9. Ὅτι μὲν οὖν ὁ πικρὸς χυμὸς θερμός ἐστιν
10. ἀρτίως μοι δέδεικται. περὶ δὲ τοῦ δριμέος ἰδίως ὀνομαζομένου
11. τὴν ἀρχὴν οὐδ’ ἀποδείξεώς ἐστι χρεία. φθάνει μὲν
12. γὰρ ἡ ἐκ τῆς αἰσθήσεως ἐνέργεια τὴν ἐκ τοῦ λόγου πίστιν,
13. ὥστ’ οὐδ’ ἠμφισβήτησεν οὐδεὶς ὑπὲρ αὐτοῦ, ἀλλὰ καὶ Πλάτων
14. ὡς περὶ θερμοτάτου πάντων ἀποφαίνεται καὶ Ἀριστοτέλης
15. καὶ Θεόφραστος καὶ τῶν ἰατρῶν οὐδείς ἐστιν οὔτε
16. τῶν παλαιῶν οὔτε τῶν νεωτέρων, ὃς ἕτερόν τι γιγνώσκει.
17. κατὰ γὰρ τὸν τῆς οὐσίας αὐτοῦ λόγον ἐστὶ τὸ θερμαίνειν,
18. ㅤὥστ’ εἰ καὶ τῶν ἰδιωτῶν ὁντιναοῦν ἔροιο, τί καλεῖ δριμὺ
ㅤ
1. βρῶμα, φαίη ἂν, οἶμαι, τὸ θερμαῖνον ἰσχυρῶς ἐν τῷ γεύεσθαι,
2. καθάπερ τὸ πέπερι καὶ τὸ πύρεθρον καὶ τὸ κάρδαμον καὶ
3. τὰ σκόροδα καὶ τὰ κρόμμυα καὶ πάνθ’ ὅσα τοιαῦτα. καί
4. μοι δοκεῖ μόνον τοῦτο τὸ γένος τῶν χυμῶν ἰδίας ἀπορῆσαν
5. προσηγορίας τῇ κοινῇ συγχρήσασθαι καθ’ ὑπεροχήν. ὄντος
6. γὰρ καὶ τοῦ πικροῦ χυμοῦ καὶ τοῦ ὀξέος δριμέων ἀμφοῖν,
7. ἐν ᾧπερ ἂν σώματι σφοδρὰν εὑρίσκομεν τὴν δριμύτητα,
8. κᾂν μήτε πικρὸν ᾖ κᾂν μήτε ὀξὺ, δριμὺ προσαγορεύειν
9. εἰθίσμεθα, καίτοι πολλῶν ὄντων κατ’ εἶδος τῶν τοιούτων
10. σωμάτων. τὰ μὲν γὰρ αὐτῶν ἐστιν ἐδώδιμα, τὰ δ’ οὔ.
11. τὰ μὲν οὖν ἐδώδιμα γλυκεῖαν ἐξ ἀνάγκης ἔχει τινὰ μεμιγμένην
12. ἀμυδρὰν ποιότητα. καὶ διὰ τοῦτο πολλοῖς ἐξ αὐτῶν
13. ὡς ὄψῳ χρώμεθα, πολλοῖς δ’ ὡς ἡδύσματι μόνῳ. ὡς σιτίοις
14. μὲν γὰρ αὐτῶν οὐδενὶ, διὰ τὸ σφοδρὸν τῆς δυνάμεως. τῶν
15. δ’ οὐκ ἐσθιομένων τὰ μέν ἐστι θανάσιμα, τὰ δ’ ἁπλῶς
16. φάρμακα, πάντα δ’ οὖν ἐπιτιθέμενα κατὰ τοῦ δέρματος
17. ἡμῶν ἕλκος ἐργάζεται ῥᾳδίως. ἐμφαίνει δὲ καὶ τούτων ἔνια
ㅤ
1. πικρὰν ποιότητα, ὥσπερ τῶν ἐδωδίμων οὐκ ὀλίγα γλυκεῖαν,
2. οὐ μὴν ὀνομάζεταί γε πικρὰ, διότι βραχεῖα μὲν αὕτη καὶ ἀσθενής
3. ἐστιν ἐν αὐτοῖς, ἰσχυρὰ δὲ ἡ τῆς δριμύτητος. ἐνίων δ’
4. οὐδὲ γεύσασθαι τολμῶμεν, οἷον ἤτοι θαψίας, ἢ κανθαρίδων,
5. ἤ τινος ἑτέρου τῶν κατὰ διάβρωσιν ἢ σῆψιν ἀναιρούντων·
6. ἀλλ’ ἔστι καὶ τούτων εἰκάσαι δριμεῖαν εἶναι τὴν γεῦσιν ἐξ
7. ὧν ἐργάζεται περὶ τὸ σύμπαν σῶμα. πολλὰ δὲ καὶ ταῖς
8. ὀσμαῖς εὐθύς ἐστιν ἀλλόκοτα καὶ σαφῶς ἐνδεικνύμενα τὴν
9. πρὸς ἄνθρωπον ἐναντιότητα, καθάπερ αὐτά γε ταῦτα τὰ
10. προειρημένα, καὶ ὁ τοῦ κωνείου καὶ ὁ τοῦ μήκωνος, ἔτι τε
11. μανδραγόρου καὶ ὑοσκυάμου χυλός. καὶ γὰρ δὴ νῦν ἐθεασάμεθα
12. ἔναγχος βοτάνης χυλὸν, ὃν ἑκατόνταρχός τις ἐκ τῆς πρὸς
13. Αἴγυπτον βαρβάρου χώρας ἐκόμισεν. οὕτως δ’ ἦν βαρὺς καὶ
14. ἀηδὴς τὴν ὀσμὴν ὡς μηδὲ γεύεσθαι τολμᾷν, ἀλλ’ εἰκάζειν
15. θανάσιμον ὑπάρχειν· ἐχρῆτο δ’ αὐτῷ πρὸς τὰς ἀρθριτικὰς
16. ὀδύνας ἀκμαζούσας, καὶ σαφῶς ἐδόκει καὶ αὐτοῖς. τοῖς κάμνουσιν
17. ψυκτικὴν ἔχειν τὴν δύναμιν. ㅤἔστι δ’ ὑπόξανθος
18. μὲν τὴν χρόαν, οὕτως δὲ βαρὺς κατὰ τὴν ὀσμὴν ὡς
ㅤ
1. τοῦ κωνείου, πλὴν ὅσα βραχείας ἀρωματιζούσης τινὸς εὐωδίας
2. προσβάλλει. τὸ δ’ ὄνομα τῆς βοτάνης ἐξ ἧς ὁ χυλὸς
3. γίγνεται λυκοπέρσιον ἔφασκεν εἶναι. ἀλλὰ περὶ μέν τῶν
4. δηλητηρίων φαρμάκων αὖθις εἰρήσεται. τοὺς δὲ δριμεῖς
5. ἅπαντας χυμοὺς, περὶ τούτων γὰρ ἦν ὁ λόγος, ἄκρως θερμοὺς
6. χρὴ γινώσκειν ὄντας. ἐφεξῆς δ’ αὐτῶν τοὺς πικροὺς,
7. εἶτα τούτων ἑξῆς τοὺς γλυκεῖς. ἐν ἅπασι δ’ αὐτοῖς ἱκανοῦ
8. τοῦ πλάτοις ὑπάρχοντος, ὁ μὲν μᾶλλον δριμὺς καὶ πικρὸς
9. καὶ γλυκὺς μᾶλλον δηλονότι καὶ θερμός ἐστιν, ὁ δ’ ἧττον
10. εἰς τοσοῦτον ἀπολείπεται θερμότητος, εἰς ὅσον καὶ τῆς
11. ἀκριβοῦς κατὰ τὴν γεῦσιν ποιότητος. ὅρος δὲ τοῦ μὲν πικροῦ
12. χυμοῦ τὸ ῥύπτειν ἐστὶν, τοῦ δὲ δριμέος τὸ καίειν, τοῦ
13. δὲ γλυκέος τὸ τρέφειν, ὅταν γε τελέως ἔχωσι κατὰ τὴν
14. ἑαυτῶν ἕκαστον φύσιν, τουτέστιν ὅταν ὡς οἶόν τε μάλιστα
15. ὑπάρχωσιν ἑτέραις ποιότησιν ἄμικτοι, οἷον ὁ πικρὸς
16. ἔστι μὲν πάντως θερμὸς, ἀλλ’ ὁ μὲν ἄρτι γενόμενος ἐκ τῆς
17. τοῦ γλυκέος μεταβολῆς ἧττόν τε πικρός ἐστι καὶ ἧττον
18. θερμὸς, ὁ δὲ ἐπὶ πλεῖστον ἐξηλλαγμένος ἐσχάτως τε πικρός
ㅤ
1. ἐστι καὶ ἤδη πλησίον ἥκει τοῦ δριμέος, ὡς μὴ ῥύπτειν
2. ἔτι μόνον, ἀλλὰ καὶ διαβιβρώσκειν καὶ δάκνειν, οἷον
3. ἀριστολοχία μὲν καὶ ἴρις καὶ πάναξ αὐτὸ τοῦτο μόνον,
4. ἀποῤῥύπτουσί τε καὶ καθαροποιοῦσι τὰ ἕλκη. ἀγρία δὲ σταφὶς
5. οὐδὲν μὲν ἧττον τούτων δριμεῖά ἐστιν, εἰ μὴ ἄρα καὶ
6. μᾶλλόν ἐστι πικρά· δριμεῖα γὰρ ἤδη καὶ μάλα καὶ θερμὴ
7. σφοδρῶς, ὅθεν οὐδὲ τὸν ῥύπον ἀφαιρεῖ τῶν ἑλκῶν μόνον,
8. ἀλλὰ καὶ αὐτὴν κατατήκειν πέφυκε τὴν σάρκα. τοιοῦτο δέ
9. τι καὶ τοῦ σώματος εἴσω λαμβανόμενοι πεφύκασι δρᾷν οἱ
10. πικροὶ χυμοὶ πάντες, οἷόν τι καὶ κατὰ τὰ ἕλκη· ῥύπτουσί
11. τε γὰρ καὶ διακαθαίρουσιν αὐτὰ καὶ τὴν ἐν ταῖς φλεψὶ τῶν
12. χυμῶν παχύτητα τέμνουσιν, ὅθεν ἐπιμήνιά τε κινοῦσι καὶ
13. ταῖς ἐκ θώρακός τε καὶ πνεύμονος ἀναγωγαῖς τοῦ πύου
14. συναίρονται, καὶ ὅλως, εἴτε παχὺ φλέγμα περιεχόμενον ἐν
15. αὐτοῖς εἴτε πῦον εἴτ’ ἄλλο τοιοῦτο εἴη, διακαθαίρουσιν,
16. ἐπιληψίαις τε κατὰ τοῦτο βοηθοῦσιν, ὅσοι γε μὴ δηλητήριοι
17. τὴν φύσιν ὑπάρχουσιν. ἐκεῖνοι γὰρ ὅλῳ τῷ γένει παρὰ φύσιν
18. εἰσίν. οὕτω δὲ καὶ τοὺς πτύοντας αἷμα βλάπτειν πεφύκασιν.
ㅤ
1. τῶν στυφόντων γὰρ ἐκεῖνοι καὶ γλίσχρων, οὐ τῶν τεμνόντων
2. καὶ διαιρούντων δέονται. ταυτὶ μὲν οὖν ἤδη πως
3. ἅπτεται τῆς θεραπευτικῆς μεθόδου.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 4.18, ed. Kühn, 1826, vol. 11, p. 679-684. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:4.18
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩