11. Ὁ δὲ πικρὸς χυμὸς ὅτι τοῖς ξηροῖς τῇ κράσει
12. σώμασι συνυπάρχει κᾀκ τοῦ δυσσηπτότατα πάντων εἶναι
13. τὰ πικρὰ καὶ ἥκιστα σκώληκάς τε καὶ ἄλλ’ ἄττα ζῶα
14. γεννᾷν, οἷα δὴ πέφυκεν ἐν ῥίζαις καὶ βοτάναις καὶ καρποῖς
15. σηπομένοις ἐγγίγνεσθαι πάρεστι συλλογίσασθαι. μάλιστα
16. γὰρ ὁρῶμεν ἐν τοῖς ὑγροῖς σώμασι καὶ σκώληκας καὶ σηπεδόνας
17. ἐγγιγνομένας. τὰ δ’ ἀκριβῶς πικρὰ, καλῶ δ’ οὕτως
18. ὅσα μηδεμιᾶς ἑτέρας ποιότητος αἰσθητῆς μετέσχηκεν, ἅπασι
ㅤ
1. σχεδὸν τοῖς ζώοις, οὐκ ἀνθρώποις μόνοις, ἐστὶν ἄβρωτα, τῷ
2. πᾶν μὲν ζῶον ὑγρὸν ἢ μᾶλλον ἢ ἧττον ὑπάρχειν, ξηρὰ δ’
3. εἶναι τὰ πικρὰ, τέφρᾳ καὶ κονίᾳ παραπλήσια. οὔτ’ οὖν τέφραν
4. ἢ κονίαν ἢ αἰθάλην ἢ τίτανον ἐσθίει ζῶον οὐδὲν
5. οὔτε τῶν ἀκριβῶς πικρῶν. ἀψίνθιον μὲν γὰρ οὐ πικρὸν
6. μόνον, ἀλλὰ καὶ στρυφνόν ἐστιν, ἡ θάλαττα δ’ ἁλμυρὰ μᾶλλον
7. ἢ πικρὰ καὶ πλείστου μετέχουσα τοῦ ποτίμου, καθάπερ
8. καὶ Ἀριστοτέλει πάλαι τοῦθ’ ἱκανῶς ἐπιδέδεικται. τὸ
9. δὲ τῆς ἐν Παλαιστίνῃ Συρίᾳ λίμνης ὕδωρ, ἣν ὀνομάζουσιν
10. οἱ μὲν θάλασσαν νεκρὰν, οἱ δὲ λίμνην ἀσφαλτῖτιν, ἔστι μὲν
11. καὶ γευομένοις οὐχ ἁλυκὸν μόνον, ἀλλὰ καὶ πικρόν. ἔχει
12. δὲ καὶ τοὺς ἐξ ἑαυτοῦ γεννωμένους ἅλας ὑποπίκρους ὁμοίως
13. καὶ κατὰ τὴν ὄψιν εὐθὺς ἅμα πάσης θαλάσσης λευκότερόν
14. τε καὶ παχύτερον φαίνεται, ἅλμῃ κατακορεῖ προσεοικὸς,
15. εἰς ἣν οὐδ’ ἂν ἐμβάλῃς ἅλας, ἔτι τακήσονται, πλεῖστον
16. γὰρ τούτων μετέχει. καὶ εἴ τις εἰς αὐτὴν καταδὺς ἀνακύψειεν,
17. ἄχνην ἁλῶν ἂν εὐθέως κύκλῳ περὶ πᾶν ἴσχει τὸ
18. σῶμα, καὶ διὰ τοῦτό τε βαρύτερόν ἐστι τῆς ἄλλης θαλάττης
ㅤ
1. τὸ ὕδωρ ἐκεῖνο τοσοῦτον ὅσον ἡ θάλαττα τῶν ποταμῶν.
2. ὥστ’ οὐδ’ εἰ βούλοιο κατὰ τοῦ βάθους καθεὶς ἑαυτὸν φέρεσθαι
3. κάτω, δυνηθείης ἄν· οὕτως ἐξαίρει τε καὶ κουφίζει
4. τὸ ὕδωρ, οὐχ ὡς φύσει κοῦφον ὑπάρχον, ὅπερ ἤδη τις εἷπε
5. τῶν παλαιῶν σοφιστῶν, ἀλλ’ ὡς Ἀριστοτέλης ἔλεγε, διὰ βαρύτητα
6. δίκην πηλοῦ βαστάζον τὰ κουφότερα. ㅤκαὶ κατὰ
7. τοῦτό γέ τοι καὶ εἰ συνδήσας ἀνθρώπου τὼ χεῖρε καὶ τὼ
8. πόδε μεθείης εἰς τὸ τῆς λίμνης ἐκείνης ὕδωρ, οὐκ οἰχήσεται
9. κάτω. καὶ μὲν δὴ καὶ ὡς ἐν τῇ θαλάττῃ πλείονα φορτία
10. τῶν ἐν ταῖς λίμναις τε καὶ ποταμοῖς βαστάζει τὰ πλοῖα
11. μὴ βυθιζόμενα, κατὰ τὸν αὐτὸν τρόπον ἐν τῇ νεκρᾷ λίμνῃ
12. πολλαπλάσια τῶν ἐν τῇ θαλάττῃ. τοσούτῳ γάρ ἐστιν τὸ
13. κατ’ αὐτὴν ὕδωρ τοῦ θαλαττίου βαρύτερον ὅσον τὸ θαλάττιον
14. τοῦ λιμναίου τε καὶ ποταμίου. πρόσεστι γὰρ ἡ
15. τῶν ἁλῶν οὐσία, γεώδης τε καὶ βαρεῖα. καί σοι καὶ αὐτῷ
16. γεννῆσαι θάλατταν ἔξεστιν, ἅλας ὕδατι ποτίμῳ διατήξαντι
17. καὶ γνῶναι πόσῳ βαρύτερον ἀποτελεῖται τὸ τοιοῦτο ὕδωρ
18. τοῦ γλυκέος. ἀλλὰ καὶ μέτρον ἤδη τι πεποίηνται τοῦ τὴν
ㅤ
1. ἅλμην εὔκρατον ὑπάρχειν εἰς τὰς ταριχείας, εἰ φαίνοιτο κατ’
2. αὐτὴν ἐπιπλέον ὠὸν, ὡς ἔτι γε καταφερομένου καὶ μήπω
3. περὶ τὴν ἐπιφάνειαν τῆς ἅλμης ἐννηχομένου μᾶλλον ὑδατώδης
4. ἐστὶ καὶ γλυκεῖα. δεινῶς δ’ ἁλμυρὰ γίνεται τοσούτων
5. ἐμβληθέντων ἁλῶν, ὡς μηκέτ’ ἐγχωρεῖν ἐπιτήκεσθαι
6. τοὺς ἐπεμβαλλομένους. καὶ τοῦτό σοι στήσαντι τὸ ὕδωρ
7. ἁπάντων ὑδάτων εὑρεθήσεται βαρύτερον. ὥστ’ ἔγωγέ ποτε
8. μάταιον ἀπέδειξα τοῦ πλουσίου τὴν φιλοτιμίαν, ἐκ τῆς νεκρᾶς
9. θαλάττης τοσοῦτο ὕδωρ κομίσαντος εἰς Ἰταλίαν, ὡς
10. πληρῶσαι δεξαμενήν. ἑτοίμως γὰρ ἐποίησα ταὐτὸ, ἅλας παμπόλλους
11. ἐμβαλὼν ὕδατι ποτίμῳ. μᾶλλον δ’ ἂν ἔτι βαρύτερον
12. ἐργάσαιο τὸ τοιοῦτο ὕδωρ, εἰ τήξας τοὺς ἅλας ὡς πλείστους
13. ὑπὸ κυνὸς ἐπιτολὴν, ἡνίκα μάλιστα θάλπος ἐστὶ σφοδρότατον,
14. ἐάσαις ἐξοπτηθῆναι, παραπλησίως τῷ κατὰ τὴν
15. ἀσφαλτῖτιν λίμνην. οὕτω γὰρ ἔσται καὶ τοῦτο βαρὺ τὸ ὕδωρ
16. ὡς ἐκεῖνο. καὶ εἰ ἐνδήσειας ἢ ἄνθρωπον ἢ ὁτιοῦν ἄλλο
17. ἐμβάλλοις ζῶον εἰς αὐτὸ, παραπλησίως τοῖς πλοίοις ἐποχήσεται
18. τῷ ὕδατι. καὶ μὲν δὴ ㅤκαὶ πικρότερον εὐθὺς ἔσται
ㅤ
1. τὸ τοιοῦτο ὕδωρ, ὡς εἰ καὶ καθεψεῖν ὑπὸ πυρὸς αὐτὸ βουληθείης·
2. ὅ τι γὰρ ἂν ἁλυκὸν ἐπὶ πλέον ἐκθερμήνῃς, ἔσται
3. σοι πικρόν. οὕτω γοῦν καὶ αὐτὸ τὸ τῆς ἀσφαλτίτιδος λίμνης
4. ὕδωρ ἐν κοίλῳ καὶ θερμῷ χωρίῳ περιεχόμενον ἐξοπτώμενόν
5. θ’ ὑπὸ τοῦ ἡλίου γίγνεται πικρόν. διὰ τοῦτό
6. γέ τοι καὶ τοῦ θέρους μᾶλλον ἢ χειμῶνός ἐστι πικρόν.
7. καὶ εἰ ἀρυσάμενος αὐτοῦ τι καταθείης ἐν ἀγγείῳ κοίλῳ
8. καὶ προσηλίῳ χωρίῳ, καθάπερ καὶ ἡμεῖς ἐποιήσαμεν ὥρᾳ
9. θέρους, αὐτίκα μάλα πικρότερον αὐτοῦ φαίνεταί σοι γεγονός.
10. ἀλλὰ ταῦτα μὲν ἅπαντα τοῖς ὀλίγον ἔμπροσθεν ὑπὲρ
11. τῆς τοῦ πικροῦ γενέσεως εἰρημένοις ἱκανῶς μαρτυρεῖ. οὗ δ’
12. ἕνεκεν ὁ λόγος ἐπὶ τὴν ἀσφαλτῖτιν ἐξετράπετο λίμνην, οὔπω
13. μοι πᾶν λέλεκται. φαίνεται γὰρ ἐν ἐκείνῳ τῷ ὕδατι μήτε
14. ζῶον ἐγγιγνόμενόν τι μήτε φυτὸν, ἀλλὰ καὶ τῶν εἰς αὐτὴν
15. ἐμβαλόντων ποταμῶν ἀμφοτέρων, μεγίστους καὶ πλείστους
16. ἐχόντων ἰχθύας, καὶ μάλιστα τοῦ πλησίον Ἰεριχοῦντος, ὃν
17. Ἰορδάνην ὀνομάζουσιν, οὐδ’ εἷς τῶν ἰχθύων ὑπερβαίνει τὰ
18. στόματα τῶν ποταμῶν. κἂν εἰ συλλαβὼν δέ τις αὐτοὺς
19. ἐμβάλοι τῇ λίμνῃ, διαφθειρομένους ὄψεται ταχέως· οὕτως τ’
ㅤ
1. ἀκριβῶς πικρὸν ἅπασίν ἐστι καὶ ζώοις καὶ φυτοῖς πολέμιον,
2. αὐχμῶδές τε καὶ ξηρὸν καὶ τὴν φύσιν οἷόν περ αἴθαλος ὑπὸ
3. τῆς κατοπτήσεως γεγενημένον. καίτοι γε οὐδὲ τὸ τῆς λίμνης
4. ἐκείνης ὕδωρ ἀκριβῶς ἐστι πικρὸν, ὅτι μηδ’ οἱ ἅλες
5. αὐτοὶ, προσαγορεύουσι δ’ αὐτοὺς Σοδομηνοὺς ἀπὸ τῶν περιεχόντων
6. τὴν λίμνην ὀρῶν ἃ καλεῖται Σόδομα, καὶ χρῶνται
7. πολλοὶ τῶν περιοίκων εἰς ὅσα περ ἡμεῖς τοῖς ἄλλοις ἁλσί.
8. δύναμις δ’ αὐτῶν οὐ ξηραντικὴ μόνον ἐπὶ μᾶλλόν ἐστι τῶν
9. ἄλλων ἁλῶν, ἀλλὰ καὶ λεπτυντικὴ, διότι μᾶλλον τῶν ἄλλων
10. ἐξώπτηνται. πᾶσι μὲν γὰρ τοῖς ἁλσὶν ὑπάρχει τι καὶ
11. στυπτικὸν ἀμυδρὸν, ᾧ δὴ καὶ σφίγγουσι καὶ πιλοῦσι τὰ
12. ταριχευόμενα τῶν κρεῶν καὶ μάλισθ’ ὅταν ὦσι χόνδροι τε
13. καὶ δύσθραυστοι. ㅤτοιοῦτοι δ’ εἰσὶν ἀκριβέστατοι μὲν
14. οἱ πλεῖστοι τῶν ὀρυκτῶν, ἧττον δ’ αὐτῶν οἵ τ’ ἐκ τῆς
15. θαλάττης καὶ πολλαχόθι τῆς γῆς ἐξ ὑδάτων ἐλαφρῶν ἀναξηρανθέντων
16. γεννώμενοι. τρίτοι δ’ ἐπὶ τούτοις ὑπάρχουσιν
17. οἱ ὀρυκτοὶ, ῥύπτειν μᾶλλον ἢ στύφειν τε καὶ συνάγειν πεφυκότες.
18. ἐγγὺς δὲ τούτων εἰσὶ κατὰ τὴν δύναμιν οἱ Σοδομηνοὶ
ㅤ
1. χόνδροι μὲν ὄντες ὁμοίως τοῖς θαλαττίοις, ἀλλὰ διὰ
2. τὴν ἀναμεμιγμένην αὐτοῖς πικρότητα ῥυπτικώτεροί τε καὶ
3. διαφορητικώτεροι τῶν ἐκ τῆς θαλάττης ὑπάρχοντες. οὕτω
4. δὲ δὴ καὶ τὸ νίτρον αὐτὸ καὶ ἀφρὸς αὐτοῦ καὶ τὸ συνθέτῳ
5. προσηγορίᾳ καλούμενον ἀφρόνιτρον ἔτι μᾶλλον τῶν ἄλλων
6. πέφυκε ῥύπτειν, ὡς ἂν ἥκιστα μὲν στύφοντα, πικρὰ δ’ ἀκριβῶς
7. ὑπάρχοντα.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 4.20, ed. Kühn, 1826, vol. 11, p. 689-695. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:4.20
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩