17. Ἐπεὶ δὲ περὶ τῶν χυμῶν ἁπάντων εἴρηται
18. τὰ εἰκότα, λείποιτ’ ἂν ἔτι καὶ περὶ τῶν ἀτμῶν εἰπεῖν. ἐπὶ
ㅤ
1. τούτῳ γὰρ τῷ γένει τῶν αἰσθητικῶν τὴν τῆς ὀσμῆς αἴσθησιν
2. ἡ φύσις ἐδημιούργησεν. οἱ μὲν δὴ πλεῖστοι τοῖς
3. χυμοῖς αὐτοῖς ὁμοίως ἡμᾶς διατιθέασιν. τά τε γὰρ ὀξέα
4. πάντα καὶ πρὸ τούτων ὄξος αὐτὸ τὴν ὄσφρησίν τε καὶ τὴν
5. γεῦσιν ὡσαύτως κινεῖ, τά τε δριμέα, καθάπερ σκόροδα καὶ
6. κρόμμυα, καὶ ταῦτ’ οὐδὲν ἧττον τῆς γεύσεως ἀνιᾷ τε καὶ
7. δάκνει τὴν ὄσφρησιν. οὕτω δὲ καὶ καθ’ ἕκαστον τῶν ἄλλων
8. ὁμοία σχεδὸν ἡ τῆς ὀσμῆς αἴσθησίς ἐστι τῇ τῆς γεύσεως,
9. ὥστε ἐνίων σωμάτων οὐδὲ γευσάμενοί ποτε, καθάπερ τῆς
10. κόπρου, γιγνώσκομεν τὴν ποιότητα, καὶ κατὰ τοῦτό γε
11. ㅤτὴν ἀρχὴν οὐδ’ ἐπιχειροῦμεν γεύεσθαι, τῷ πάνυ σφόδρα
12. πιστεύειν τῇ ὀσφρήσει. καὶ μέντοι καὶ τῶν εὐωδῶν ἐδεσμάτων
13. ὅσα διασαπέντα κατὰ τὴν ὀσμὴν ἡμᾶς ἀνιᾷ, καὶ
14. ταῦτ’ εὐθέως ἀποῤῥιπτοῦμεν, οὐδ’ ἐπιχειροῦντες γεύεσθαι, καὶ
15. σχεδὸν ἐπὶ πάντων ὁμολογοῦσιν ἀλλήλαις ὄσφρησίς τε καὶ
16. γεῦσις. ἐπὶ μέντοι τῶν ἡδίστων, οἷά περ καὶ τὰ ῥόδα, διαφέρουσί
17. τε καὶ πάμπολυ διεστήκασιν. οὐ μόνον γὰρ οὐχ
18. ἡδέα γευομένοις ἐστὶν, ἀλλὰ καὶ πικρότητος οὐκ ὀλίγον
ㅤ
1. ἐμφαίνει. καίτοι τόγε πικρὸν οὐδέποτ’ ἦν εὐῶδες οὐδ’ ὡς
2. φάρμακον, οὐδ’ ὡς τροφὴ ἡμῖν ἡδύ. τίς οὖν ἡ τῆς διαφωνίας
3. ταύτης αἰτία, διὸ καὶ Θεόφραστος μὲν ἐζήτησεν, ἄμεινον
4. δ’ ἴσως καὶ ἡμᾶς ὅσα γιγνώσκομεν ὑπὲρ αὐτῆς εἰπεῖν. ἡ
5. τοῦ πικροῦ γένεσις χυμοῦ ἐκ τῶν γλυκέων ὑπὸ θερμότητος
6. λεπτυνομένων ἐφαίνετο συνίστασθαι καὶ εἶναι δηλονότι
7. θερμότερά τε καὶ λεπτομερέστερα τῇ κράσει τὰ πικρὰ τῶν
8. γλυκέων, ἀλλὰ καὶ ἡ τῆς ὀσμῆς αἴσθησις ἔν τε ταῖς κοιλίαις
9. αὐταῖς γίγνεται τοῦ ἐγκεφάλου, καθότι καὶ δέδεικταί μοι
10. περὶ τούτων ἑτέρωθι, καὶ οὐσία τῶν ὀσφρητῶν ἀτμώδης
11. ἐστί. τὰ γὰρ ἀποῤῥέοντα τῶν σωμάτων ἀναμιγνύμενα τῷ
12. περιέχοντι, κᾄπειτα διὰ τῆς κατὰ τὰς ῥῖνας εἰσπνοῆς εἰς
13. τὸν ἐγκέφαλον ἐνεχθέντα, κινεῖ τὴν αἴσθησιν. εὐλόγως οὖν
14. ὅσα μὲν ὀσμώδη πάντα καὶ θερμά· τὸ γὰρ τῶν ἀτμῶν
15. πλῆθος ἐπὶ θερμότητι· οὐ μὴν εὐθὺς καὶ πᾶν ὀσμῶδες ἡδὺ,
16. διότι μηδ’ οἰκεῖόν ἐστιν ἅπαν τοῦ κατὰ τὰς κοιλίας τοῦ
17. ἐγκεφάλου πνεύματος. ὥσπερ γὰρ τῶν προσπιπτόντων τῇ
ㅤ
1. γλώττῃ χυμῶν οἱ μὲν οἰκειότατοι γλυκεῖς ἦσαν, οἱ δ’ οὐκ
2. οἰκεῖοι πολλὰς ἐκέκτηντο διαφορὰς, οὕτω καὶ τῶν ἀτμῶν
3. οἱ μὲν οἰκεῖοι τῷ κατὰ τὸν ἐγκέφαλον πνεύματι φίλιοί τ’
4. εἰσὶ καὶ ἡδεῖς, οἱ δ’ οὐκ οἰκεῖοι διαφέρουσι μὲν ἀλλήλων
5. οὐκ ὀλίγαις διαφοραῖς, ὀνόματα δ’ αὐταῖς ἁπάσαις οὐ κεῖται
6. καθάπερ ἐπὶ τῶν χυμῶν. ὀξεῖαν μὲν γάρ τινα καὶ δριμεῖαν
7. ὀσμὴν ἔχειν τόδε τί φαμεν, αὐστηρὰν δὲ ἢ στρυφνὴν ἢ ἁλυκὴν,
8. ἢ πικρὰν οὐκέτι λέγομεν, ἀλλ’ εἰς δύο ㅤταύτας ἀνάγομεν
9. προσηγορίας τὰ πλεῖστα τῶν ὀσφρητῶν, εὐώδη τε καὶ
10. δυσώδη προσαγορεύοντες· εὐώδη μὲν ἀνάλογον τοῖς πρὸς
11. τὴν γλῶτταν γλυκέσι, δυσώδη δὲ τοῖς μὴ γλυκέσιν. ἀνώνυμον
12. γὰρ, ὅσον ἐπί γε τῶν χυμῶν ἐστιν, ἑνὶ προσρήματι τὸ
13. τούτων γένος. ἔοικε δὲ τῶν οὐκ ὀσμωδῶν σωμάτων ἤτοι
14. παντελῶς ὀλίγον ἀποῤῥεῖν, ἢ τοῖς ὄγκοις ἀσύμμετρον, ὡς
15. ἐπὶ τῶν ἀκριβῶς ἁλυκῶν καὶ στρυφνῶν. ἀκριβῶς δ’ ὅταν εἴπω
16. τι τοῖον ἢ τοῖον ὑπάρχειν, εἰλικρινὲς καὶ ἄμικτον αὐτὸ, καθόσον
17. οἷόν τε ποιότητος ἑτέρας εἶναι φημί. παχυμερής τε
18. γὰρ ἀμφοῖν ἡ οὐσία καὶ πρὸς τούτῳ ψυχρὰ τῶν στρυφνῶν,
ㅤ
1. ὥστ’ εἰκὸς καὶ τὸ ἀποῤῥέον αὐτῶν ὀλίγον τε εἶναι καὶ παχὺ
2. καὶ οἷον γεῶδες τοῖς ὄγκοις, καὶ διὰ τοῦτο μηδ’ ἐμπίπτειν
3. ἐν ταῖς ἀναπνοαῖς εἰς τὸν ἐγκέφαλον.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 4.22, ed. Kühn, 1826, vol. 11, p. 696-700. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:4.22
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩