4. Ὥσπερ οὖν ὅσα τῶν ἐδεσμάτων ὁμοιότατα
5. ταῖς τῶν τρεφομένων ὑπάρχει φύσεσιν, γλυκύτητά τ’ ἐμφαίνεται
6. καὶ σκευασίας οὐδεμιᾶς προσδεῖται, κατὰ τὸν αὐτὸν
7. ㅤτρόπον ὅσα ποῤῥώτερα τὴν κρᾶσίν ἐστιν τὰ μὲν ἡδυσμάτων,
8. τὰ δὲ καὶ συναμφοτέρων προσδεῖται, καὶ οὐδέν γε
9. θαυμαστὸν αὐτῶν τῶν ἡδυσμάτων μηδὲν ἐδώδιμον ὑπάρχον
10. εἰς ἡδονὴν συντελεῖν τῷ δι’ ἑαυτοῦ σκευασθέντι. δυοῖν γὰρ
11. ἀμέτροιν συνελθόντοιν ἐγχωρεῖ τὸ μικτὸν ἐξ ἀμφοῖν σύμμετρον
12. ἀποτελεσθῆναι καὶ διὰ τοῦτο γλυκὺ φανῆναι, τῶν ἀμέτρων
13. οὐκ ὄντων τοιούτων. ὅταν δὲ δὴ καὶ δι’ ἑψήσεως ἢ
14. ὀπτήσεως ἤ ὅλως ὑπὸ θερμοῦ τινος ἡ σκευασία γίνηται τῶν
15. ἐδεσμάτων, οὐδὲν οὔτ’ ἄπορον οὔτ’ ἄλογον ἃ πρότερον οὐκ
16. ἦν ἡδέα γενέσθαι νῦν ἥδιστα. φαίνεται γὰρ ἡ τοῦ θερμοῦ
17. φύσις οἷς ἂν ὁμιλήσῃ ταχέως ἀλλοιοῦν αὐτὰ καὶ μεταβάλλειν
ㅤ
1. εἰς ἕτερον εἶδος, ὥστ’ οὐκέτι οὐδὲ τοῦτ’ ἄπορον, εἰ τινὰ μὲν
2. ἡδίω, τινὰ δὲ ἀηδέστερα γίνεται τῷ πυρὶ πλησιάζοντα, καὶ
3. τινὰ μὲν ἐλαχίστῳ χρόνῳ, τινὰ δ’ ἐπὶ πλεῖστον ἑψηθῆναι
4. χρήζῃ. τὰ μὲν γὰρ ὁμοιότατα ταῖς κράσεσι τῶν τρεφομένων
5. σωμάτων χωρὶς ἑψήσεώς τε καὶ σκευασίας ἤδη φαίνεται γλυκέα,
6. τὰ δ’ ἀνόμοια πάντα μὲν ἀηδῆ, πρὶν σκευασθῆναι.
7. δεῖται δὲ τὰ μὲν ὑπέρθερμα τῷ ψυχρῷ κολασθῆναι, τὰ δ’
8. ἱκανῶς ψυχρὰ ταῖς τε τῶν θερμῶν ἐδεσμάτων μίξεσιν καὶ
9. πυρί. κατὰ δὲ τὸν αὐτὸν τρόπον ὑγρότητι μὲν ὅσα γεώδη
10. καὶ ξηρὰ, ξηρότητι δὲ τὰ πλέον ἢ προσῆκεν ὑδατώδη τε καὶ
11. ὑγρά. τὰς μὲν οὖν ξηρότητας αἱ τῶν ὑγρῶν ἐπιμιξίαι, τὰς
12. δὲ ὑγρότητας αἱ τῶν ξηρῶν καὶ τὸ πῦρ ἐπανορθοῦται. μεγίστη
13. δὲ τοῦ λεγομένου πίστις ἡ κατὰ τὸ στόμα γιγνομένη
14. μεταβολή. τοῖς γοῦν ἐπὶ πλέον ἀσιτήσασιν ἁλυκὸν φαίνεται
15. τὸ πτύελον, εἰ δ’ ἐπὶ πλεῖστον, οὐχ ἁλυκὸν μόνον, ἀλλ’ ἤδη
16. καὶ πικρόν. οὕτω δὲ καὶ πᾶν ἐκχολοῦται τὸ σῶμα, καὶ εἴπερ
17. ἦν αἰσθητικὸν ἅπαν ὁμοίως τῇ γλώττῃ, καὶ τῆς ἁλυκότητος
ㅤ
1. ἂν, οἶμαι, τῆς ἐν αὐτῷ ῥᾳδίως ἠσθάνετο καὶ τῆς πικρότητος,
2. ἔτι τε πρὸς τούτῳ καὶ αὐτῆς τῆς γλυκύτητος, ὑπαρχούσης
3. γε ἀεὶ τῷ κατὰ φύσιν αἵματι. νυνὶ δὲ ἐπειδὰν ἤτοι ῥαγέντος
4. ἢ ἀναστομωθέντος ἀγγείου τινὸς ἀθρόον τε καὶ θερμὸν
5. αἷμα κατὰ τῆς γλώττης ἐκχυθῇ, φαίνεται γλυκύτατον,
6. ὅταν, ὡς εἴρηται, κατὰ φύσιν ἔχῃ. ἐπεὶ τό γε νενοσηκὸς
7. πικρὸν ἢ ἁλυκόν ἐστιν, ἤ τινα τοιαύτην ἑτέραν ἐμφαίνει
8. ποιότητα, τὸ μέντοι καθ’ ὅλον τοῦ ζώου τὸ σῶμα λανθάνει,
9. καθάπερ αἱ χολαὶ καὶ τὸ φλέγμα. καίτοι τῶν
10. χολῶν ἡ μὲν ἀεὶ πικρὰ φαίνεται, κᾂν μικρῷ μορίῳ ψαύσῃ
11. τῆς γλώττης, ἡ μέλαινα δ’ ὀξεῖα. καὶ τοῦ φλέγματος καὶ
12. τῇ γλώττῃ πλησιάζοντος τὸ μὲν γλυκὺ, τὸ δὲ ὀξὺ, τὸ δὲ
13. ἁλμυρὸν ἐναργῶς ἐφάνη πολλάκις, ἄδηλον ὑπάρχον καὶ
14. τοῦτο καθ’ ὅλον τὸ ζῶον.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 4.16, ed. Kühn, 1826, vol. 11, p. 673-675. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:4.16
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩