοῦν
17. οὔτ’ ὄξος, οὔτε ῥόδινον ἐρεῖ τις θερμόν· ψύχει γὰρ ἡμᾶς
18. ἀμφότερα πρώτως καὶ καθ’ ἑαυτὰ, τὸ μὲν ὄξος ἰσχυρῶς,
ㅤ
1. ἐπ’ ὀλίγον δὲ τὸ ῥόδινον. οἷον δέ τι τοῦτ’ ἐστιν τὸ ἐπ’ ὀλίγον,
2. ἐγὼ διηγήσομαι. συγκατοφθήσεται γὰρ αὐτῷ καὶ ὁ
3. περὶ τῆς μέσης κράσεως ἁπάντων τῶν φαρμάκων λόγος, οὗ
4. κᾀν τῷ πρὸ τούτου βιβλίῳ μνήμην ἐποιησάμην ὑπὲρ ἐλαίου
5. διαλεγόμενος.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 3.6, ed. Kühn, 1826, vol. 11, p. 549-553. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:3.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩