12. Ζητήσει γὰρ ὁ λόγος τὴν αἰτίαν, δι’ ἣν
13. ὑπὸ τῆς ἔξωθεν θερμότητος ὁ φύσει ψυχρὸς καὶ ἀσθενὴς οἶνος
14. ἐλέγχεται, καίτοι τοῦτό γε αὐτὸ τὸ ῥῆμα τὸ ἐξελέγχεται ῥηθὲν
15. ἁπάσας τὰς εἰρημένας ἀπορίας ἐπιλύεται. παραπλήσιον γάρ
16. τι συμβαίνει τοῖς οἴνοις, ὅσοι φύσει ψυχρότεροι καὶ ὑδατωδέστεροι
17. τυγχάνουσιν ὄντες, οἷόν τι καὶ ταῖς μικραῖς καὶ
18. ἀσθενέσι φλοξί. καὶ γὰρ καὶ ταύτας ἐν ἡλίω καταθεὶς ἰσχυρῷ
ㅤ
1. τελέως ἀμυδρὰς ὄψει γιγνομένας, ἢ καὶ παντάπασιν ἀποσβεννυμένας.
2. ㅤοὕτω δὲ καὶ λύχνον καιόμενον, εἴ που ἄλλῃ
3. φλογὶ σφοδρᾷ καὶ μεγάλῃ παραθείης, εἴτ’ ἐν ἡλίῳ καταθείης
4. ἰσχυρῷ, μαραινόμενόν τε καὶ διαφορούμενον αὐτίκα θεάσῃ.
5. καὶ μὲν δὴ κᾂν εἰ ῥιπίζοις ἰσχυρῶς ἀσθενῆ καὶ μικρὰν φλόγα,
6. θᾶττον ἀποσβέσεις αὐτὴν ἢ αὐξήσεις. οὔτε γὰρ κίνησιν οὔτε
7. θερμασίαν ἰσχυρὰν ἀσθενὴς ὑπομένει φύσις, ἀλλὰ διαφορεῖται
8. πρὸς αὐτῆς μᾶλλον ἢ αὐξάνεται, ἐπεί τοι κᾀξεπίτηδες ἐν πολλοῖς
9. χωρίοις κινοῦσί τε καὶ μεταφέρουσι τοὺς οἴνους, ὥσπερ
10. οὖν καὶ ἡλιοῦσί γε καὶ θερμαίνουσιν, ὡς ἐνίους αὐτῶν ἀηδεῖς
11. γίγνεσθαι τὴν ἀπὸ τοῦ καπνοῦ δεχομένους ποιότητα. καὶ
12. παρ’ ἡμῖν γε κατὰ τὴν Ἀσίαν, ἐπὶ τοὺς κεράμους τῶν οἰκιῶν
13. ὅταν ἥκῃ θέρους ὥρα, λαγήνοις ἐγχεόμενοι σχεδὸν ἅπαντες
14. ἐπιτίθενται, καὶ μετὰ ταῦτα καθαιροῦντες ἐν ὑπερώοις οἰκήμασιν,
15. ὧν ἐν τοῖς κατωγέοις μέλλει καυθήσεσθαι φλὸξ πολλὴ
16. κατατίθενται καὶ ὅλως πρὸς μεσημβρίαν τε καὶ πρὸς ἥλιον
17. ἀεὶ στρέφουσι τὰς ἀποθήκας, οἷς μέλλει θᾶττον αὐτοὺς ἐκπέψαι
18. τε καὶ ποτίμους ἐργάσασθαι. ὃ γὰρ ἐν χρόνῳ πολλῷ
ㅤ
1. τοῖς ἄλλοις, τοῦτο τοῖς οὕτω θερμανθεῖσιν ἐν ἐλαχίστῳ περιγίγνεται.
2. τῶν δὲ τὰ γεωργικὰ συγγραψάντων οὐδὲν θαυμαστὸν
3. ἐνίους ὑπὸ τῆς κατὰ τὰ σφέτερα χωρία πείρας ὑπὲρ
4. ἁπάντων οἴνων ἀποφήνασθαι προπετέστερον. ἀλλ’ οἵ γε περὶ
5. Θεόφραστον καὶ Ἀριστοτέλην τήν τ’ ἐμπειρίαν ἐπὶ πλέον
6. ἐκτείναντες καὶ διὰ τὴν ἐν φυσιολογίᾳ γυμνασίαν ἀκριβέστερον
7. ἅπαντα διαρθρώσαντες, ἄλλα τε τοιαῦτα πολλὰ καὶ περὶ τῶν
8. οἴνων ἡμᾶς ἐδίδαξαν, ὡς ὅμοιόν τι τοῖς ἡμῶν αὐτῶν πάσχειν
9. σώμασιν. ἢ γὰρ οὐχὶ καὶ ταῦτα θεώμεθα, παρὰ τό πως ἔχειν
10. ἀσθενείας ἢ ῥώμης. ὑπὸ τῶν αὐτῶν ὀνινάμενα καὶ βλαπτόμενα·
11. καὶ γὰρ καὶ γυμνάσια σφοδρὰ καὶ ἥλιος ἰσχυρότερα μὲν
12. ἐργάζεται τὰ θερμὰ καὶ ῥωμαλέα σώματα, καταβάλλει δὲ καὶ
13. διαφορεῖ καὶ καταψύχει τὰ μὴ τοιαῦτα, καὶ τῶν οἴνων τοὺς
14. μὲν θερμοὺς φύσει καὶ κίνησις ῥιπίζουσα καὶ ἥλιος ἐκθερμαίνων
15. καὶ φλόγες πλησίον καιόμεναι πεπαίνουσι θᾶττον. ὅσοι
16. δὲ ψυχρότεροί τέ εἰσι καὶ ὑδατωδέστεροι, τούτους ἐξελέγχει τε
17. τὰ τοιαῦτα πάντα καὶ θᾶττον ἀναγκάζει πάσχειν, ἃ μικρὸν
ㅤ
1. ὕστερον ἔμελλε πείσεσθαι. φυλάττεται μὲν γὰρ ἕκαστον τῶν
2. ὄντων ἐπὶ τῆς οἰκείας φύσεως οἰκείῳ θερμῷ, διαφθείρεται δὲ
3. πρὸς τῆς ἔξωθεν ἀμετρίας, ἤτοι θερμότητος ὀθνείᾳ ἢ ψύξεως
4. πλεονεξίᾳ. καὶ τὸ μὲν ἀποτελούμενον ὑπ’ ἀμφοῖν ἓν, ὁ δὲ
5. τρόπος αὐτοῦ τῆς γενέσεως οὐχ εἷς. ὅθεν οὐδ’ ὁμοίως ἅπασι
6. τοῖς ἰδιώταις εὐφώρατος ὁ τρόπος ὅδε τῆς διαφορᾶς. ἐπειδὰν
7. μὲν ὑπὸ τοῦ ψυχροῦ νικηθῇ τὸ καθέκαστον τῶν ὄντων θερμῶν,
8. εὔδηλόν ἐστι καὶ τοῖς ἐπιτυχοῦσιν. ἐπειδὰν δ’ ὑπὸ τοῦ
9. σφοδροτέρου θερμοῦ περιστάντος ἔξωθεν διαφορηθῇ, λανθάνει
10. τοὺς ἀγυμνάστους περὶ φύσιν, οὐκ εἰδότας ὡς τὸ μὲν
11. σύμμετρον θερμὸν ἅπασιν ὠφέλιμον ὑπάρχει, τὸ δ’ ἄμετρον
12. οὐχ ἧττον τοῦ ψυχροῦ βλαβερόν.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 4.14, ed. Kühn, 1826, vol. 11, p. 662-665. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:4.14
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩