Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 4.3, ed. Kühn, 1826, vol. 11, p. 627-631. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:4.3

8. Μεμνῆσθαι δὲ χρὴ τῆς ἐννοίας τῶν λεπτομερῶν
9. τε καὶ παχυμερῶν, ὡς τὰ μὲν εἰς λεπτὰ μόρια ταχέως
10. διαλυόμενα λεπτομερῆ προσαγορεύομεν, ὅσα δ’ οὐ δύναται
11. πάσχειν τοῦτο, παχυμερῆ. τὸ μὲν οὖν διαλῦον αὐτὰ τὸ κατὰ
12. τὸ σῶμα τοῦ ζώου θερμόν ἐστιν, ὥσπερ ἂν ἑκάστοτε τύχῃ
13. προσφερόμενα· τὸ δ’ εἰς λεπτὰ καὶ παχέα μόρια θραύεσθαι
14. παρὰ τῆς ἑαυτῶν ἔχει φύσεως, ὥστε καὶ τῶν ψυχόντων φαρμάκων
15. ὅσα μέν ἐστι παχυμερῆ δάκνειν οὐ δύναται, μὴ
16. φθάνοντά γε διαδύεσθαι τὴν ἔξωθεν τοῦ δέρματος ἐπιφάνειαν.
17. ὅσα δὲ λεπτομερῆ καὶ διαδύεται ῥᾳδίως καὶ πρὸς τὸ
1. βάθος ἐξικνεῖται καὶ δάκνει τὰ μαλακὰ τοῦ ζώου μόρια, μᾶλλον
2. δ’ ἔτι δάκνει τὰ λεπτομερῆ τε ἅμα καὶ ταῖς κράσεσιν ἀνώμαλα.
3. δέδεικται δ’ ἐν τοῖς πρόσθεν ὡς σχεδὸν ἅπαντά ἐστιν
4. ἀνώμαλα. ἢ γὰρ ἀδύνατον, ἢ πάνυ χαλεπὸν ἐξευρεῖν οὐσίαν
5. ἡντιναοῦν ἀκριβῶς ὁμοιομερῆ. τὸν γοῦν οἶνον ἐλέγομεν ἓν μὲν
6. ἔχειν ἐν αὑτῷ περίττωμα παχυμερὲς, ἐξ οὗ τῷ χρόνῳ διακρινομένου
7. τε καὶ καταφερομένου συνίστασθαι τὴν τρύγα. ἕτερον
8. δ’, ὅπερ ἄνθος ὀνομάζεται, κατὰ μὲν τὸν τῆς ζέσεως
9. χρόνον πολάζον, ὕστερον δ’ εἰς τὴν τρύγα καταφερόμενον.
10. ἄλλο δὲ τρίτον ὑδατῶδες, ἀναμεμιγμένον ἅπαντι τῷ οἴνῳ, οὗ
11. καὶ τὴν ζέσιν εἶναι πρῶτον καὶ μάλιστα. τέταρτον δ’ ἐπὶ
12. τούτοις ἐστὶν αὐτὸς ὁ ὄντως οἶνος. δέδεικται δ’ ὡς καὶ κατὰ
13. τοὔλαιον καὶ τὸ γάλα καὶ τοὺς ἄλλους ἅπαντας χυλοὺς
14. ὁμοία φύσις ἐστὶ περιττωμάτων, ἔτι δὲ μᾶλλον ἒν ὅλοις τοῖς
15. μεταλλευομένοις ἅπασιν. ὧν ἀναμνησθέντας χρὴ νῦν ἐπισκέψασθαι
16. περὶ τῶν φαρμάκων ἁπάντων, καὶ πρῶτον μὲν
17. φυλάξασθαι παθεῖν ὅπερ οἱ πλεῖστοι τῶν τὰ τοιαῦτα ζητησάντων 
1. ἔπαθον. ὡς γὰρ ὁμοιομερῶν ἁπάντων ὄντων, οὕτω
2. ποιοῦνται τὸν λόγον, οὐ συγχωροῦντες οὔτε τὸν οἶνον
3. οὔτε τοὔλαιον οὔτε τῶν ἄλλων οὐδὲν ἐκ διαφερόντων ταῖς
4. δυνάμεσι συγκεῖσθαι μορίων, ἔτι δὲ τούτων μᾶλλον ἐπὶ
5. ὄξους θαυμάζουσιν εἰ τολμῶμεν αὐτὸ λέγειν, ἀπολωλεκέναι
6. μὲν τὴν ἔμφυτον τοῦ οἴνου θερμότητα, τὴν δ’ ἐκ σήψεως
7. ἔχειν, ὅπερ δὴ καὶ Ἀριστοτέλει καὶ Θεοφράστῳ δοκεῖ. τὰ
8. μὲν γὰρ οἰνώδη μόρια τοῦ οἴνου κατὰ τὴν εἰς ὄξος μεταβολὴν
9. ἀποψύχεται, τὸ δ’ ὑδατῶδες περίττωμα σηπόμενον
10. ἐπίκτητόν τινα ἴσχει θερμότητα, ὥσπερ καὶ τἄλλα πάντα
11. τὰ σαπέντα. καὶ γίγνεται σύνθετόν τι τὸ ὄξος ἐξ ἐναντιωτάτων
12. ταῖς δυνάμεσι μορίων, τῶν μὲν ἀπεψυγμένων, τῶν
13. δὲ θερμῶν, ὥσπερ αἱ τῶν καυθέντων ξύλων τέφραι πᾶσαι.
14. καὶ γὰρ ἐν ἐκείναις τὸ μὲν οἷον ἐμπύρευμα κατὰ μικρὰ
15. μόρια παρέσπαρται, καὶ τοῦτο μὲν ἱκανῶς ἐστι θερμὸν, τὸ
16. δ’ ἄλλο πᾶν γεῶδές τε καὶ ψυχρόν. καὶ διὰ τοῦτο ἐπειδὰν
17. ὕδατι βραχεῖσα τέφρα διὰ τινῶν σωμάτων ἀραιῶν συμμέτρως
18. ἠθεῖται, συναποφέρεται μὲν ἐν τῷδε τὰ θερμὰ καὶ
1. δριμέα μόρια, τὸ δ’ ὑπόλοιπον οὐκέτι θερμόν ἐστιν,
2. ἐναποθέμενον τῷ ὕδατι τὰ πυρώδη μόρια. καλοῦσι δὲ τὸ
3. τοιοῦτον ὕδωρ οἱ ἄνθρωποι κονίαν, ἀνάλογον τῇ θαλάττῃ
4. καὶ ἅλμῃ, διαθέσεως καὶ γενέσεως ἕνεκα καὶ δυνάμεως. ἐκεῖνα
5. μὲν γὰρ ἐξ ὕδατος καὶ ἁλῶν σύγκειται, τὸ δὲ περιπλῦνον ὕδωρ
6. τὴν τέφραν σύνθετον ἐξ αὐτοῦ καὶ ὧν ἐπηνέγκατο μορίων
7. γενόμενον οὕτως ἀπειργάσατο τὴν ὀνομαζομένην κονίαν, ἣν
8. εἰ μὴ φθάνοντες ἐγινώσκομεν, ὡς ἐξ ὕδατός τε καὶ τῶν αἰθαλωδῶν
9. μορίων τῆς τέφρας ἐγένετο, τάχ’ ἂν ὑπελαμβάνομεν
10. ἁπλοῦν καὶ ἀσύνθετον ὑπάρχειν σῶμα. τοιοῦτον γάρ τι κᾀπὶ
11. τοῦ ὄξους πεπόνθαμεν, οὐ δυνάμενοι δι’ αἰσθήσεως ἰδεῖν
12. αὐτοῦ τὴν γένεσιν, ἀπιστοῦμεν τῷ λόγῳ· ἀλλ’ εἰ μηδὲν ἄλλο,
13. τὴν γοῦν τῆς ὄμφακος διαφορὰν πρὸς αὐτὸ κατανοήσαντες
14. δίκαιοι πιστεύειν ἐσόμεθα ὡς οὐκ ὀξὺς μόνον, ἀλλὰ δριμύς
15. τις ἕτερος ἀναμέμικται χυμὸς αὐτῷ, καὶ διὰ τοῦτο τελέως ὁ
16. τῆς ὄμφακος ἐμψύχει χυλὸς, ὥστε καὶ πρὸς καῦσον ἄκρως
17. ἁρμόττει, κατὰ τοῦ στόματος τῆς γαστρὸς ἢ τῶν ὑποχονδρίων
18. ὅλων ἐπιτιθέμενος, καὶ πρὸς ἅπαν ὅ τι περ ἂν ἐμψύξαι βουληθῶμεν,
1. οὐχ ὁμοίως δ’ ὄξος. οὐ γὰρ ἀκριβῶς ἓν οὐδ’ ὀξὺ
2. μόνον ἐστὶν, ἀλλὰ καὶ δριμύ. τὸ μὲν οὖν ὀξὺ μόνον ὅ τι
3. περ ἂν ᾖ ψυχρὸν πάντως ἐστὶν εἴτ’ οὖν ἄπιος, εἴτε μῆλον,
4. εἴτε ῥοῦς, εἴτε ὁ ἀπὸ τῶν βάτων καρπὸς, εἴτε ὁ ἀπὸ τῆς
5. μορέας, εἴθ’ ὁ ἀπὸ τῆς ῥοιᾶς, εἴθ’ ὅστις οὖν ἄλλος ἢ
6. καρπὸς, ἢ χυλὸς, ἢ φυτὸν, ὡς ὀξυλάπαθον καὶ ὀξαλὶς, ἣν
7. δὴ καὶ ὀξύδα προσαγορεύουσιν. ἂν γάρ σοι γευομένῳ σφοδρὰ
8. μὲν καὶ σαφὴς ἡ ὀξύτης ἐν αὐτῷ καταφαίνηται, μηδὲν
9. δ’ ἐμφαίνηται δριμύτητος, πάντως τοῦτον εὑρήσεις ἐμψύχοντα
10. τὸν χυμὸν, καὶ χρῶ θαῤῥῶν, εἴτε πρὸς καῦσον ἐθέλοις
11. χρῆσθαι καθ’ ὑποχονδρίων ἐπιτιθεὶς, εἴτε πρὸς ἐρυσίπελας,
12. εἴτε πρὸς ἄλλο τι πάθος θερμόν. ὡσαύτως δὲ
13. καὶ τὰ ψυχρὰ πάντα νοσήματα βλαπτόμενα πρὸς αὐτοῦ
14. σαφῶς εὑρήσεις. ὅταν δ’ ἐπίμηκτος ἡ ποιότης φαίνηταί
15. σοι, μετὰ μὲν δριμύτητος καὶ ὑποτοπεῖσθαι χρὴ θερμότητα,
16. μετὰ δὲ στύψεως ἕτερόν τι γένος ψυχρότητος. ἡ
17. μὲν γὰρ ὀξεῖα ψυχρότης λεπτομερὴς, ἡ δὲ στύφουσα
18. παχυμερής.

Cliquer un n° de page pour en afficher l’image