[Capitulum 1] ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΣ ΚΑΙ ΔΥΝΑΜΕΩΣ
ΤΩΝ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ
ΒΙΒΛΙΟΝ Δ.
1. Ὅπως μὲν οὖν λέγεται ψυχρὸν, ἢ θερμὸν,
2. ἢ ξηρὸν, ἢ ὑγρὸν τῇ δυνάμει φάρμακον, ᾧτινί τε τρόπῳ δεῖ
3. δοκιμάζειν αὐτὸ, διῄρηται πρόσθεν. ἐπειδὴ δὲ καὶ μαλακτικόν
4. τι λέγεται καὶ χαλαστικὸν, ἀραιωτικόν τε καὶ πυκνωτικὸν,
5. ἐμπλαστικόν τε καὶ διαφορητικὸν, ἕτερά τε πάμπολλα
6. παραπλήσια τούτοις, κάλλιον ἂν εἴη καὶ περὶ τῶν τοιούτων
7. διελθεῖν· ἅμα δὲ αὐτοῖς, ἢ καὶ πρὸ αὐτῶν ἔτι, καὶ περὶ τῆς
ㅤ
1. τῶν χυμῶν ἁπάντων οὐσίας τε ἅμα καὶ δυνάμεως, ὑπὲρ ἧς
2. εἴρηται μὲν κᾀν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων ἐπὶ τῆς
3. τελευτῆς, ὁπότε καὶ τὴν τοῦ Πλάτωνος ἐκ Τιμαίου παρεθέμην
4. ῥῆσιν· ἀλλ’ ἐκεῖ μὲν, ἕνεκα τοῦ τῶν αἰσθητῶν ἀναμνῆσαι
5. παθῶν, ὧν ἡ γλῶττα πέφυκε καθ’ ἕκαστον αὐτῶν
6. πάσχειν, ἐνταυθοῖ δὲ περὶ τῆς οὐσίας τε καὶ δυνάμεως ὁ λόγος
7. ἔσται μοι. πάσχει μὲν γὰρ δήπου καὶ τἄλλα τοῦ ζώου μόρια
8. τῇ γλώττῃ παραπλησίως, οὐ μὴν ἀκριβῶς αἰσθάνεται τῶν
9. παθῶν, ἡ δέ γε πρὸς τῷ πάσχειν ἔτι καὶ τὸ τῆς αἰσθήσεως
10. ἀκριβὲς κεκτημένη διαγνωστικὴ τῆς φύσεως ἁπάντων τούτων
11. ἐστίν. ㅤοὐ καὶ δὴ τότε θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ
12. ὑγρὸν τὴν μὲν γλῶτταν ἤτοι ψύχειν, ἢ θερμαίνειν, ἢ ξηραίνειν,
13. ἢ ὑγραίνειν, οὐχὶ δέ γε καὶ τῶν ἄλλων ἕκαστον πέφυκεν,
14. ἀλλ’ ὥσπερ ταύτην, οὕτω καὶ τἄλλα διατίθησί τε καὶ ἀλλοιοῖ
15. κατὰ τὸ μᾶλλον καὶ ἧττον ἐν αὐτοῖς γιγνομένης τῆς διαφορᾶς,
16. οὐ κατὰ τὸ πάσχειν, ἢ μὴ πάσχειν. ὅτι μὲν γὰρ καὶ ξηροῦ
17. καὶ ὑγροῦ καὶ θερμοῦ καὶ ψυχροῦ σώματος οὐδὲν ἧττον
18. ἁπάντων τῶν ἄλλων τοῦ ζώου μορίων ἡ γλῶττα πέφυκεν
ㅤ
1. εἶναι διαγνωστικὴ πρόδηλον παντὶ, πικρότητας δὲ καὶ γλυκύτητας,
2. ἁλυκότητάς τε καὶ ὀξύτητας, αὐστηρότητάς τε καὶ
3. στρυφνότητας καὶ δριμύτητας, αὕτη μόνη διακρίνειν πεπίστευται,
4. καίτοι τήν γε ὁμοιότητα τῶν παθῶν ἐστιν εὑρεῖν
5. κᾀν τοῖς ἄλλοις ἅπασι μέρεσιν, καὶ μάλιστα ἐν τοῖς ἡλκωμένοις.
6. ἡ γάρ τοι τοῦ δέρματος σκληρότης καὶ πυκνότης ἀποστέγει
7. καὶ ἀπομάχεται καὶ κωλύει διέρχεσθαι πρὸς τὴν σάρκα
8. τὰς τῶν ἔξωθεν αὐτῇ προσπιπτόντων δυνάμεις.