Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 4.2, ed. Kühn, 1826, vol. 11, p. 621-627. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:4.2

9. Οὕτω γὰρ εἴρηται κᾀκεῖνο πρὸς Ἱπποκράτους,
10. ἕλκεσι τὸ μὲν ψυχρὸν δακνῶδες, καίτοι γε τῷ δέρματι
11. πρὶν ἑλκωθῆναι δακνῶδες οὐκ ἦν. ἔστι δὲ καὶ ὀφθαλμοῖσι
12. καὶ μυκτῆρσι καὶ ἐν τῷ στόματι μέρεσι τοῦ ζώου,
13. δακνῶδες τὸ ψυχρόν. οὐχ ἥκιστα δὲ γαστρός τε καὶ ἐντέρων
14. τοῖς ἔνδον, ὥστε καὶ χαλεπὸν εἶναι διακρῖναι πολλάκις εἴτε
15. κατεψυγμένος τις, εἴτε καὶ διὰ χυμοῦ δριμύτητα δάκνοιτο,
16. συμβαίνει δὲ ταῦτα εὐλόγως· ἐπειδὴ γὰρ τὸ ψυχρὸν, ὧν ἂν
17. ψαύσῃ, συνάγει τε τὴν οὐσίαν αὐτῶν καὶ πυκνοῖ καὶ σφίγγει,
18. πρῶτον μὲν ἀναγκαῖον ἐν τῷδε τὰς λεπτὰς ὑγρότητας ἐκκρίνεσθαι,
1. καθάπερ ἐξ ὀφθαλμῶν μὲν τὸ δάκρυον, ἐκ δὲ τῶν
2. ῥινῶν τὴν κόρυζαν, ἔπειτα δὲ καὶ δακνῶδες αὐτοῖς φαίνεται,
3. καθ’ ἕτερον μὲν τρόπον τοῦ θερμοῦ. οὐ γὰρ τῷ διαβιβρώσκειν
4. τὸ συνεχὲς, ἀλλὰ τῷ διασπᾷν ἀνιαρόν θ’ ἅμα καὶ
5. δακνῶδες ὑπάρχει τὸ ψυχρὸν, ὅθεν οὐδὲ τοῖς σκληροῖς σώμασι
6. φαίνεται τοιοῦτον. ἐν γὰρ τῷ συνάγεσθαι καὶ θλίβεσθαι τὰ
7. μαλακὰ, τό θ’ ὑγρὸν αὐτῶν ἐκπιέζεσθαι συμβαίνει καὶ διασπᾶσθαι
8. τὰ μόρια, τὸ μὲν ὑγρὸν ὡς ἐν τῇ συναγομένῃ τε καὶ
9. πρὸς ἡμετέρων χειρῶν θλιβομένῃ σπογγιᾷ, τὸ διασπᾶσθαι δὲ
10. ὡς ἐν τοῖς διαιρουμένοις καὶ διασπωμένοις, εἴτ’ οὖν ὑφ’ ἡμῶν
11. ἑλκόντων ταῖς χερσὶν, εἴθ’ ὑπό τινος ἑτέρου. τοιοῦτον γάρ τι
12. καὶ τοῖς ἀραιοῖς τε καὶ μαλακοῖς σώμασιν ὑπὸ τοῦ ψυχροῦ
13. πάσχειν ἀναγκαῖον, ὑποδεχομένης μὲν εἴσω τὴν ψύξιν τῆς
14. ἀραιότητος ἑτοίμως, ἔτι δὲ ἑτοιμοτέρως τῶν ἐν τῷ βάθει
15. μορίων τῶν μαλακῶν ὑπ’ αὐτῆς πηγνυμένων. καθ’ ἕκαστον
16. οὖν τῶν πόρων εἰσιὸν τὸ ψυχρὸν ἐν τοῖς ἀραιοῖς σώμασιν,
17. οἷάπερ τά θ’ ἡλκωμένα πάντα ἐστὶ καὶ ὀφθαλμοὶ καὶ μυκτῆρες
18. καὶ στόμα καὶ τὰ κατὰ τὴν γαστέρα, ἐπιλαμβάνει πάντα
19. τῶν ψυχομένων σωμάτων τὰ μόρια καὶ τρόπον τινὰ πολλαῖς
1. ἐν κύκλῳ λαβαῖς αὐτὰ συνάγον καὶ πιλοῦν τῶν συνεχῶν
2. ἀποσπᾷ. χώρας οὖν ἀναγκαῖον ἐν τῷδε τῷ πάθει γίνεσθαι
3. κενὰς οὐκ ὀλίγας, οὐ μόνον τῷ τὰς λεπτὰς ὑγρότητας ἐκκρίνεσθαι
4. πιεζομένας, ἀλλὰ καὶ τῷ τὴν μαλακὴν οὐσίαν εἰς
5. ἐλάττονα τόπον συνάγεσθαι. χώραν δὲ κενὴν ἐν συνεχέσι
6. σώμασιν οὐκ ἐγχωρεῖ συστῆναι φυλαττομένης τῆς συνεχείας.
7. εἴπερ οὖν συνίσταται, δῆλον ὡς φθείρεται μὲν αὕτη, διασπᾶται
8. δὲ τὸ συνεχὲς σῶμα, κᾀν τούτῳ τὸ τῆς αἰσθήσεως ἀνιαρόν
9. τε ἅμα καὶ δακνῶδες ὑπαντᾷ πάθος, οὐ μὴν ἥ γε ποιότης
10. ἀμφοῖν ἡ αὐτὴ, τῶν τε διὰ τὸ ψύχειν δακνόντων ἐστὶν
11. καὶ τῶν διὰ τὸ θερμαίνειν, ἀλλ’ ἐπὶ μὲν τῶν προτέρων
12. εὐθέως καὶ τὸ συνάγεσθαί τε καὶ σφίγγεσθαι τὴν οὐσίαν
13. αἴσθησις ἡμῖν ἐστιν, ἐπὶ δὲ τῶν δευτέρων ἡ τοῦ διαλύεσθαί
14. τε καὶ χεῖσθαι. καὶ δὴ καὶ τὸ τάχος οὐχ ὅμοιον ἐπ’ ἀμφοτέρων
15. τῶν παθῶν, ἀλλ’ ἐπὶ μὲν τῶν ψυχόντων βραδύνει πως μᾶλλον
16. ἡ δῆξις, ἐπὶ δὲ τῶν θερμαινόντων ὠκύτατα διεξέρχεται.
17. ὁπότ’ οὖν αὐτάρκως ἤδη διώρισται καὶ τῇ φύσει τῶν πραγμάτων
18. αὐτῇ καὶ τῇ πρὸς ἡμᾶς αἰσθήσει, καὶ λέλεκται σαφῶς 
1. ὅπως μὲν τὸ θερμὸν, ὅπως δὲ τὸ ψυχρὸν δακνῶδες φαίνεται.
2. χρὴ μὲν δήπου καὶ λογίζεσθαί τινα καὶ πρὶν ἀκοῦσαι παρ’
3. ἡμῶν, ὡς τῶν δακνόντων φαρμάκων τὰ μὲν θερμὰ ταῖς δυνάμεσιν
4. ἀναγκαῖον εἶναι, τὰ δὲ ψυχρά. καὶ παρ’ ἡμῶν δὲ ἐπιμαθεῖν
5. ἐστι τοὺς διορισμοὺς αὐτῶν ἀκριβῶς, ἀναμνησθέντας
6. πρότερον ὡς καὶ τὸ πόμα καὶ τὸ βαλανεῖον, ὅταν εὐκράτως
7. ἔχῃ, θερμὰ λέγομεν, ἐνίοτε καταχρώμενοι τῇ προσηγορίᾳ.
8. εὔκρατα γὰρ ἐχρῆν αὐτὰ λέγεσθαι καὶ σύμμετρα μᾶλλον ἢ
9. θερμά. τὰ μὲν οὖν οὕτω θερμὰ προσηνῆ τ’ ἐστὶ καὶ φίλια.
10. διαχεῖται γὰρ ἡμῶν τὸ συνεστός τε καὶ πεπηγὸς ἐν τοῖς σώμασιν,
11. ἐν ᾧ μάλιστα πάθει τὸ ἥδεσθαι τοῖς ζώοις ἐστίν· χρονίζοντα
12. δὲ καὶ ταῦτα κατ’ ὀλίγον ἀνιαρὰ γίνονται. μεταπίπτει
13. γὰρ εἰς ἀμετρίαν οὕτω γε χύσεως ὡς καὶ διαφορεῖσθαι καὶ
14. διαλύεσθαι καὶ σκεδάννυσθαι τὴν οὐσίαν ἡμῶν. ἀλλὰ κᾀν
15. τούτῳ χωρὶς τοῦ δάκνειν ἀνιᾷ, λειποψυχίαν τε ἐμποιοῦντα
16. καὶ κατάπτωσιν δυνάμεως, ὥστε καὶ τὸν θάνατον ἕπεσθαι.
17. τὰ δ’ ἔτι μᾶλλον τῶνδε θερμὰ τέμνει καὶ διαιρεῖ καὶ διίστησι
18. τὴν οὐσίαν, ὥστ’ ἐξ ἀνάγκης δακνώδη φαίνεσθαι, καθάπερ
1. καὶ τὸ ζέον ὕδωρ καὶ τὸ πῦρ αὐτό. καὶ τῶν ψυχρῶν δὲ
2. κατὰ τὸν αὐτὸν τρόπον ὅσα μὲν συνάγει, οὔπω δὲ διασπᾷ τὸ
3. συνεχὲς τοῦ πλησιάζοντος σώματος, ψυχρὰ μόνον ἐστὶν, οὐ
4. μὴν ἤδη γέ πως δακνώδη. τὰ δὲ πρὸς τῷ συνάγειν διασπῶντα,
5. βιαίως δὲ δηλονότι πάντα τὰ τοιαῦτα κέχρηται τῇ πιλήσει,
6. δακνώδη φαντάζεται. τὸ μὲν οὖν συνάγειν τε καὶ πηγνύειν
7. τὴν ὑποβεβλημένην ὕλην ἴδιον ἀεὶ τοῦ ψυχροῦ· τὸ δὲ διαχεῖν
8. τε καὶ τήκειν τοῦ θερμοῦ, κοινὸν δ’ ἀμφοῖν ἀμετρότερα
9. αὐξηθέντων τὸ δάκνειν. ὅσα μὲν οὖν ἀκριβῶς ἐστι ψυχρὰ
10. καὶ θερμὰ, πρὸς τοῖς ἄλλοις ἅπασιν οἷς ἔμπροσθεν εἴπομεν
11. ἀραιοῖς τε καὶ μαλακοῖς μέλεσιν, ἤδη καὶ τοῦ δέρματος ἡμῶν
12. ἅπτεται. μέμνημαι δ’ ἐγώ ποτε διὰ χιόνος ὁδοιπορήσας οὕτω
13. πολλῆς, ὡς μηδὲν τῆς γῆς φαίνεσθαι γυμνόν· ἦν δὲ καθαρὸς
14. ὁ ἀὴρ ἀκριβῶς φαινόμενος καί τι πνεῦμα τῆς χιόνος ἀπέπνει,
15. ψυχρότατον οὕτως, ὡς οὐ τοὺς ὀφθαλμοὺς μόνους δάκνειν ἢ
16. καὶ τοὺς μυκτῆρας, ἀλλὰ καὶ τὸ πρόσωπον ὅλον. εἰ δὲ καὶ
17. χεῖρά τις ἔξω προὔβαλε, καὶ ταύτης ὁμοίως ἁπτόμενον. ὅσα
18. δ’ ἀπολείπεται τῆς ἄκρας ψύξεως ἢ θερμότητος, οὐ δάκνει τὸ
1. δέρμα, τὰ μὲν ψύχοντα μήτε διασπᾶσθαί τι τῆς συνεχείας
2. αὐτοῦ δυνάμενα διὰ τὴν σκληρότητα, μήτ’ εἰς τὸ βάθος ἐνδῦναι
3. φθάνοντα τῇ πυκνώσει τῆς ἐπιφανείας· τὰ δὲ θερμαίνοντα
4. τῷ τε μὴ διαβιβρώσκειν, ἀλλὰ διαχεῖν μόνον, τῷ τε
5. διεξέρχεσθαι τοὺς πόρους ἐνίοτε ἑτοίμως. μέγιστον δ’ εἰς τὰ
6. τοιαῦτα παθήματα συμβάλλεται τὸ τῆς οὐσίας τῶν φαρμάκων
7. ἤτοι παχυμερὲς ἢ λεπτομερές. ἐπὶ μὲν γὰρ τῶν ψυχόντων
8. τὰ λεπτομερῆ μᾶλλον ἐξικνεῖται πρὸς τὸ βάθος, καὶ διὰ
9. τοῦτο δάκνει σφοδρότερον· ἐπὶ δὲ τῶν θερμαινόντων τὰ
10. παχυμερῆ μᾶλλον ἑλκοῖ καὶ διὰ τοῦτο ἀνιᾷ βιαιότερον. λεπτομερέστερον
11. μὲν οὖν ὁ ἀὴρ, παχυμερέστερον δὲ γῆ, μεταξὺ δ’
12. ἀμφοῖν τὸ ὕδωρ. ἀλλ’ ἀὴρ μὲν ἐκπυρωθεὶς φλὸξ γίγνεται,
13. γῆ δὲ ἄνθραξ, τὸ δ’ ὕδωρ δέχεται μὲν ἰσχυρὰν θερμασίαν,
14. ἀλλ’ οὔτε φλὸξ οὔτ’ ἄνθραξ γίνεται, διὰ τὴν σύμφυτον ὑγρότητα.
15. φλὸξ μὲν γὰρ καὶ ἄνθραξ εἴδη πυρός. ἅπαν δὲ
16. πῦρ ἐστιν θερμὸν καὶ ξηρὸν, οὐκ ἐγχωρεῖ δὲ τῷ ὕδατι γενέσθαι
17. ξηρῷ καὶ διὰ τοῦτο, οὐ δέχεται τὴν τοῦ πυρὸς ἀκριβῶς
18. ποιότητα, καθάπερ ἡ γῆ τε καὶ ὁ ἀήρ· φάρμακον μὲν οὖν
1. οὐδὲν οὕτω θερμόν ἐστιν ὡς φλὸξ ἢ ἄνθραξ ἢ ζέον ὕδωρ,
2. ἀλλὰ κᾂν θερμότατον ᾖ, πάντως ποῦ γοῦν τούτων ἀπολείπεται
3. πάμπολυ. μέχρι μέντοι τοῦ καίειν ἡ θερμότης αὐτῶν
4. προέρχεται, ὅταν ἐν οὐσίᾳ περιέχηται παχυμερεῖ. τὰ δ’ ἐν
5. ταῖς λεπτομερέσιν ἐνίοτε μὲν οὐδὲ δάκνει τὴν ἀρχὴν, ἀλλὰ
6. θερμαίνει μόνον. ἔστι δ’ ὅτε δακνῶδες μέν ἐστιν, οὐ μὴν
7. ἤδη καὶ καίει.

Cliquer un n° de page pour en afficher l’image