Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 4.23, ed. Kühn, 1826, vol. 11, p. 700-703. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:4.23

4. Ὅθεν οὐδ’ ἀσφαλὲς ἐξ ὀσμῆς τεκμαίρεσθαι
5. περὶ τῆς κράσεως τῶν αἰσθητῶν, ὥσπερ ἐκ τῆς γεύσεως.
6. τὰ μὲν γὰρ ἄοσμα παχυμερῆ ταῖς οὐσίαις, ἀλλ’ οὔπω
7. δῆλον ὅπως ἔχῃ θερμότητος καὶ ψύξεως, τὰ δ’ ὀσμώδη
8. λεπτομερῆ τέ πώς ἐστι καὶ θερμά. τὸ μέντοι ποσὸν τῆς
9. λεπτομερείας ἢ τῆς θερμότητος οὐκέτ’ ἐνδείκνυται. τὸ δὲ
10. δὴ μέγιστον ἅπασι τοῖς ὀσμώδεσιν εἰς τὸ μηδὲν ἐνδείκνυσθαι
11. σαφὲς ὑπὲρ τῆς κράσεως ἡ ἀνωμαλία τῆς οὐσίας ἐστὶν,
12. ὑπὲρ ἧς εἴρηταί μοι πολλάκις ἤδη, δεικνύοντι τὰ πλεῖστα
13. τῶν σωμάτων ἀνομοιομερῆ ταῖς ὑποστάσεσιν ὑπάρχοντα.
14. λεχθήσεται δὲ καὶ νῦν ἕνεκα σαφηνείας ἕν τι παράδειγμα.
15. τὸ ῥόδον τοίνυν οὐ ταύτῃ μόνον ἀνομοιομερές
16. ἐστιν, ᾗ τὸ μέν τι περιέχον ἐν αὐτῷ, τὸ δέ τι περιεχόμενόν
17. ἐστι, περιέχον μὲν τὸ σκληρὸν καὶ γεῶδες, ἐν τούτῳ δὲ περιεχόμενος
1. ὑγρός τις χυλός. ἀλλ’ ὅτι καὶ αὐτοῦ τοῦ χυλοῦ
2. τρία περιττώματα, καθότι καὶ πρόσθεν ἐδείκνυμεν, ἀναγκαῖον
3. ὑπάρχειν, ἓν μὲν γεῶδες, οἷόν περ ἐν τοῖς οἴνοις ἡ τρὺξ,
4. ἕτερον δὲ ἀερῶδες, ἀνάλογον δὲ καὶ τοῦτο τῷ κατὰ τοὺς
5. οἴνους ἄνθει, τὸ τρίτον ὑδατῶδες, ὅπερ ἐν ἅπασι τὴν ζέσιν
6. αὐτῶν ἔφαμεν ἐργάζεσθαι· καὶ τὴν φθορὰν, ἐπειδὰν μὲν μὴ
7. κρατηθῇ μηδ’ ἀλλοιωθῇ τελέως ἐν τῷ χρόνῳ τῆς ζέσεως.
8. ἕνεκά γε τοιούτου τοῦ περιττώματος ἔνιοι μὲν ἑψήσαντες
9. ἀποτίθενται τοὺς χυλοὺς, ἔνιοι δ’ ἐν ἡλίῳ σφοδρῷ προξηράναντες.
10. ἕνεκα μὲν γὰρ τοῦ γεώδους τε καὶ ἀερώδους οὐ πάνυ
11. τι δεδίασι φθαρῆναι τοὺς χυλοὺς, ὁρῶντες αὐτὰ καὶ διακρινόμενα
12. καὶ δύσσηπτα ταῖς οὐσίαις ὑπάρχοντα, διότι καὶ
13. ξηρὰ ταῖς κράσεσιν. ἀλλὰ περὶ μὲν τούτων ἱκανῶς εἴρηται
14. πρόσθεν. ἐν δὲ τῇ τοῦ ῥόδου φύσει τὸ μέν ἐστι στρυφνὸν
15. γευομένοις, ὅπερ ἀναγκαῖον εἶναι γεῶδές τε καὶ παχυμερὲς
16. καὶ ψυχρὸν, ἕτερον δὲ πικρὸν, ὃ δὴ λεπτομερές τ’ ἐστὶ καὶ
17. θερμὸν, καὶ τρίτον ἐπὶ τούτοις τὸ ὑδατῶδες, ψυχρὸν μὲν ἐξ
18. ἀνάγκης, ἀλλ’ ἐν τῇ κατὰ τὸ λεπτομερές τε καὶ παχυμερὲς
1. ἀντιθέσει μέσον πως ὑπάρχον τῶν ἄκρων, οὗ τῇ μίξει καὶ τὸ
2. στρυφνὸν καὶ τὸ πικρὸν οὐκ ἔστιν ἄκρως τοιοῦτον ἑκάτερον
3. οἷόν περ λέγεται· πάσας γὰρ ἐκλύει τὰς ποιότητας ἡ
4. τοῦ ὑδατώδους ἐπιμιξία. τοῦτ’ οὖν αὐτὸ τὸ ὑδατῶδες ἔοικέ
5. πως ἤδη τε καὶ κατειργάσθαι καὶ λελεπτύνθαι καὶ τεθερμάνθαι,
6. καὶ διὰ τοῦτο ῥᾳδίως εἰς ἀτμοὺς ἄγεσθαι καὶ ταύτῃ
7. τὸ ῥόδον ὀσμῶδές τε εἶναι καὶ ξηραίνεσθαι τάχιστα. καὶ
8. ταῦθ’ ὑπὲρ αὐτοῦ πάντα διὰ μὲν τῆς γεύσεως ἔνεστι τεκμήρασθαι,
9. διὰ δὲ τῆς ὀσμῆς οὐχ οἷόν τε τῷ μήθ’ ὁμοίως
10. ἀτμίζειν ἅπαντ’ αὐτοῦ τὰ μόρια μήθ’ ὁμοίως κινεῖν τὴν
11. αἴσθησιν. ἐπὶ δὲ τῆς γεύσεως ἅπανθ’ ὁμοίως τὰ μόρια τῶν
12. γευστῶν σωμάτων προσπίπτει τῇ γλώττῃ καὶ κινεῖ τὴν αἴσθησιν
13. ἕκαστον αὐτῶν κατὰ τὴν ἑαυτοῦ φύσιν, ὥστ’ οὐκ
14. ἀσφαλὲς, ὡς εἴρηται, περὶ τῆς τῶν φαρμάκων δυνάμεως ἁπάσης
15. ἐξ ὀσμῆς τεκμαίρεσθαι. ταυτὶ γὰρ μόνα διαγνῶναι δυνατὸν,
16. ὅσα περ εἴρηται νῦν. ἔτι δὲ μᾶλλον οὐδ’ ἐκ τῶν χρωμάτων
17. ἔνεστι στοχάσασθαί τι περὶ τῆς τῶν φαρμάκων δυνάμεως.
18. καθ’ ἑκάστην γὰρ χρόαν εὑρίσκεται καὶ θερμὰ καὶ
19. ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ, καθότι κᾀν τοῖς πρώτοις ὑπομνήμασι
1. τῆσδε τῆς πραγματείας ἀποδέδεικταί μοι. καθ’ ἕκαστον
2. μέντοι γένος ἢ σπέρματος ἢ ῥίζης ἢ χυλοῦ δυνατόν
3. ἐστι κᾀκ τῆς χρόας ἔνδειξίν τινα λαβεῖν τῆς κράσεως, οἷον αὐτίκα
4. καὶ κρόμμυον καὶ σκίλλα καὶ οἶνος, εἰς ὅσον ἂν ᾖ λευκότερα
5. καὶ ἧττόν ἐστι θερμά. τὰ δ’ ὑπόξανθά τε καὶ κιῤῥὰ
6. θερμότερα, καὶ πυροὶ δὲ καὶ κέγχροι καὶ ὦχροι καὶ φάσηλοι
7. καὶ ἐρέβινθοι καὶ ἡ τῆς ἴρεως ῥίζα καὶ ἡ τοῦ ἀσφοδέλου
8. καὶ πολλῶν ἄλλων ὅμοιόν τι πεπόνθασιν. ἐν ἑκάστῳ γὰρ
9. γένει τοὐπίπαν, ὅσα κιῤῥὰ καὶ ξανθὰ καὶ ἐρυθρὰ, θερμότερα
10. τῶν λευκῶν ἐστιν, ὥστ’ εἴ τι κᾀντεῦθεν ἐγχωρεῖ περὶ
11. φαρμάκων δυνάμεως τεκμαίρεσθαι, προσκείσθω τῷ λόγῳ κάλλιστον
12. μὲν, ὡς εἴρηταί τε καὶ λέλεκται πολλάκις, ἐκ τῆς διωρισμένης
13. πείρας ἐξευρίσκειν τὰς δυνάμεις. οὐ γὰρ ἂν σφαλείης
14. οὐδὲ ἐν τῇδε, πρὶν μέντοι τῇ πείρᾳ διαγνῶναι τὴν
15. δύναμιν, ἡ γεῦσις ἐκδείκνυται τὰ πολλὰ, συνεπιμαρτυρούσης,
16. ὡς εἴρηται, βραχέα καὶ τῆς ὀσμῆς.

Cliquer un n° de page pour en afficher l’image