1. Ἀλλὰ τούτων μὲν ὀλίγον ὕστερον ἐροῦμεν
2. τὰς πίστεις. ὅ δὲ χρὴ πρότερον συμβουλεῦσαι τοῖς τὰ τοιαῦτα
3. χωρὶς ἀλαζονείας σοφιστικῆς αὐτῆς ἕνεκεν τῆς ἀληθείας
4. ἐπισκοπουμένοις, ἤδη μοι καιρὸς εἰπεῖν, ὡς οὐ χρὴ μόνῳ τῷ
5. λόγῳ γεγυμνάσθαι δι’ ὧν ἀεὶ παρακελεύομαι μεθόδων λογικῶν,
6. ἃς ἐν τοῖς περὶ τῶν ἀποδείξεων ὑπομνήμασιν εἶπον,
7. ἀλλὰ καὶ τὴν αἴσθησιν τὴν γευστικὴν ἐπὶ τῶν χυμῶν γυμνάζειν
8. ἐπιμελῶς, ἀρχομένους ἀπὸ τῶν ἐναργεστάτην ἐχόντων
9. ἡντιναοῦν ποιότητα μίαν. εἰ μὲν τὴν δριμύτητα κατανοῆσαι
10. σαφῶς ἐθέλοις, ἐπὶ σκορόδου καὶ κρομμύου καὶ τῶν ὁμοίων
11. αὐτοῖς, ἀπογευόμενός τε συνεχῶς καὶ διαμασώμενον ἐπὶ
12. πλεῖστον καὶ τὴν μνήμην πειρώμενον ἀκριβῶς παρατίθεσθαι
13. τοῦ γιγνομένου πάθους τὴν αἴσθησιν· εἰ δὲ τὴν στύψιν, ἐπὶ
14. κικίδος τε καὶ ῥοῦ καὶ τῶν ὁμοίων· εἰ δὲ τὴν πικρότητα,
15. νίτρου καὶ χολῆς γευόμενον· εἰ δὲ τὴν γλυκύτητα, σιραίου
16. καὶ μέλιτος, ἔτι δὲ πρὸς τούτοις εἴτ’ οὖν ἄποιον ἐθέλοις
17. εἴτε μέσον ἐν ποιότητι τῇ πρὸς τὴν γεῦσιν ὑπολαμβάνειν, τὸ
ㅤ
1. ὕδωρ ἀξιῶ σε καὶ τούτου γευσάμενον, ἀκριβῶς ἔχειν ἐν τῇ
2. μνήμῃ, καὶ μάλιστά γε τοῦ μηδεμίαν ὧν νῦν εἴρηκα ἐμφαίνοντος
3. ποιότητα, μήτε γλυκύτητα μήτε δριμύτητα μήτ’
4. ὀξύτητα μήτε πικρότητα, καὶ πρὸς τούτοις ἔτι ㅤμήθ’
5. ἱκανῶς θερμοῦ μήθ’ ὑπερβαλλόντως ψυχροῦ. ἐντεῦθεν γὰρ
6. ὁρμώμενος ἑτοιμότερον ἐπί τε τὴν τῶν ἄλλων ἁπάντων
7. ἀμυδρῶν χυμῶν ἀφίξῃ διάγνωσιν ἐπί τε τὴν τῶν ὡς ἐγὼ
8. μέν φημι γλυκέων, ὡς δ’ ἄλλοι τινὲς, ὑδατωδῶν, οἷος ὅ τε
9. τῶν καλάμων ἐστὶ τῶν χλωρῶν καὶ ἀγρώστεως καὶ προσέτι
10. πυρῶν καὶ κριθῶν καὶ ζειῶν καὶ ἄλλων πολλῶν, ὧν καὶ
11. Θεόφραστος μέμνηται, ζητῶν εἴτ’ εἴδη πλείονα θετέον ἐστὶν
12. τῶν γλυκέων χυμῶν, εἴτε τῷ μᾶλλόν τε καὶ ἧττον αὐτοὺς
13. ὑποληπτέον διαφέρειν ἀλλήλων. ἀλλὰ περὶ μὲν τούτων αὖθις
14. διαιρήσομαι.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 4.4, ed. Kühn, 1826, vol. 11, p. 632-633. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:4.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩