Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 4.15, ed. Kühn, 1826, vol. 11, p. 665-673. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:4.15

13. Ἀλλὰ καθόλου μὲν τοῦτο γιγνώσκειν καλὸν,
14. ὡς ἡ ἐν τοῖς χυμοῖς ὀξύτης ἐν τῷ μεταβάλλεσθαι μὲν ὑπὸ
15. τοῦ θερμοῦ, μὴ κρατεῖσθαι δὲ τελέως, μάλιστα ἔοικε γίγνεσθαι.
16. τεκμήραιτο δ’ ἄν τις οὐχ ἥκιστα κᾀν ταῖς ὀξυρεγμίαις,
17. ὡς αὗταί γε ταῖς μὲν μηδ’ ὅλως ἐν τῇ γαστρὶ μεταβαλλομέναις
18. τροφαῖς οὐχ ἕπονται, καθάπερ οὐδὲ ταῖς ἀκριβῶς πεφθείσαις,
1. μόναις δὲ ταῖς ἡμιπέπτοις, ὡς ἂν οὕτω τις εἴποι.
2. καλῶ δ’ ἡμιπέπτους ὅσαι δεξάμεναι τὴν ὑπὸ τῆς ἐν τῇ γαστρὶ
3. θερμότητος ἀλλοίωσιν οὐκέτι εἰς τέλος ὑπ’ αὐτῆς ἐκρατήθησαν.
4. οὕτως δὲ καὶ γάλα καὶ πτισάνης χυλὸς καὶ
5. τἄλλα πάντα τὰ τοιαῦτα κατὰ τὴν θερινὴν ὥραν ὀξύνεται
6. θᾶττον ἢ ἐν χειμῶνι καὶ δεῖται ψυχρῶν οἰκημάτων, ἐν οἷς
7. ἀποκείσεται πρὸς τὸ διαμεῖναι μέχρι πλείονος. ἐξ ὧν ἁπάντων
8. δῆλον ὡς ἐν τῷ μεταβάλλεσθαι μὲν ὑπὸ τοῦ θερμοῦ,
9. μηδέπω μέντοι κεκρατῆσθαι τελέως ἡ γένεσίς ἐστι τῆς
10. ὀξείας ποιότητος. διὰ τοῦτο καὶ τῶν καρπῶν τοῖς πλείστοις
11. ὑπάρχει, πρὶν πεπανθῆναι. καί πως ἔοικεν καὶ τοῦθ’ ὁμολογεῖν
12. τοῖς ἐξ ἀρχῆς εἰρημένοις περὶ τῶν ὀξέων χυμῶν. εἴπερ
13. γὰρ ὅμοιόν τι πεπόνθασι ταῖς βορείαις καταστάσεσιν, ὡς
14. λεπτομερεῖς ὑπάρχειν ἅμα καὶ ψυχροὺς, πρόδηλον ὡς ἡ γένεσις
15. αὐτῶν οὐκ ἄνευ θερμότητος, ὥσπερ οὐδὲ τῷ ἀέρι. καὶ διὰ
16. τοῦτο τελέως ἡμᾶς καταψύχοντα καὶ νεκροῦντα, καθάπερ
17. κώνειόν τε καὶ μηκώνειον, ὑοσκύαμος καὶ μανδραγόρα, ἥκιστά
1. ἐστιν ὀξέα. ψυχροὶ μὲν ἅπαντες οἱ ὀξεῖς χυμοὶ, οὐ μὴν εἰς
2. τοσοῦτόν γε ψύχουσιν ὡς ἀναιρεῖν. οὐδὲ γὰρ ἂν οὐδὲ λεπτομερεῖς
3. ὑπῆρχον, εἰ ἦσαν ἄκρως ψυχροὶ, ὥστ’ οὐ μόνον ὅτι
4. ψυχρὸς ὁ ὀξὺς χυμὸς, ἀλλὰ καὶ εἰς ὅσα ψυχρὸς ἤδη πέφανται.
5. βασανίζει δ’ αὐτὸν ὁποῖός τίς ἐστιν τὴν φύσιν ἐπὶ ὀξυλαπάθου
6. καὶ ὀξαλίδος, ἣν δὴ καὶ ὀξύδα προσαγορεύουσιν. ἔστι
7. δ’ αὕτη λάχανον ἄγριον, ἐν τούτοις γὰρ ἐφάνη μοι μάλιστά
8. πως εἰλικρινὴς καὶ μόνος, οὐδεμιᾶς μετέχων στρυφνότητος,
9. ὥσπερ οἱ τῶν δένδρων καρποί. φανερῶς γὰρ οὗτοι μετὰ
10. στρυφνότητός τινος ἐπίμικτον ἔχουσι τὴν ὀξύτητα, καθάπερ
11. μετὰ δριμύτητος τὸ ὄξος. τὸ μὲν οὖν ἰδίως ὀνομαζόμενον ἐν
12. τοῖς χυμοῖς ὀξὺ μόνης τῆς γλώττης ἐστὶν αἰσθητὸν, ὥσπερ
13. καὶ τὸ δριμύ. τὸ δὲ κοινὸν ἀμφοῖν, τὸ δακνῶδες, ἤδη καὶ τῆς
14. ἁφῆς. ἑκατέρων δ’ ἐστὶν ἡ γλῶττα διαγνωστική. τῶν μὲν γὰρ
15. κοινῶν, ὡς καὶ ἄλλο τι τῶν αἰσθητικῶν σωμάτων, τῶν δ’
16. ἰδίων, ὡς γεύσεως ὄργανον. καί μοι δοκεῖ τοῦτ’ αὐτῇ τὸ
17. ἐξαίρετον ὑπάρχειν κατὰ τὴν οἰκειότητά τε καὶ τὴν ἀλλοτριότητα
18. τῶν ὅλων οὐσιῶν. εἴρηται γὰρ ἤδη καὶ δέδεικται πολλάκις,
1. οὐδὲν δ’ ἧττον εἰρήσεται καὶ αὖθις οἷόν τι τὸ καθ’
2. ὅλας τὰς οὐσίας ἐνεργεῖν ἢ πάσχειν ἐστίν. ἔοικα δὲ καὶ νῦν
3. αὐτοῦ μνημονεῦσαι εἰς ὅσον ἀρκεῖ τοῖς παροῦσιν, ἐνθένδε
4. ποθὲν ἀρξάμενος. ἐκ τῶν δ΄ στοιχείων αἱ γενέσεις ἅπασι
5. τοῖς κατὰ μέρος σώμασιν ὑπάρχουσιν, ἄνισοί τε καὶ διαφέρουσαι
6. ταῖς μίξεσιν. ἔνια μὲν γὰρ πυρὸς ἔχει πλέον ἢ τῶν
7. ἄλλων στοιχείων, ἔνια δὲ ὕδατος, ἄλλα δ’ εἰ οὕτως ἔτυχε γῆς,
8. ἔνια δὲ ἀέρος. ἐξ οὖν τῆς τοιαύτης ἀνισότητος αἱ τῶν κατὰ
9. μέρος σωμάτων ἰδιότητες ἀπετελέσθησαν. ἐκ μὲν τῶν στοιχείων
10. αὐτῶν αἱ τῶν φυτῶν, ἐκ τούτων δὲ αἱ τῶν ζώων, ὡς
11. ἐν τοῖς περὶ στοιχείων δέδεικται λόγοις. μεταβάλλει δὲ τὰ μὲν
12. εὐθὺς εἰς ἄλληλα, τὰ δὲ διὰ μέσων ἑτέρων, οἷον αὐτίκα ἡ γῆ
13. μὲν εἰς πυροὺς καὶ κριθὰς καὶ τἄλλα τὰ τοιαῦτα. τούτων
14. δ’ αὖ πάλιν ἕκαστον εἰς ἀνθρώπου σάρκα, οὐ μὴν αὐτῇ γε
15. τῇ γῇ σαρκὶ γίνεσθαι δυνατὸν, ὑπερβάσῃ τὴν ἐν τῷ μέσῳ μεταβολήν.
16. καὶ μέντοι καὶ τῶν εἰς ἄλληλα μεταβαλλόντων ἔνια
17. μὲν ἑτοίμην τε καὶ διὰ ταχέων, ἔνια δὲ καὶ χαλεπὴν καὶ χρόνιον 
1. ἔχει τὴν ἀλλοίωσιν. ὅσα μέν ἐστιν ἐγγὺς ταῖς ὁμοιότησι,
2. ταχεῖαν ἔχει, ὅσα δὲ ποῤῥωτέρω, βραδυτέραν. ἐχρῆν οὖν,
3. οἶμαι, γενέσθαι τι τοῖς ζώοις ὑπὸ τῆς φύσεως ὄργανον
4. ὁμοιότητος καὶ ἀνομοιότητος τῶν οὐσιῶν διακριτικὸν, ὃ
5. διαγιγνῶσκον τὰς φύσεις τὸ μὲν οἰκεῖον αἱρήσεται, τὸ δ’
6. ἀλλότριον φεύξεται. τοῦτ’ οὖν ἐστιν ἡ γλῶττα, τῷ περιττῷ
7. τῆς αἰσθήσεως οὐ ψυχρῶν μόνον, ἢ θερμῶν, ἢ ξηρῶν, ἢ
8. ὑγρῶν, ἀλλὰ καὶ τῶν οἰκείων τε καὶ οὐκ οἰκείων ἔχον
9. διάγνωσιν. εἰς τουτὶ γὰρ μόνον τὸ μόριον ἓξ ἐμφύονται
10. νεῦρα. τῶν δ’ ἄλλων ἕκαστον ἢ ἑνὸς ἢ δυοῖν
11. μετείληφεν, οὐδ’ οὖν οὐδὲ τούτων αὐτῶν οὕτω μεγάλων.
12. ἐπειδὴ δὲ τὰ μὲν μᾶλλόν ἐστιν οἰκεῖα τῇ τοῦ σώματος
13. ἡμῶν φύσει, τὰ δ’ ἧττον, καὶ τὰ μὲν ἐν τῇδε τῇ συζυγίᾳ
14. τῆς κράσεως, τὰ δ’ ἐν τῇδε, πλέονες ἐξ ἀνάγκης αἱ γευσταὶ
15. ποιότητες ἀπετελέσθησαν. ἀλλὰ τῶν μὲν τρεφόντων ἁπάντων
16. κοινὸν τὸ γλυκύ· πᾶν γὰρ τὸ τρέφον ἢ μᾶλλον ἢ
17. ἧττόν ἐστιν γλυκύ· τῶν δὲ μὴ τρεφόντων κοινὸν μὲν τὸ
18. κατ’ ἀπόφασιν τοῦ γλυκέος ἢ στερητικῶς ὀνομαζόμενον,
1. οἷον οὐ γλυκὺ καὶ ἁλυκόν. αἱ κατὰ μέρος δὲ πλείους αἱ διαφοραὶ
2. κατὰ λόγον ἐγένοντο, τὸ τῷ μὲν οἰκεῖον ἑκάστῳ τῶν
3. ὄντων ἓν ὑπάρχειν, ὅτι καὶ μία φύσις ἡ ἴδιος αὐτοῦ, τὰ δ’
4. ἀλλότρια πάμπολλα, τὰ μὲν μᾶλλον ἀποκεχωρισμένα τῆς
5. οὐσίας αὐτοῦ, τὰ δὲ ἧτον. ὅσα μὲν οὖν ἐστιν ἀκριβῶς ὀξέα
6. καὶ στρυφνὰ καὶ πικρὰ καὶ ἁπλῶς ἡντινοῦν ἄλλην ἔχοντα
7. ποιότητα παρὰ τὴν γλυκεῖαν, ἄτροφα πάντ’ ἐστὶν, ὥσπερ ὅσα
8. γλυκέα μόνον, τρόφιμα πάντα, τῶν δ’ ἐπιμίκτων ταῖς ποιότησιν
9. ὅσα μὲν ἅμα γλυκέα τέ ἐστι καὶ στρυφνὰ, παχυμερέστερα
10. ταῖς οὐσίαις ἐστὶ καὶ ψυχρὰ ταῖς κράσεσιν, ὥσπερ καὶ
11. μικρὸν ἔμπροσθεν ἐδείκνυμεν· ὅσα δ’ ὀξέα τε ἅμα καὶ γλυκέα,
12. λεπτομερέστερα μὲν ἢ τὰ στρυφνὰ, ψύχει δ’ αὖ καὶ αὐτά. καὶ
13. δὴ καὶ τὰ μὲν πικρὰ θερμὰ, τὰ δὲ δριμέα καὶ τούτων ἔτι θερμότερα.
14. τρέφει δ’ οὖν ἅπαντα τὰ τοιαῦτα μετὰ γλυκύτητος.
15. αὐτὸ δὲ καθ’ ἑαυτὸ τῶν εἰρημένων οὐδὲν ἱκανὸν τρέφειν ἐστίν.
16. ἐπίμικτα δὲ γίγνεται κατὰ τρόπον διττὸν, ἢ ἀνομοιομερῆ ταῖς
17. οὐσίαις ὑπάρχοντα καὶ διαφερούσας κατὰ τὰ μόρια ποιότητας
1. ἔχοντα, ἢ ἁπλᾶ μὲν ὄντα καὶ ὁμοιομερῆ, κατὰ δὲ τὴν εἰς
2. ἄλληλα τῶν πολὺ διαφερόντων γιγνόμενα μεταβολήν. οὔτε
3. γὰρ τὸ μέλι ἐξαίφνης γίγνεται πικρὸν, ἀλλ’ εἴθ’ ἑψόμενον ἐπὶ
4. πλέον εἴτε παλαιούμενον, εἰς πικρότητα μεταβάλλει κατὰ
5. βραχὺ πάσχον τὸ τοιοῦτο. οὔθ’ ὅσοι τῶν καρπῶν ἀποτελοῦνται
6. γλυκεῖς, ὥσπερ ἔνιοι τῶν σικύων τε καὶ μηλοπεπόνων,
7. οὐδ’ αὐτοὶ τὴν ἐξ ἀρχῆς ἀθρόως ἀποβάλλουσι ποιότητα. κατὰ
8. βραχὺ γὰρ ἅπασι τοῖς φύσεως ἀλλοιουμένοις αἱ μεταβολαὶ συμπίπτουσι,
9. καὶ μάλισθ’ ὅταν εἰς πολὺ διαφερούσας, ἢ καὶ παντάπασιν
10. ἐναντίας ποιότητας, ἡ ἀλλοίωσίς τε καὶ μετάστασις
11. αὐτῶν ἀποτελῆται. ὥσπερ οὖν τὸ μὲν ἀκριβῶς γλυκὺ τρόφιμόν
12. ἐστιν, τὸ δ’ εἰλικρινῶς πικρὸν ἄτροφον, οὕτως τὸ μεταξὺ τρέφει
13. μὲν, ἀλλ’ ἧττον τοῦ γλυκέος. ὡσαύτως δὲ καὶ κατὰ τὰς
14. ἄλλας ἔχει ποιότητας. ἄτροφοι γάρ εἰσι πλὴν τῆς γλυκείας
15. ἅπασαι. καὶ μὲν δὴ καὶ αὐτὰ τὰ στοιχεῖα πολὺ μᾶλλον ἄτροφά
16. τε καὶ ἄποια πρὸς τὴν γεῦσίν εἰσιν. καὶ διὰ τοῦτο καὶ ἡ
17. γῆ καὶ τὸ ὕδωρ, ἄμφω γὰρ καὶ ταῦτα ἄποια πρὸς τὴν γεῦσίν
18. εἰσιν καὶ ἄτροφα, καθάπερ ὁ ἀὴρ καὶ τὸ πῦρ· ὥστε καὶ κατὰ
1. τῶν ποιοτήτων ἐπιμιξίαν ἐκλύεται πολλάκις ἡ τῶν γλυκέων
2. ποιότης, ὑδατώδους μὲν οὐσίας ἐπικρατούσης ἐν τοῖς τῶν
3. ἐπιγείων σχεδὸν ἁπάντων καρποῖς. καὶ γὰρ πυροὶ καὶ κριθαὶ
4. καὶ κύαμοι καὶ ἐρέβινθοι καὶ τἄλλα ὅσα τοιαῦτα, διὰ ὑγρότητα
5. κατ’ ἀρχὰς ἐγγὺς ἀποίων ὄντα τὴν γεῦσιν, ἐν τῷ χρόνῳ
6. πεπαινόμενά τε καὶ ξηραινόμενα γίνεται γλυκύτερα, γεώδους
7. δὲ καὶ ξηρᾶς ἐν ἀχύροις καὶ χόρτῳ καὶ ἀγρώστει καὶ καλάμοις
8. ξηροῖς καὶ ξύλοις, ὧν ἔνια πρὶν ἀποξηρανθῆναι γλυκέα τε
9. ἡμῖν ἐστι καὶ τροφὴν τῷ σώματι δίδωσιν ἐνίοτε, οἷον ὅ τε
10. τοῦ φοίνικος ἐγκέφαλος, οὕτω γὰρ ὀνομάζουσι τὸ ἀνώτατον
11. μόριον αὐτοῦ, καὶ τῆς ἀγρώστεώς τε καὶ τῶν καλάμων αἱ
12. μαλακαὶ ῥίζαι, καὶ μάλιστα τῶν κατ’ Αἴγυπτον, ἤδη δὲ καὶ
13. τῶν πλείστων δένδρων αἱ βλάσται. ὁμοιότητι μὲν γὰρ ἀεὶ τῇ
14. πρὸς τὸ τρεφόμενον γλυκὺ φαίνεται τὸ τρέφον, ἀνομοιότητι
15. δ’ οὐ γλυκύ. πολλῶν δ’ οὐσῶν ἀνομοιοτήτων πολλὰς
16. ἀναγκαῖον ἐν τῷδε καὶ τὰς μὴ γλυκείας γίγνεσθαι ποιότητας,
17. ἃς ἑρμηνεῦσαι μὲν ἀμήχανον, ἀναμνῆσαι δ’ ἐγχωρεῖ, πάντων
18. ἀνθρώπων ἀκριβῶς εἰδότων, ἑτέραν μὲν τὴν ἐκ τῶν στρυφνῶν
1. αἴσθησίν τε καὶ διάθεσιν ἐν τῇ γλώττῃ γιγνομένην, ἑτέραν
2. δὲ τὴν ἐκ τῶν ὀξέων, καὶ ἄλλην μὲν τὴν ἐκ τῶν ἁλμυρῶν,
3. ἄλλην δὲ τὴν ἐκ τῶν πικρῶν.

Cliquer un n° de page pour en afficher l’image