15. ㅤΟὐδὲν οὖν θαυμαστὸν οὐδὲ διὰ τί
16. τὸ γλυκύτατον ἁπάντων μέλι τὸν πικρότατον γεννᾷ χυμὸν
17. καὶ διὰ τί μάλιστα τοῖς ἀκμάζουσί τε καὶ φύσει θερμοῖς
18. καὶ πυρέττουσιν. ὡς γὰρ κἀκτὸς ἐπὶ πλέον ὁμιλῆσαν τῷ
ㅤ
1. πυρὶ πικρὸν ἀποτελεῖται, κατὰ τὸν αὐτὸν τρόπον κᾀν τοῖς
2. τῶν ζώων σώμασιν, ὅταν ἀκραιφνεῖ πλησιάζῃ θερμότητι,
3. τὸν χολώδη γεννᾷ χυμόν. ἐν δὲ ταῖς ψυχροτέραις κράσεσιν
4. ἢ διὰ ἡλικίαν, ἢ διὰ φύσιν σώματος, ἢ διὰ νόσον, εἰς χρηστὸν
5. καὶ σύμμετρον αἷμα μεταβάλλει ῥᾳδίως. οὐ γὰρ ὑπερθερμαινόμενον
6. οὐδ’ ἀλλοιούμενον ἐπὶ πλέον ἐν τοῖς τοιούτοις σώμασιν,
7. ἀλλ’ ὅμοιόν τι τῷ μετρίως ἑψηθέντι πάσχον ἐξομοιοῦται
8. τελέως αὐτοῖς καὶ διαφυλάττει τὴν γλυκύτητα. καὶ
9. τί θαυμαστὸν ὑπὸ τῆς σφοδροτέρας ἐν τοῖς ζώοις θερμότητος
10. ἢ πλείονος ἑψήσεως ἐξίστασθαι τῆς ἀρχαίας γλυκύτητος
11. τὸ μέλι, καὶ χωρὶς τούτων ὑπὸ τῆς ἐν αὐτῷ θερμότητος
12. ἐν χρόνῳ πλέονι πικρὸν ἀποτελούμενον; ἐν γὰρ τῷ τάχει τῆς
13. μεταβολῆς ἡ διαφορὰ μόνον, οὐκ ἐν τῷ πάσχειν ἕτερον
14. πάθος ὑφ’ ἑτέρας αἰτίας. καὶ γὰρ τὸ πάθος αὐτὸ καὶ τὸ
15. μεταβάλλον αἴτιον ὂν, τὸ πάθος μὲν ἡ πικρότης, τὸ δ’ αἴτιον
16. ἡ ἀμετρία τῆς θερμότητος, ἀμετρίας δὲ τῆς εἰς ἀλλοίωσιν
17. ἀγούσης διττῆς ὑπαρχούσης τῷ γένει, ῥώμης τοῦ πλησιάζοντος,
ㅤ
1. ἢ μήκους τοῦ χρόνου, τὴν μὲν ἑτέραν ἐξ ἡμῶν τε
2. καὶ τοῦ πυρὸς, τὴν δ’ ἑτέραν ἐξ αὐτοῦ λαμβάνει τὸ μέλι.
3. καὶ δεόντως ἐν χρόνῳ πλείονι γίγνεται τοῦτο τὴν ἐξ αὐτοῦ,
4. ὅτι καὶ τὸ μεταβάλλον ἀσθενέστερον. ὅπερ οὖν ὑπ’ ἐλάττονος
5. αἰτίας ἐν χρόνῳ πλείονι γίγνεται, τοῦθ’ ὑπὸ μείζονος
6. ἐν ἐλάττονι γίγνεσθαι τί θαυμαστόν; ἀλλ’ οὐ τό γε χάλα,
7. καίτοι γλυκὺ πρὸς τὴν γεῦσιν ὑπάρχον, ἐξ αὑτοῦ ποτε γίνεται
8. πικρόν. κρατεῖται γὰρ ἐν αὐτῷ τὸ θερμὸν ὑπὸ τοῦ
9. ψυχροῦ μᾶλλον ἢ κρατεῖ, καὶ διὰ τοῦτο ὀξύνεται κείμενον.
10. ἐκ τριῶν μὲν γὰρ οὐσιῶν διαφερουσῶν ταῖς ποιότησι σύγκειται,
11. καθότι καὶ πρόσθεν ἔλεγον, πρώτης μὲν τῆς παχείας,
12. ἐξ ἧς ὁ τυρὸς γίνεται, δευτέρας δὲ τῆς λιπαρᾶς, ἐξ ἧς ο῾
13. βούτυρος, καὶ τρίτης τῆς ὑδατώδους, ἣν ὀῤῥὸν ἐπονομάζομεν.
14. ἀλλὰ τούτων ἡ μὲν λιπαρὰ μάλιστα εὔκρατος, ἡ δὲ
15. παχεῖα μικρὸν ταύτης ἀποδέουσα. τὸ δ’ ὀῤῥῶδες περίττωμα
16. ψυχρόν τ’ ἐστὶ καὶ ὑγρὸν, ὥστε τὸ μὲν σύμπαν γάλα τοῦ
17. συμμέτρου τῇ θερμότητι σώματος ἀπολείπεσθαι συχνῷ, καὶ
18. διὰ τοῦτο εἰς ὀξύτητα μεταβάλλει ἐξ ἑαυτοῦ μᾶλλον ἢ πικρότητα.
ㅤ
1. καὶ εἴπερ οἷόν τε ἦν αὐτοῦ γεύσασθαι πεφθέντος
2. ἔν τε τῇ γαστρὶ καὶ κατὰ τὰς φλέβας, εὑρίσκοιτο ἂν, οἶμαι,
3. γλυκύτερον μέλιτος. ὃ γὰρ ἔξωθεν ἔχει καὶ παρ’ ἑαυτοῦ
4. τὸ μέλι, τοῦτ’ ἐν τῷ πέττεσθαι λαμβάνει τὸ γάλα. καὶ
5. ὅταν γε θερμὸν ἱκανῶς ὑπάρχῃ τὸ τοῦ ζώου σῶμα, τοσοῦτον
6. ἐπικτᾶται τὸ γάλα τῆς γλυκύτητος, ὅσον ἀπόλλυσι τὸ
7. μέλι. καὶ τοῦτ’ εὐλόγως γίνεται. τῷ μὲν γὰρ ἄκρως γλυκεῖ,
8. καὶ διὰ τοῦτο μηκέτ’ ἐγχωροῦντι προσθήκην γλυκύτητος,
9. εἰς τὴν ἐφεξῆς ἀνάγκη μεταβάλλειν ποιότητα· τῷ δέ γε ἐνδεεῖ
10. τὸ τέλεον ἐκ τῆς πέψεως προσγίνεται. ταῦτ’ ἄρα καὶ διττὰς
11. ἀπεπτούμενον ἐν τῇ γαστρὶ τὸ γάλα τὰς ἀλλοιώσεις
12. ἐπιδέχεται· κατὰ μὲν τὴν ψυχροτέραν κοιλίαν ὀξυνόμενον,
13. ἐν δὲ τῇ θερμοτέρᾳ κνισῶδές τε καὶ πικρὸν ἀποτελούμενον.
14. οὐ μὴν τό γε μέλι τὴν εἰς ὀξύτητά ποτε μεταβολὴν δέχεται
15. ἐν τῷ πέττεσθαι· θερμότερον γάρ ἐστιν ἢ ὥστε μὴ κρατούμενον
16. ὀξυνθῆναι.ㅤ δακνώδη μὲν γὰρ ἄμφω τῇ γλώττῃ,
17. τό τε ὀξὺ καὶ τὸ πικρὸν, οὐ μὴν ὡς ἴδιον γλώττης αἴσθησις
18. τοῦτο κέκτηται. καὶ γὰρ εἰ καὶ κατ’ ἄλλης σαρκὸς
19. ἡστινοσοῦν γυμνῆς τοῦ δέρματος ἐπιβάλλοις αὐτὰ, δάκνει
ㅤ
1. κἀκείνην, ᾧ δῆλον ὡς τὸ δακνῶδες τῆς ἁφῆς ἴδιον αἰσθητὸν,
2. οὐ γεύσεώς ἐστιν· καὶ μὴν καὶ τοῖς δριμέσιν ὀνομαζομένοις,
3. οἷον πυρέθρῳ τε καὶ σκορόδῳ καὶ κρομμύῳ ὑπάρχει
4. τὸ δάκνειν, οὐ τὴν γλῶτταν μόνον, ἀλλὰ καὶ τὴν ἄλλην
5. ἅπασαν ἡμῶν σάρκα. καὶ κοινὸν ἄρα τοῦτο τὸ δάκνειν τριῶν
6. ἐστι χυμῶν, ὀξέος, πικροῦ, δριμέος, ἀλλὰ τοῦ μὲν ὀξέος ὡς
7. ψυχροῦ τε ἅμα καὶ λεπτομεροῦς, ἐδείχθη γὰρ τοῦτο πρόσθεν,
8. τοῦ πικροῦ δὲ καὶ δριμέος ὡς θερμῶν.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 4.17, ed. Kühn, 1826, vol. 11, p. 675-679. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:4.17
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩