4. Μὴ τοίνυν θαυμάζειν, εἴ τι τῶν ἰδίᾳ τε
5. καὶ καθ’ αὑτὰ θερμῶν ἑτέρῳ θερμοτέρῳ προσαγόμενον ἐμψύχειν
6. αὐτὸ δύναται. φύσις γὰρ αὕτη κοινὴ πάντων ἐστὶν τῶν
7. ἀλλοιωτῶν σωμάτων, ὡς εἰς ἄδηλα δρᾷν καὶ πάσχειν πλησιάζοντα,
8. τὸ μὲν ἧττον θερμὸν ὑπὸ τοῦ μᾶλλον θερμοῦ
9. θερμότερον γιγνόμενον, τὸ δὲ μᾶλλον θερμὸν ὑπὸ τοῦ
10. ἧττον ἔμπαλιν διατιθέμενον. ἐναργῶς γὰρ αὐτὸ καὶ δι’ αὐτῆς
11. καταμάθοις τῆς ἁφῆς. φαίνεται γὰρ αὐτῇ πολλάκις τὰ αὐτὰ
12. ποτὲ μὲν θερμὰ, ποτὲ δὲ ψυχρά· θερμοτέρᾳ μὲν γιγνομένῃ
13. ψυχρὰ, ψυχροτέρᾳ δὲ θερμά. καί τις ἔναγχος ἡμῖν προὔβαλε
14. διὰ τί ψυχρὸν μὲν ἐν τοῖς βαλανείοις οὐροῦμεν, ἔξω δὲ θερμὸν,
15. οὐ παρακολουθῶν ὅτι τὸ μὲν ㅤοὖρον αὐτὸ χλιαρὸν
16. ὁμοίως ἐστὶν ἔν τε τοῖς βαλανείοις κᾀκτὸς, ἡμεῖς δὲ οὐχ
17. ὡσαύτως διακείμεθα τὴν ἐπιφάνειαν τοῦ σώματος ἔν τε τῷ
18. λούεσθαι καὶ πρὸ τούτου. λουόμενοι μὲν γὰρ θερμοτέραν
ㅤ
1. ἔχομεν αὐτὴν ἢ κατὰ τὸ οὖρον, ἔξω δὲ ψυχροτέραν· ὥστε
2. εὐλόγως αὐτῇ καὶ τὸ οὖρον ἔξω μὲν τοῦ βαλανείου θερμὸν,
3. ἔνδον δὲ ψυχρὸν φαίνεται. τοῦ μὲν γὰρ ἧττον ἑαυτῆς θερμοῦ
4. τὴν αἴσθησιν ὡς ἀποκαταψύχοντος ἴσχει, τοῦ δὲ μᾶλλον ἢ
5. καθ’ ἑαυτὴν ὡς ἐκθερμαίνοντος. ἔξεστι δέ σοι πείρας ἕνεκα
6. τοῦ λελεγμένου καδίσκον τινὰ χλιαροῦ μετρίως ὕδατος,
7. ἐπειδὴ ἱκανῶς ἤδη τεθερμασμένος ᾖς, λουόμενος εἰσενεχθῆναι
8. κελεύσαντι καὶ θεῖναι τὰς χεῖρας ἢ τοὺς πόδας εἰς αὐτό.
9. φανεῖται γάρ σοι τὸ ὕδωρ οὐ χλιαρὸν, ἀλλ’ ἱκανῶς ψυχρόν.
10. εἰ δὲ εὐθὺς εἰσελθὼν εἰς τὸ βαλανεῖον ἅπτοιο τοῦ κατὰ τὸν
11. καδίσκον ὕδατος, ἧττόν σοι φανεῖται ψυχρόν. ἀεὶ γὰρ εἰς
12. ὅσον ἂν ᾖς προτεθερμασμένος, εἰς τοσοῦτον ψυχρὸν φανεῖται.
13. καὶ οὐδὲν θαυμαστὸν, εἴ γε καὶ τὰ πολλὰ τῶν φρεατιαίων
14. ὑδάτων, ὅσα βαθείας ἔχει τὰς πηγὰς ἐν τῷ χειμῶνι
15. ψαυόμενα, χλιαρὰ φαίνεται. ἀλλ’ εἰ λελουμένος ἅψαιο θερμαῖς
16. ταῖς χερσὶν, οὐκ ἄν σοι φανείη χλιαρὰ, καὶ πολὺ μᾶλλον
17. εἰ λουόμενος ἔτι. γνώμονα τοίνυν ἔχοντες τὴν ἁφὴν ἐν ταῖς
18. τῶν θερμῶν καὶ ψυχρῶν διαγνώσεσι καὶ πρὸς τὴν ἐκείνης διάθεσιν
ㅤ
1. ἀναφέροντες αὐτῶν τὰς κρίσεις ㅤεὐλόγως παραλογιζόμεθα
2. πολλάκις, ὡς καὶ τὸ μὴ ψυχρὸν ὅσον ἐφ’ ἑαυτὸ
3. ψυχρὸν εἰπεῖν καὶ τὸ μὴ θερμὸν ὅσον ἐφ’ ἑαυτὸ θερμόν.
4. καὶ διὰ τοῦτο λουόμενοι μὲν ψυχρὸν τὸ οὖρον, ἐῤῥιγωκότες
5. δ’ ἐν κρύει, τὸ φρεατιαῖον ὕδωρ θερμὸν εἶναι νομίζομεν.
6. καὶ εἴπερ τῶν διαθέσεων ἐν αἷς ὄντες ἀμφοτέρων
7. ἐψαύσαμεν ἐπιλαθοίμεθα, μόνης τῆς γεγενημένης ἡμῖν
8. αἰσθήσεως μεμνημένοι, τάχ’ ἀποφηναίμεθα ἄν ποτε τὸ μὲν
9. ὕδωρ ἁπλῶς θερμὸν εἶναι, τὸ δ’ οὖρον ψυχρόν. ἔστι δ’
10. οὐδέτερον ἁπλῶς οὔτε θερμὸν οὔτε ψυχρὸν, ἀλλ’ ὡς πρὸς
11. ἡμᾶς· καὶ οὐδὲ πρὸς ἡμᾶς αὖ πάλιν ἁπλῶς, ἀλλ’ ὡδί πως
12. ἔχοντας. ἁπλῶς δ’ ἂν πρὸς ἡμᾶς ὁποῖόν ἐστιν ἑκάτερον
13. λέγοιτο πρὸς τὴν μέσην καὶ ἁρίστην ἡμῶν κρᾶσιν ἐξεταζόμενον,
14. ὥσπερ εἰ καὶ πρὸς ἄνθρωπον ἁπλῶς ἐδοκιμάζετο,
15. πάντως ἄν που πρός τε τὸν εὔκρατον ἡ ἐξέτασις ἐγίγνετο.
16. ἤρτηται τοίνυν καὶ ταῦτα πάντα τὰ σφάλματα τῆς τῶν
17. ὀνομάτων διαιρέσεως, ἧς ὀλίγου δεῖν ἅπαντες καταφρονοῦσιν.
ㅤ
1. ἐπεὶ γὰρ ψυχρὸν καὶ θερμὸν τὸ μὲν ἁπλῶς λέγεται,
2. τὸ δ’ ἐπικρατείᾳ, τὸ δὲ τῇ πρὸς τὸ σύμμετρον ὁμογενὲς
3. παραβολῇ, τὸ δὲ πρὸς ὁτιοῦν τὸ ἐπιτυχὸν εὐλόγως ἐν
4. ταῖς ὁμωνυμίαις σφαλλόμεθα πολλάκις, ἐπιλανθανόμενοι
5. μὲν ὁποῖόν τι θερμὸν κρίνομεν, ἐφ’ ἕτερον δὲ μεταβαίνοντες.
6. ἀλλὰ μυριάκις ἤδη λέλεκταί τε καὶ λεχθήσεται
7. κατὰ τὸ τέταρτόν τε καὶ ὕστατον τῶν εἰρημένων ἄρτι σημαινομένων
8. ἐπισκέπτεσθαι χρῆναι περὶ τῆς τῶν φαρμάκων
9. δυνάμεως.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 3.8, ed. Kühn, 1826, vol. 11, p. 554-557. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:3.8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩