Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 4.6, ed. Kühn, 1826, vol. 11, p. 634-636. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:4.6

13. Διττὴ γὰρ ἡ τῶν ἐμπλαστικῶν ἐστι φύσις,
14. ἡ μὲν ἑτέρα γεώδης ἀκριβῶς καὶ ξηρὰ, ἡ δ’ ἑτέρα γλίσχρα
15. μὲν πάντως, μικτὴ δ’ ἐξ ὕδατος καὶ γῆς καὶ τὰ πολλὰ καὶ
16. ἀέρος, ὥσπερ καὶ τοὔλαιον τὸ γλυκύ. λέλεκται δ’ ἔμπροσθεν
17. ὁποῖον λέγω τὸ γλυκύ. τουτὶ μὲν οὖν ἐξ ἀερώδους τε ἅμα
18. καὶ γεώδους καὶ ὑδατώδους οὐσίας μέμικται· τὸ δὲ τοῦ ὠοῦ
1. λευκὸν ἐκ τῶν αὐτῶν μέν πως, γεωδέστερον δέ ἐστιν ἐλαίου,
2. καὶ μὲν δὴ καὶ τὸ τυρῶδες τοῦ γάλακτος ἐμπλαστικόν ἐστιν
3. καὶ ἡ τοῦ ὑὸς πιμελή. ταύρου μὲν γὰρ καὶ τράγου πιμελὴ
4. δριμύτητα πολλὴν ἔχει καὶ πυρώδη· βοὸς δὲ καὶ αἰγὸς ἧττον μὲν,
5. ἤδη δέ πως καὶ τούτων τὸ στέαρ δριμύ. καὶ γὰρ δὴ καὶ στέαρ
6. ὀνομάζεται τῶν τοιούτων ζώων ἡ πιμελὴ, διὰ τὸ πάχος. ἔτι
7. γὰρ οὐ θερμοτέρα μόνον, ἀλλὰ καὶ γεωδεστέρα τῆς τῶν ὑῶν.
8. χηνὸς δὲ καὶ ἀλεκτρυόνος ἐστὶ μὲν καὶ θερμοτέρα καὶ ξηροτέρα
9. τὴν τῶν ὑῶν, ἀλλὰ καὶ λεπτομερής τε καὶ ἥκιστα γεώδης.
10. οὕτω δὲ καὶ πάντων τῶν πτηνῶν, ὅτι καὶ ἡ οὐσία τοῦ
11. σώματος αὐτῶν οὐκ ὀλίγον ἔχει τὸ ἀερῶδες. ἀλλὰ περὶ μὲν
12. τούτων ἕτερος λόγος. ὅσαι δ’ οὖν πιμελαὶ μήπω δριμύτητά
13. τινα ἔχουσιν, ἐμπλαστικαὶ τῶν πόρων εἰσὶν, καὶ μᾶλλον αἱ
14. ξηρότεραι καὶ γεωδέστεραι. τοιοῦτος δ’ ἐστὶν καὶ ὁ πεπλυμένος
15. κηρός. ἀποτίθεται γὰρ καὶ αὐτὸς τὴν ἐκ τοῦ μέλιτος
16. δριμύτητα. πρόδηλον δ’ ὡς οὐ περὶ τοῦ πικροῦ τῇ φύσει
17. κηροῦ λέγεται ταῦτα, καθάπερ ὁ Ποντικός ἐστιν. ἐῥ ἀψινθίου
1. γὰρ ἐκεῖνος ἔχει τὴν πικρότητα, καὶ εἰ πλύναις αὐτὸν
2. μυριάκις, οὐκ ἂν ἐκνίψαις τελέως τὴν πικρότητα. φυλάττεσθαι
3. δὲ καὶ τὸν ἐκ δριμέος καὶ θυμώδους μέλιτος κηρὸν,
4. ὅταν ἄδηκτον ἀκριβῶς ἐθέλοις σκευάσαι φάρμακον. ἐπιτήδειος
5. οὖν ὁ ἐξ ὑδατωδεστέρου καὶ ἥκιστα δριμέος μέλιτος
6. εἰς τὸ πλύνεσθαι.

Cliquer un n° de page pour en afficher l’image