Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 4.19, ed. Kühn, 1826, vol. 11, p. 684-689. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:4.19

4. Περὶ δὲ τῶν πικρῶν χυμῶν τῆς δυνάμεως
5. ἀφορισάμενοι καὶ τμητικοὺς αὐτοὺς εἰπόντες εἶναι
6. καὶ λεπτυντικοὺς καὶ ῥυπτικοὺς, καὶ δηλονότι θερμοὺς εἰς τοσοῦτον
7. ὡς μήπω καίειν, ἐπὶ τοὺς δριμεῖς αὖθις ἴωμεν τῷ
8. λόγῳ. καὶ πρῶτον μὲν θερμοὺς ἀκριβῶς αὐτοὺς εἴπωμεν, εἶτα
9. διαβρωτικούς τε καὶ καυστικοὺς καὶ ἐσχαρωτικοὺς καὶ συντηκτικούς·
10. ἐπὶ μὲν τοῦ δέρματος ἐπιτιθεμένους ἅπαντας
11. τοὺς τοιούτους εἶναι, εἴσω δὲ τοῦ σώματος λαμβανομένους,
12. ὅσοι μὲν ὅλαις ταῖς οὐσίαις ἐναντιώτατα διάκεινται πρός
13. τινα ζῶα, σηπτικούς τε πάντας εἶναι καὶ δηλητηρίους ἐκείνων
14. τῶν ζώων. ὅσοι δὲ κατὰ τὴν ἀμετρίαν τῆς θερμότητος
15. μόνον, εἰ μὲν παχυμερεῖς καὶ γεώδεις εἶεν, ἑλκωτικοὺς
16. τῶν ἐντὸς, εἰ δὲ λεπτομερεῖς, διουρητικούς τε καὶ ἱδρωτικοὺς,
17. καὶ ἁπλῶς εἰπεῖν τμητικούς τε καὶ διαφορητικούς. συναίρονται
18. δέ τινες αὐτῶν ταῖς τε ἐκ τοῦ θώρακος ἀναπτύσεσι
1. καὶ ταῖς τῶν καταμηνίων φοραῖς· ἀλλὰ πότε
2. καὶ πῶς καὶ τίνι μεθόδῳ χρωμένων, οὐ τῆς νῦν ἐνεστώσης
3. πραγματείας διελθεῖν. ὑπὲρ ἁπάντων γὰρ τῶν τοιούτων ἐν
4. τῇ θεραπευτικῇ μεθόδῳ λεχθήσεται, ὥστε καὶ περὶ τῶν δριμέων
5. χυμῶν τῆς φύσεως ἤδη παύσομαι τὰ πλείω γράφων.
6. ἀρκεῖ δὲ μόνον ἔτι διορισμοὺς ἀκριβεστέρους αὐτοῖς προσθεῖναι,
7. καθ’ οὓς διαφέρουσι τῶν πικρῶν. οὐ μόνον γὰρ ἰσχυρᾷ
8. θερμότητι διαλλάττειν αὐτῶν πεφύκασιν, ἀλλὰ καὶ τῷ
9. τοὺς πικροὺς μὲν ἅπαντας ὑπάρχειν οὐ θερμοὺς μόνον, ἀλλὰ
10. καὶ ξηροὺς τὴν δύναμιν, ὡς ἄν τις μάλιστα σαφῶς εἰκάσειε,
11. τέφρᾳ παραπλησίως, ἐν δὲ τοῖς δριμέσιν, ὅσοι γε οὐκ εἰσὶ
12. πικροὶ, πολλὴν ἐνίοτε μεμίχθαι τὴν ὑγρότητα, καὶ διὰ τοῦτό
13. γ’ ἐσθίειν ἡμᾶς οὐκ ὀλίγα τῶν τοιούτων σωμάτων. ὅτι
14. δ’ οὐδὲ θερμὸς μόνον, ἀλλὰ καὶ ξηρός ἐστι τὴν κρᾶσιν
15. ὁ πικρὸς ἅπας χυμὸς, ἥ τε διωρισμένη πεῖρα πρώτως καὶ
16. μάλιστα διδάσκει, περὶ ἧς ἔμπροσθεν εἴρηταί μοι πολλάκις,
17. ἔτι τε πρὸς τῇ πείρᾳ τῷ λόγῳ σκοπουμένοις ὡσαύτως συμβαίνει.
18. θερμαινομένων γοῦν ἐπὶ πλέον τῶν γλυκέων, εἴθ’
1. ὑπὸ πυρὸς εἴθ’ ὑπὸ τῆς ἐμφύτου θερμότητος, ἡ τῶν πικρῶν
2. σωμάτων ἐδείκνυτο γένεσις. εὐθὺς δὲ ταῦτα καὶ τῇ συστάσει
3. μὲν ξηρότερα φαίνεται, καὶ τῷ δαπανᾶσθαι δ’ ἀεὶ καὶ ἀποῤῥεῖν
4. αὐτῶν τὸ ὑγρὸν, ἐξατμιζόμενον ὑπὸ τῆς θερμότητος ἀναγκαῖόν
5. ἐστι τὸ καταλειπόμενον ἀποδείκνυσθαι γεωδέστερόν τε
6. καὶ ξηρότερον. αὐτὸ μὲν γὰρ τὸ γλυκὺ πρὸς τῷ θερμὸν
7. ὑπάρχειν ἢ μᾶλλον ἢ ἧττον, ἐξ ἀνάγκης δήπου καὶ ὑγρὸν
8. ἢ μᾶλλον ἢ ἧττόν ἐστιν. εἰ δέ γε τῇ τοῦ σώματος ἡμῶν
9. φύσει μάλιστα οἰκεῖον ὑπάρχει, αὕτη δ’ ἦν εὔκρατος, ὑγρὰ
10. καὶ θερμὴ, τὸ δ’ οἷον ὑπεροπτηθέντος τούτου γιγνόμενον
11. ὅμοιον τιτάνῳ καὶ τέφρᾳ, ξηρὸν καὶ θερμὸν ἐξ ἀνάγκης
12. ἀποτελεῖται. καὶ μέντοι καὶ δι’ αὐτὸ τοῦτο ῥύπτειν
13. τε πέφυκε καὶ καταθραύειν καὶ τέμνειν τοὺς γλίσχρους καὶ
14. παχεῖς χυμοὺς, ὥσπερ ἡ τέφρα καὶ τὸ νίτρον. οὐδὲ γὰρ
15. ἀερώδης αὐτῶν ἐστιν οὐδὲ λεπτομερὴς, ἀλλὰ οὐδὲ ὑδατώδης
16. ἡ σύστασις, ἀλλ’ ὥσπερ καὶ μικρῷ πρόσθεν εἴρηται, γεωδεστέρα,
17. κατειργασμένη ἀκριβῶς ὑπὸ τοῦ θερμοῦ καὶ οἷον
18. ὑπερωπτημένης αὐτῶν τῆς οὐσίας. ὡς μὲν οὖν τοῖς στύφουσι
1. παραβαλεῖν, εἴη ἂν οὐκ ὀλίγῳ τινὶ λεπτομερέστερα
2. τὰ πικρὰ τῶν φαρμάκων, ὡς δὲ τοῖς δριμέσι, παχυμερέστερα
3. καὶ διὰ τοῦτ’ οὔτε διεξέρχεται ῥᾳδίως τῶν γλίσχρων τε καὶ
4. παχέων χυμῶν, ὥσπερ ὅσα λεπτομερέστερα ταῖς οὐσίαις ἐστὶν,
5. οὔτ’ ἀδυνατεῖ τέμνειν ὁμοίως τοῖς παχυμερέσιν. ἐν δὲ τῷ
6. μέσῳ χρὴ τετάχθαι τὸ μέλλον τέμνειν ἑκατέρας τῶν ὑπερβολῶν,
7. ἵνα μήθ’ ἑτοίμως ὡς αὐτὴ ἡ φλὸξ διεξέρχηται μήτ’
8. ἐν τῷ μέλλειν καὶ βραδύνειν ἀδυνατῇ διαιρεῖν. ἀλλὰ περὶ
9. μὲν τούτων κᾀν τῷ μετὰ ταῦτα λόγῳ ῥηθήσεται τῷ πέμπτῳ.
10. νυνὶ δ’ ἀρκεῖ γινώσκειν τό γε τοσοῦτον, ὡς ἡ πικρὰ
11. ποιότης ἅπασα θερμαῖς τε ἅμᾳ καὶ ξηραῖς οὐσίαις συμβέβηκε,
12. καὶ πρὸς τούτοις γ’ ἔτι λεπτομερέσι καὶ γεώδεσιν.
13. ἀκούειν δ’ ὅλου χρὴ τοῦ λεγομένου συνάπτοντας εἰς ταὐτὸ
14. καὶ μὴ κατὰ μόνας ἑκάτερον ἀναγινώσκοντας. καὶ γὰρ ἂν
15. μάχεσθαι δόξειεν οὕτω γε τῷ γεώδει τὸ λεπτομερὲς, ἀλλ’
16. οὐχ ἁπλῶς λεπτομερὲς, ἀλλ’ ὡς ἐν γεώδει συστάσει τοιοῦτο
17. εἶναί φημι τὸ πικρὸν, οἷον τίτανος καὶ τέφρα καὶ πᾶν ὅ τι
18. περ ἂν ἀκριβῶς κατοπτηθῇ, καὶ γένηται σποδιὰ, μᾶλλον δ’
19. ἂν ἴσως ἀληθέστερον εἰκάζοιτο λιγνύϊ τινὶ καὶ αἰθάλῃ
1. φλογὸς, ἣ καὶ γευομένοις πικρὰ φαίνεται. παχυμερὲς μὲν
2. οὖν σῶμα γεῶδες ὅ τε σίδηρός ἐστιν καὶ ὁ λίθος, αἰθάλη δὲ
3. καὶ τέφρα λεπτομερές. ὁ μέντοι διάπυρος εἴτ’ οὖν λίθος
4. ἢ σίδηρος παχυμερέστερός ἐστι τιτάνου καὶ τέφρας, καὶ πολὺ
5. μᾶλλον αἰθάλης, καὶ πρὸς τούτοις γε θερμότερος. ἀλλὰ διαπύρῳ
6. μὲν σιδήρῳ καὶ λίθῳ τὰ πατὰ διάβρωσιν ἀναιροῦντα
7. φάρμακα προσέοικεν ὑπὸ τῆς ἐν αὐτῷ σώματι θερμασίας,
8. εἰς τοῦτ’ ἀγόμενα δηλονότι, καθάπερ ἥ τε χαλκῖτις
9. καὶ τὸ μίσυ καὶ τὸ σῶρυ, καὶ πρὸς τούτοις ἀρσενικὸν, ὑδράργυρος,
10. λιθάργυρος καὶ ἕτερα μυρία. παχυμερῆ μὲν γάρ ἐστιν
11. τὰ τοιαῦτα πάντα καὶ δυνάμει θερμὰ, καὶ διὰ τοῦτ’ ἐκπυρούμενα
12. τῷ χρόνῳ κατὰ τὴν ἐν τῷ ζώῳ μεταβολὴν ὁμοίως
13. διαπύροις λίθοις ἢ σιδήροις ἑλκοῖ καὶ καίει τὰ κατὰ τὴν
14. γαστέρα, μηδ’ ἀναδοθῆναι δυνάμενα διὰ τὸ βάρος. τούτων
15. δ’ ἔτι λεπτομερέστερα, καί τοι γεώδη ταῖς συστάσεσιν ὑπάρχοντα,
16. τίτανός τε καὶ κανθαρὶς καὶ ὁ θαλάττιος λαγωός·
17. ὧν τινὰ μὲν ἄχρι τῶν καθ’ ἧπαρ ἀνέρχεται χωρίων, ἔνια
18. δὲ καὶ μέχρι κύστεως καὶ θώρακος, ἐν τῷ τοσούτῳ διαστήματι 
1. τῆς φορᾶς τὸ πυρῶδες προσκτώμενα, ἀριστολοχία δὲ
2. καὶ ἴρις ἔτι καὶ τούτων αὐτῶν λεπτομερέστερά ἐστιν· καὶ
3. γὰρ καὶ ὑγρᾶς οὐσίας μᾶλλον τούτων μετέχει καὶ ἀερώδους,
4. δῆλον δ’ ἐκ τοῦ μήθ’ οὕτως εἶναι ξηρὰ καὶ κραῦρα μήθ’
5. οὕτως βαρέα καὶ διὰ τοῦτ’ ἐξέφυγε τὸ γένος τῶν δηλητηρίων.
6. καὶ μὲν δὴ καὶ ἡ κανθαρὶς ὀλίγη ποτὲ ληφθεῖσα καὶ
7. οἷς προσῆκε μιχθεῖσα πρὸς τῷ μηδὲν ἀδικεῖν τὴν κύστιν
8. ἔτι καὶ διακαθαίρει νεφροὺς, καὶ τά γε δραστικώτερα τῶν
9. οὐρητικῶν φαρμάκων ἔχει τι καὶ κανθαρίδος. ἀλλὰ περὶ μὲν
10. τῶν τοιούτων ἕτερος λόγος.

Cliquer un n° de page pour en afficher l’image