Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 3.9, ed. Kühn, 1826, vol. 11, p. 557-560. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:3.9

10. Οὔτε γὰρ ἁπλῶς θερμὸν ἕκαστον αὐτῶν
11. ἐστιν, ὥσπερ τὸ πῦρ· τοῦτο μὲν γὰρ ἂν καὶ ἀδύνατον·
12. οὔτ’ εἰ κατ’ ἐπικράτησιν, ὥσπερ τὸ αἷμα, πρόκειται σκοπεῖν·
13. ἀλλ’ οὐδ’ εἰ πρὸς τὸ σύμμετρον ὁμογενὲς ἢ ὁμοειδὲς λέγεται
14. θερμὸν, ὥσπερ λέων μὲν ἐν ζώοις, τὸ δ’ ἀκμάζον ἐν
15. ἑκάστῳ τῶν εἰδῶν πρὸς τὸ γεγηρακός. ἀλλ’ εἰ πρὸς ἄνθρωπόν
16. ἐστι θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρὸν ἕκαστον
17. τῶν φαρμάκων, ἡ ζήτησίς ἐστιν. καὶ οὐδὲ πρὸς τοῦτον
18. ὡς τὸ πρός τι παραβαλλόμενον, ἀλλ’ εἰ τῇ δυνάμει, τοῦτο
1. δ’ ἐστὶν εἰ πλησιάζον αὐτῷ θερμότερον ἀπεργάζεται τὸ
2. μόριον, ἢ ψυχρότερον, ἢ ὑγρότερον, ἢ ξηρότερον οὗπερ
3. καὶ ψαύει. ὥστε ἐν τῇ πείρᾳ καὶ τὰ τῆς κρίσεως ἔσται
4. καὶ τὰ τῆς διαγνώσεως, ἣν ἀφέντες οἱ πολλοὶ τῶν ἰατρῶν
5. εἰ ἐρυθρόν ἐστιν τὸ ῥόδον ἢ εὐῶδες ἐπισκοποῦνται, παρέντες
6. ὅταν ἐγκαυθῶσι τὴν κεφαλὴν, ἐπιτιθέντες αὐτῇ ῥόδων
7. στεφάνους, ἢ τὸν χυλὸν αὐτῶν, ἢ ῥόδινον ἔλαιον, οὕτω
8. τῇ πείρᾳ μαθεῖν τὸ γιγνόμενον. εἰ μὲν γὰρ ἐκθερμαίνονται,
9. μᾶλλον ἂν εἴη θερμὸν, εἰ δὲ ψύχονται; ψυχρόν. ἐν ἴσῳ τὸ
10. ψυκτικὸν εἶναι ἀνθρώπου φύσεως, ἀεὶ γὰρ τούτου χρὴ
11. μεμνῆσθαι, καίτοι μυριάκις μὲν ἐγὼ διατελῶ λέγων αὐτὸ,
12. παρακούουσι δ’ οἱ πολλοὶ καὶ συγγινώσκειν αὐτοῖς χρὴ
13. διεστραμμένοις ὑπὸ τῶν σοφιστῶν ληρούντων μακρά. τὰ
14. μὲν δὴ τῆς πείρας οὕτω ῥᾴδια καὶ περὶ ῥόδων δυνάμεώς
15. ἐστι καὶ περὶ τῶν ἄλλων ἁπάντων φαρμάκων. ἔξεστι γὰρ
16. δήπου καὶ στεφανώσασθαι ῥόδοις καὶ τρίψαντί ποτε καταπλάσαι
17. τὸ στόμα τῆς κοιλίας ἀνθρώπου καυσουμένου καὶ
1. ἀποθλίψαντι τὸν χυλὸν αὐτῶν ἐκροφῆσαι καὶ μίξαντι μεθ’
2. ὕδατος, ἢ ἐλαίου, τῶν τοῦ σώματός τι μορίων ἀνατρῖψαι.
3. καίτοι τί λέγω τούτοις, ὅπου γε ὀποβαλσάμῳ μιγνύντες
4. ἔνιοι ῥόδων χυλὸν ἐν τοῖς ὑπὸ κύνα καύμασιν ἀνατρίβονται
5. τὰ σώματα χάριν ἐμψύξεως, αὐτῇ τῇ πείρᾳ μεμαθηκότες
6. ὡς ἱκανῶς ἀναψύχουσιν; ἀλλ’ ὑπὸ περιττῆς σοφίας
7. Ἡρόδοτος ὁ ἰατρὸς οὐδὲ τὸ ξὺν ὄξει ῥόδινον, ὃ δὴ καλοῦσιν
8. ἰδίως ὀξυρόδινον, ὁμολογεῖ ψύχειν ἡμᾶς· εἶτ’ ἀναμνησθεὶς
9. τό γε τοσοῦτον, ὡς ἐν ταῖς ἀρχαῖς τῶν φρενιτικῶν
10. νοσημάτων αὐτὸς αὐτῷ χρῆται καὶ συνεὶς τῆς ἐναντιολογίας,
11. ὡμολόγηται γὰρ ὑπὸ πάντων σχεδὸν τῶν ἰατρῶν ἄχρι
12. καὶ τῶν ἀμφὶ τὸν ἀναισθητότατον Θεσσαλὸν, ὡς ἀποκρούεσθαι
13. χρὴ καὶ ψύχειν ἐν ἀρχῇ μᾶλλον ἢ θερμαίνειν
14. καὶ χαλᾷν, οὐ ψύχειν φησὶν, ἀλλὰ στύφειν αὐτό. καίτοι
15. χαλεπὸν οὐδὲν ἦν ἐγκαυθέντα ποτὲ καὶ αὐτὸν, ἄνθρωπος
16. γὰρ ἦν ὁμοιοπαθὴς ἡμῖν, ὀξυροδίνῳ τὴν κεφαλὴν ἐπιβρέξασθαι
17. καὶ γνῶναι τῇ πείρᾳ τὴν ἐνέργειαν τοῦ φαρμάκου. 
1. ῥᾷστον δ’ ἦν, οἶμαι, καὶ ψυγέντα χρῆσθαί ποτ’ αὐτῷ
2. κατὰ τε τῆς κεφαλῆς ἐπιχέοντα καὶ τοῖς ὠσὶν ἐνστάξαντα
3. καὶ ταῖς ῥισὶν ἐγχέοντα καὶ τὸ μέτωπον ὅλον ἀνατρίψαντα,
4. καθάπερ ἀμαρακίνῳ καὶ ἰρίνῳ καὶ τοῖς ἄλλοις
5. ἀλείμμασιν τοῖς θερμαίνουσι χρώμεθα. καίτοι γὰρ οὐδὲ
6. μετρίως θερμαίνει κατ’ αὐτὸν ὀξυρόδινον, ἐκ δυοῖν θερμοτάτων
7. φαρμάκων συγκείμενον. ἀλλ’ εἴπερ Ἡρόδοτος οὐκ
8. ἐτόλμησε χρήσασθαι, δίκαιον, οἶμαι, τοὺς νῦν ἐστι πειραθῆναι
9. τῆς τοῦ φαρμάκου δυνάμεως ἐφ’ ἑαυτῶν, ὅταν ἤτοι
10. ψυγῶσιν ἢ ἐγκαυθῶσιν, ὥσπερ ἐγὼ πολλάκις ἐπειράθην
11. ἐπ’ ἐμαυτοῦ καὶ ἄλλων οὐκ ὀλίγων ἐγκεκαυμένων ἐπιβρέξας
12. τὴν κεφαλήν. ἄμεινον γάρ ἐστιν αὐτοὺς πρώτως ὧν λέγουσι
13. πειραθέντας οὕτως ἡμῖν τε συμβουλεύειν ἔν τε ταῖς
14. βίβλοις ἀναγράφειν.

Cliquer un n° de page pour en afficher l’image