Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 4.10, ed. Kühn, 1826, vol. 11, p. 651-653. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:4.10

7. Ἐστι δὲ δήπου καὶ τὸ λιπαρὸν αὐτὸ
8. γλυκὺ, καὶ τὸ τρέφον δὲ πᾶν ἐκ τοῦ γένους ἐστὶ τῶν γλυκέων.
9. καὶ τοῦτ’ εὐλόγως αὐτοῖς ὑπάρχει καὶ κατ’ αὐτὴν ὡς οἷόν τέ
10. ἐστι τὴν οὐσίαν τῆς τροφῆς. ἀναπλήρωσις γάρ ἐστι τοῦ
11. κενωθέντος ἡ θρέψις. οἰκεῖον δὲ ἦν τὸ κενωθὲν, ὥστε καὶ
12. τὸ τρέφον οἰκεῖον ὑπάρχειν ἀναγκαῖον. εἰ δ’ οἰκεῖον, εἶναι
13. ἀνάγκης ἡδὺ καὶ φίλιον, εὐθὺς δὲ καὶ συμμέτρως θερμὸν ὡς
14. πρὸς τὸ τρεφόμενον. ἀλλ’ ἐν τούτῳ τε τὸ μᾶλλόν τε καὶ
15. ἧττον οὐκ ὀλίγον, ὅτι μηδ’ ἀκριβῶς κατὰ φύσιν ἔχοντες ἐπὶ
16. τὰς τροφὰς ἀφικνούμεθα. μόνον μὲν γὰρ χρή κεκενῶσθαι τὸ
17. σῶμα τῶν τῆς τροφῆς δεομένων, εἰ μέλλοιεν εὐγνώμονες
1. ἀκριβεῖς ἔσεσθαι τῆς οἰκείας αὐτῶν ποιότητος. ἂν δὲ πρὸς
2. τούτῳ θερμότεροι τοῦ δέοντος, ἢ ψυχρότεροι γενηθῶσιν, ἢ
3. τὸ σύμπαν σῶμα, ἢ τοὺς περὶ τὴν γλῶτταν ἢ τὴν γαστέρα
4. τόπους, οὐ τῶν θρεψόντων μόνον, ἀλλὰ καὶ τῶν
5. ἤτοι ψυχόντων, ἢ θερμαινόντων δεήσονται. καὶ διὰ τοῦτο
6. καὶ τῶν σιτίων ἄλλοτε ἄλλο τοῖς τοιούτοις ἥδιον φαίνεται.
7. διττοῦ γὰρ ὄντος τῷ γένει τοῦ ἡδέος, ἑτέρου μὲν τοῦ τὸ
8. κεκενωμένον ἀναπληροῦντος, ὅπερ ἦν ἡ τροφὴ, ἑτέρου δὲ
9. τοῦ τὸ ἠλλοιωμένον ἐξιωμένου, φάρμακον δ’ ἤδη τοῦτο
10. συμβαίνει τοῖς ἐδέσμασιν, ὅταν μὴ μόνον τοῖς σώμασι κεκενωμένοις,
11. ἀλλὰ καὶ κατὰ ποιότητα μεταβεβλημένοις προσφέρηται,
12. κατὰ διττὸν ἡδύνεσθαι ἤδη τρόπον, ὡς τροφαῖς
13. τε ἅμα καὶ φαρμάκοις. ἀλλ’ ὡς μὲν φάρμακα ψύχοντά τινα
14. καὶ θερμαίνοντα καὶ ξηραίνοντα καὶ ὑγραίνοντα κατὰ λόγον
15. ὀνήσει τε ἅμα καὶ ὠφελήσει, ὡς τροφαὶ δὲ μόνα τὰ
16. σύμφυλα καὶ οἰκεῖα ταῖς ὅλαις τῶν τρεφομένων οὐσίαις.
17. εὐθὺς τούτοις ὑπάρχει δηλονότι συμμέτρως εἶναι θερμοῖς,
18. ὡς πρὸς τὰ τρεφόμενα. καὶ διὰ τοῦτο καὶ τῶν ἐδεσμάτων
1. καὶ τῶν φαρμάκων οὐχ ἓν εἶδος ἅπασι τοῖς ζώοις ἐστί.
2. κατὰ γὰρ τὴν οἰκείαν ἕκαστον αὐτῶν οὐσίαν τε ἅμα καὶ
3. διάθεσιν ἥδεταί τε καὶ ὠφελεῖται πρὸς ἀμφοῖν· ἀλλ’ εἴπερ
4. οὕτω ταῦτ’ ἔχει, τὸ μὲν ἧττον γλυκὺ τῶν ἐδεσμάτων ἧττον
5. ἔσται καὶ θερμὸν, τὸ δὲ μᾶλλον γλυκὺ τοσούτῳ θερμότερον,
6. ὅσῳπερ καὶ γλυκύτερον. εἰ δ’ εἰς ἀμετρίαν ἐμπέσοι
7. θερμότητος, οὐδὲ γλυκὺ τὸ τοιοῦτο, ἀλλ’ ἤδη φαίνεται
8. πικρὸν, ὥσπερ τό τε μέλι παλαιούμενον καὶ καθεψόμενον,
9. ἕκαστόν τε τῶν ἄλλων γλυκέων.

Cliquer un n° de page pour en afficher l’image