7. Τὰ μὲν οὖν ἐμπλαστικὰ φάρμακα τοιαῦτα.
8. περὶ δὲ τῶν στυφόντων τε καὶ ὀξέων αὖθις ἐπάνειμι.
9. τὰ μὲν στύφοντα γεώδη μέν ἐστι καὶ παχυμερῆ ταῖς τῶν
10. ὄγκων συστάσεσι, ψυχρὰ δὲ ταῖς ποιότητι· τὰ δ’ ὀξέα
11. λεπτομερῆ μέν ἐστι τοῖς σώμασιν, ψυχρὰ δ’ ὡσαύτως τοῖς
12. στύφουσι. πίστις δ’ ὑπὲρ ἀμφοῖν διττὴ, κατὰ μὲν τὴν
13. αἴσθησιν ἐξ ἀπαγωγῆς, κατὰ δὲ τὸν λόγον ἐκ τῆς οὐσίας
14. αὐτῶν. εἰρήσεται δὲ προτέρα τῶν πίστεων ἡ σαφεστέρα
15. μὲν τοῖς πολλοῖς, ἀσθενεστέρα δ’ ὡς πρὸς ἀπόδειξιν ἐπιστημονικήν.
16. οἱ ἀπὸ τῶν δένδρων καρποὶ πάντες, ὅσοι
17. γλυκεῖς ἡμῖν φαίνονται πεπανθέντες, ἄρτι γεννώμενοι στρυφνοί
18. τέ εἰσι καὶ ξηροὶ ταῖς συστάσεσι καὶ κατὰ τὴν τοῦ
ㅤ
1. γεννῶντος δένδρου φύσιν ἕκαστος, ὥς που καὶ Θεόφραστος
2. ἔλεγεν, ἐλαῖαι, σταφυλαὶ, μῆλα, ῥοιαὶ, μόρα, φοίνικες,
3. ἄπιοι. προϊόντες δὲ τῷ χρόνῳ γίγνονται μὲν ὑγρότεροι,
4. προσλαμβάνουσι δὲ ὀξύτητα τῇ στρυφνότητι, καὶ ταύτην
5. ἀποτιθέμενοι κατὰ βραχὺ γλυκεῖς αὖθις γίνονται τελειούμενοι.
6. τινὲς δ’ οὐδ’ ἐπὶ τοῖς δένδροις, ἀλλ’ ἀφαιρούμενοι
7. μετὰ χρόνον ἀπολαμβάνουσι τὴν γλυκύτητα. ἄλλοι δέ τινες
8. οὐδὲ διὰ μέσης τῆς ὀξύτητος, ἀλλ’ ἄντικρυς ἀπὸ τῆς
9. στρυφνότητος ἐπὶ τὴν γλυκύτητα παραγίνονται, καθάπερ
10. καὶ ὁ τῆς ἐλαίας. καὶ μὴν ὅτι γε τῷ θερμῷ πέπτονται
11. πάντες δῆλον, ὅτι τε διττόν ἐστι τοῦτο, τὸ μὲν ἴδιον
12. ἔμφυτον ἑκάστου, τὸ δ’ ἔξωθεν μὲν ἀπὸ τοῦ ἡλίου, σύμφυτον
13. δὲ καὶ οἰκεῖον αὐτοῖς, εἴπερ μεμνήμεθα τῶν ὑποκειμένων
14. ἡμῖν ἀεὶ στοιχείων, ἴσμεν δήπου σαφῶς. ἀλλ’
15. εἴπερ στρυφνότεροι μέν εἰσι κατ’ ἀρχὰς, πεπαινόμενοι δὲ
16. γίνονται γλυκεῖς, ἐκ θερμασίας ἡ γλυκύτης αὐτοῖς ἐκ ψύξεως
17. δὲ ἡ ὀξύτης τε καὶ στρυφνότης ὑπῆρξεν. ἐπεὶ δὲ καὶ
ㅤ
1. κατ’ ἀρχὰς μὲν ἔτι ξυλώδεις, ὥς καὶ Θεόφραστος ἔλεγε,
2. ξηροί τέ εἰσιν ἅμα καὶ στρυφνοὶ, τὸ πλῆθος δ’ αὐτοὺς τῆς
3. ἐπιῤῥεούσης ὑγρότητος ὀξεῖς ἐργάζεται, πρόδηλον ὡς γεωδέστερος
4. μέν ἐστιν ὁ στρυφνὸς χυμὸς, ὑγρότερος δ’ ὁ ὀξὺς,
5. ὥστε καὶ Πλάτων ὁρίζων ὀρθῶς ἔλεγεν· ὅσα τοιαῦτα τοῖς
6. χυλοῖς ἐμφέρεται γεώδη μόρια, κατατηκόμενα ταῦτα καὶ
7. συνάγοντα καὶ ἀποξηραίνοντα τὰ νοτερὰ τῶν τῆς γλώττης
8. αἰσθητικῶν μορίων, τραχύτερα μὲν ὄντα στρυφνὰ, ἧττον
9. δὲ τραχύνοντα αὐστηρὰ φαίνεται. καὶ ἡμεῖς δὲ πρὸς τούτοις,
10. ὅτι καὶ ψυχρός ἐστιν τὴν κρᾶσιν ὁ τοιοῦτος χυμὸς
11. ὀρθῶς ἐροῦμεν. ἂν γὰρ γεώδης ᾖ μόνον, ἐμπλαστικὸς, οὐ
12. στρυφνὸς ἔσται, καί πως ὁ λόγος ἐπὶ τὴν οὐσίαν αὐτὴν
13. ἤδη μεταβὰς τῶν χυμῶν ἐπιστημονικῆς ㅤἀποδείξεως
14. ἅπτεται. εἰ γὰρ τῷ στρυφνῷ χυλῷ συνάγειν καὶ ξηραίνειν
15. καὶ τραχύνειν τὴν γλῶτταν ὑπάρχει σαφῶς, ἐδείχθη δ’ ἐν
16. τοῖς ἔμπροσθεν λόγοις ὑπὸ ψυχροῦ μόνου συνάγεσθαι καὶ
17. σφίγγεσθαι καὶ πιλεῖσθαι τὰ σώματα, πρόδηλον ὡς πάντως
18. ψυχρός ἐστιν ὁ στρυφνὸς χυμός· ἐπεὶ δὲ καὶ ἀνωμάλως
ㅤ
1. ξηραίνει, τοῦτο γὰρ ἦν τὸ τραχῦνον, εἴη ἂν πάντως καὶ
2. γεώδης. ὁμαλῶς γὰρ ἅπαντα ὁ ὑδατώδης διεξέρχεται. ὑπάρχει
3. γὰρ ἀχώριστον αὐτῷ, κᾂν διασπασθῇ, τὸ πάλιν ἑνοῦσθαι,
4. τῷ δὲ γεώδει σώματι τῷ κατὰ τοὺς χυμοὺς ἐμφερομένῳ καὶ τὸ
5. διασπᾶσθαι μὲν ἤδη πάρεστιν, καὶ τὸ μηκέτι δὲ συνιέναι ῥᾳδίως
6. ὑπάρχει. καὶ μέντοι καὶ τὸ τῆς αἰσθήσεως ἴδιον ἑκατέρου
7. πάθους ἀναμνησθέντι σοι τοῖς αὐτοῖς μαρτυρήσει. ταχεῖα
8. μὲν γὰρ ἡ τῶν ὀξέων χυμῶν διέξοδος ἐν τοῖς αἰσθητικοῖς
9. σώμασι φαίνεται γιγνομένη, βραδεῖα δ’ ἡ τῶν στρυφνῶν. καὶ
10. τὰ μὲν ὀξέα διὰ βάθους ἐνεργεῖν φαίνεται μᾶλλον, ἐπιπολῆς
11. δὲ τὰ στρυφνά. ταῦτ’ οὖν ἅπαντα παχυμερῆ μὲν εἶναι ἐνδείκνυνται
12. τὰ στρυφνὰ σώματα, λεπτομερῆ δὲ ὑπάρχειν τὰ ὀξέα.
13. ταυτὶ μὲν οὖν ἱκανῶς ἀλλήλοις ὡμολόγηται, τά τ’ ἀπὸ τῆς
14. οὐσίας αὐτῆς τῶν πραγμάτων εἰρημένα καὶ τὰ διὰ τῆς τῶν
15. εὑρημένων κατὰ τὴν αἴσθησιν ἐπαγωγῆς· οὐδὲν δ’ ἂν εἴη
16. χεῖρον ἔτι καὶ ταῦτα προσθεῖναι, μεμνημένους πάλιν κᾀνταῦθα
17. τῆς τῶν ὀνομάτων χρήσεως, ὡς στύφειν μὲν ἄμφω
18. λέγεται, τό τ’ αὐστηρὸν καὶ τὸ στρυφνὸν, ἐν δὲ τῷ μᾶλλον
ㅤ
1. καὶ ἧττον διαφέρει. καὶ μὴν καὶ ὅτι πολλαὶ τοῖς φαρμάκοις
2. ὑπάρχουσι ποιότητες οὐ διάφοροι μόνον, ἀλλὰ καὶ μαχόμεναι
3. πρὸς ἀλλήλας, ἐνίοτε δὲ καὶ παντάπασιν ὑπεναντίαι,
4. δέδεικται μὲν ἔμπροσθεν αὐτάρκως, ἄρξασθαι δ’ ἀπ’ αὐτοῦ
5. καὶ νῦν ἀναγκαῖον. εἰ μὲν γάρ σοι φαίνοιτο γευομένῳ καὶ
6. στρυφνὸν ἅμα καὶ δάκνον ταὐτὸ, τουτὶ μὲν ἀπολιπεῖν σε
7. κελεύσω τὸ φάρμακον, ἔρχεσθαι δ’ ἐπὶ τὸ στρυφνὸν ἄνευ
8. τοῦ δάκνειν. εἰ δὲ μηδ’ ὀξὺ φαίνοιτο, μηδὲ γλυκὺ, μηδὲ
9. πικρὸν, ἀλλ’ ὡς οἷόν τε μάλιστα μίαν ἔχον ἄμικτον ποιότητα
10. τὴν τῆς στύψεως, οὕτως ἤδη βασανίζειν αὐτὸ τῇ
11. πείρᾳ καθ’ ὃν πολλάκις ἔμπροσθεν ὑπεθέμην σοι τρόπον.
12. ἐὰν γὰρ ἅμα τό τε στύφειν ἔχῃ καὶ τὸ δάκνειν ἤ τινα
13. ἄλλην ἐναργῆ ποιότητα καὶ δύναμιν ἐπιμεμιγμένην τῇ στύψει,
14. περιττὸν καὶ μάταιον εἰς πεῖραν ἄγειν τὸ τοιοῦτον
15. φάρμακον, ἐπειδὰν δοκιμάζῃς ἐνέργειαν στύψεως. ἄδηλον
16. γὰρ εἴτε διὰ τὴν στύψιν, εἴτε διά τινα τῶν ἀναμεμιγμένων
17. αὐτῇ ποιοτήτων, εἴτε καὶ δι’ ἀμφοτέρας ἐνήργησεν ὡδί
18. πως περὶ τὸ πλησιάζον αὐτῷ σῶμα. χαλκῖτις οὖν καὶ μίσυ
ㅤ
1. καὶ χάλκανθος καὶ λεπὶς χαλκοῦ καὶ σῶρυ, στύφοντά τε
2. ἅμα καὶ δάκνοντα, δρᾷ μὲν κατ’ ἀμφοτέρας τὰς ποιότητας
3. εἰς ἕκαστον τῶν ὁμιλούντων σωμάτων, οὐ μὴν διδάξαι
4. γε ἡμᾶς δύναται σαφῶς εἴτε διὰ τὴν στύψιν ἔχει ㅤτὸ
5. καίειν, εἴτε διὰ τὴν δριμύτητα. καταλιπεῖν οὖν ἄμεινον
6. αὐτὰ καὶ γεύεσθαι πολλῶν ἐφεξῆς ἄλλων ἐπισκοπούμενον
7. εἰλικρινῆ στύψιν ἰδίᾳ καὶ καθ’ ἑαυτὴν ὡς οἷόν τ’ ἐστὶ μάλιστα,
8. κᾀπειδὰν τοιαύτην εὕρῃς, οὕτως ἤδη κρίνειν τὸ
9. φάρμακον αἷς πολλάκις ἔμπροσθεν ἤκουσας μεθόδοις, οἷον
10. εἴ σοι γευομένῳ φαίνοιτο βαλαύστιον, ἢ κικὶς, ἢ κύτινος,
11. ἢ ὑποκυστὶς, ἢ στρύχνος, ἢ γλαύκιον, ἢ ἀκακία, ἢ ῥοῦ
12. χυλὸς, ἤ τι τοιοῦτον ἕτερον ἀκριβῶς μὲν εἶναι στρυφνὸν,
13. ἔκδηλον δ’ ἑτέραν ποιότητα μηδεμίαν ἔχον, ἐξετάζειν ἐπὶ
14. τῶν τοιούτων ἤδη καὶ βασανίζειν ἀκριβῶς ἐνέργειαν στύψεως.
15. ἡ δὲ ἐξέτασις, ὡς εἴρηται πολλάκις, ἐπί τε τῶν ἐν
16. ἀρίστῃ κατασκευῇ σωμάτων ἀκριβῶς ὑγιαινόντων, ἐπί τε
17. τῶν ἁπλῶν γινέσθω σοι παθῶν, ἤτοιν θερμῶν, ἢ ψυχρῶν,
18. ἢ ξηρῶν, ἢ ὑγρῶν. ㅤεἰ μὲν γὰρ αὐτό τε τὸ ὑγιαῖνον
ㅤ
1. σῶμα φαίνοιτο σαφῶς ἐμψῦχον, ἐπί τε τῶν θερμῶν ἁρμόττει
2. παθῶν, ἐναργῆ δὲ καὶ αὐτῷ τῷ κάμνοντι τὴν ψυχρὰν προσβάλλει
3. ποιότητα, τολμᾷν ἤδη τι περὶ τῆς στύψεως ὡς ψυχούσης
4. ἀποφαίνεσθαι. εἰ δ’ ἔμπαλιν ἔχον εὑρίσκοιτο καὶ τῶν
5. ὑγιαινόντων σωμάτων ὑπ’ αὐτοῦ θερμαινομένων καὶ τῶν
6. θερμῶν νοσημάτων παροξυνομένων καὶ τῶν ψυχρῶν ὠφελουμένων
7. οὐ ψύχειν, ἀλλὰ θερμαίνειν ἡγεῖσθαι χρὴ τὸ τοιοῦτον
8. φάρμακον. οὕτω δὲ καὶ περὶ τῶν δριμέων αὐτῶν καθ’ ἑαυτὰ
9. ποιεῖσθαι τὴν βάσανον, ἐπί τε κρόμμυον ἰόντα καὶ σκόροδον
10. καὶ πέπερι καὶ πύρεθρον καὶ ζιγγίβερι καὶ στρούθιον, ἑλένιόν
11. τε καὶ τίτανον. ὥσπερ γὰρ ὁ μίξας στρύχνου χυλῷ
12. πέπερι δοκιμάζειν οὐδέτερον αὐτῶν ἱκανός ἐστιν, οὕτως οὐδ’
13. ὁ τὰ πρὸς τῆς φύσεως μεμιγμένα. κατὰ δὲ τὸν αὐτὸν τρόπον
14. ἀξιῶ σε καὶ τὴν ὀξεῖαν ποιότητα καὶ τὴν πικρὰν καὶ τὴν γλυκεῖαν
15. ἐπισκέπτεσθαι σφοδρὰς καὶ μόνας ὡς οἷόν τ’ ἐστὶν
16. εἰς τὴν δοκιμασίαν ἄγοντα καὶ τῇ πείρᾳ τὰς δυνάμεις αὐτῶν
17. ἐξευρίσκοντα. τὸ δὲ πᾶν ὅ τι περ ἂν ᾖ στρυφνὸν, ἢ αὐστηρὸν,
18. ἢ πικρὸν, ἄγειν εἰς πεῖραν, ὡς ἤτοι στρυφνότητος, ἢ αὐστηρότητος,
ㅤ
1. ἢ πικρότητος ἐν αὐτῷ βάσανον ληψόμενον ἄτοπον
2. δεινῶς. εἰ γὰρ μιᾶς μόνης μετέχει ποιότητος, τὴν αὐτὴν τοῦ
3. φαρμάκου πεῖραν ἕξεις καὶ τῆς ποιότητος· εἰ δὲ πλειόνων,
4. ἐξ ἁπασῶν ἤδη δηλονότι μικτὴν ἐνέργειαν ἐνεργήσει τὸ φάρμακον,
5. ὥσθ’ ἡ τῆς μιᾶς τῆς κρινομένης ἔτ’ ἄδηλος μένει.
6. εἴπερ οὖν ὡς προείρηται χρὴ κρίνειν, οὐκ ὀρθῶς ὑπέλαβον
7. οἵ τε μηδ’ ὅλως ἀποφήνασθαί τι δυνατὸν εἶναι νομίσαντες
8. ὑπὲρ τῆς τῶν χυμῶν δυνάμεως, οἵ θ’ ἑτέρως τὴν κρίσιν ποιησάμενοι.
9. καὶ γὰρ ἀποφήνασθαί τι δυνατὸν ὑπὲρ αὐτῶν ἐστιν
10. καὶ τὴν κρίσιν οὐκ ἄλλως ἢ ὡς εἴρηται νῦν προσήκει ποιεῖσθαι.
11. εἰ μὲν οὖν ὅλως μηδὲν δεῖσθαι τῆς κατὰ τοὺς χυμοὺς
12. ἐπισκέψεως εἰρήκεισαν, ἐπειδὰν τὰς δυνάμεις τῶν φαρμάκων
13. ἐξετάζωμεν, ἐγχωρεῖ γὰρ καὶ χωρὶς τούτων ἐξευρίσκειν τῇ
14. πείρᾳ τὴν δύναμιν αὐτῶν, ἐπῄνοουν ἂν μᾶλλον ἢ ἐμεμφόμην
15. αὐτούς. ἐπεὶ δ’ ὡς ὑπὲρ ἀναγκαίου μὲν, ἀγνώστου δὲ διέρχονται,
16. διχῇ μέμψασθαι τοὺς ἄνδρας δίκαιον, ὅτι τε τὸ μὴ ἀναγκαῖον
17. ὑπέλαβον ὡς ἀναγκαῖον, ὅτι τε προαπέγνωσαν αὐτοῦ
18. τῆς εὑρέσεως. ἡ γάρ τοι κρίσις ἑκάστου τῶν φαρμάκων τῆς
ㅤ
1. δυνάμεως ἄνευ τῆς τῶν χυμῶν διαγνώσεως αὐτάρκως εὑρίσκεται
2. τῇ πείρᾳ μόνῃ βασανιζομένῃ καθ’ ὃν εἴρηκα μυριάκις
3. ἤδη τρόπον. κᾀγὼ νῦν, οὐχ ὡς οὐκ ἐνὸν ἄλλως ἐξευρεῖν τὸ
4. ζητούμενον, ἀλλὰ διά τε τὸ πρὸς τὰς ἀρχὰς ἀκόλουθον, ἵν’
5. ἐπιδείξαιμι πάντα τοῖς τῶν στοιχείων λογισμοῖς ἑπόμενα καὶ
6. μηδὲν μηδαμόθι μαχόμενον, ἐξελέγξαιμί τε τοὺς ἅπαντα τὰ
7. στύφοντα θερμαίνειν εἰπόντας, ἐπὶ τὸν περὶ τῶν χυμῶν
8. ἀφικόμην λόγον. εὑρεθείη δ’ ἄν τις αὐτοῦ καὶ χρεία πρὸς
9. τὴν ἐνεστῶσαν ἡμῖν πραγματείαν. ἀλλὰ ταῦτα μὲν ὕστερον
10. ἐπιδεῖξαι πειράσομαι· νυνὶ δὲ ἐπὶ τὸ προκείμενον ἐπάνειμι,
11. παρακελεύομαί τε τῆς ἀληθείας ὀρεγομένοις, αὐτοῖς γευομένοις
12. ἁπάντων τῶν στυφόντων, ὥσπερ ἡμεῖς ἐποιήσαμεν, ὅταν
13. εὕρωσιν ἀκριβῶς κατά τι σῶμα τὴν στύψιν, ἄμικτον ὡς οἷόν
14. τε μάλιστα τῶν ἄλλων ποιοτήτων, τηνικαῦτα διὰ τῆς πείρας
15. ἐξετάζειν εἴτε θερμὸν, εἴτε ψυχρὸν, εἴτε ξηρὸν, εἴτε ὑγρὸν
16. ὑπάρχει τὸ τοιοῦτον σῶμα. τουτὶ μὲν οὖν ἕκαστος, ἄν περ
17. σωφρονῇ, ποιήσει καταμόνας αὐτός. ἐμοὶ δ’ ἀναγκαῖον ἴσως
ㅤ
1. ἀποφαίνεσθαί τι περὶ τῆς ἐμαυτοῦ πείρας ἐν μὲν τῷ νῦν
2. ἐνεστῶτι λόγῳ καθόλου, κατὰ μέρος δὲ διὰ τῶν ἑξῆς ὑπομνημάτων.
3. εἴη δ’ ἂν ὁ μὲν καθόλου λόγος ὑπὲρ ἁπάντων
4. τοιόσδε. ㅤΠᾶν στῦφον σῶμα, τό γε τῶν ἄλλων καθαρεῦον,
5. ὥσπερ πρὸς τὴν αἴσθησιν ποιοτήτων, εὗρον ἀεὶ πειρώμενος
6. ψυχρόν. ἤδη δὲ καὶ τῶν ἐπιμίκτων ταῖς ποιότησιν ἔνια,
7. τά τε μετρίως γλυκέα καὶ πικρὰ καὶ δριμέα, σαφῶς εὑρέθη
8. ψύχοντα, κρατούσης γὰρ ἐν αὐτοῖς δηλονότι τῆς τοῦ στύφειν
9. τε καὶ ψύχειν δυνάμεως, ὡς ἀμαυροῦσθαι τὰς ἄλλας. κατὰ
10. δὲ τὸν αὐτὸν λόγον καὶ τὰ ὀξέα πάντα, τά θ’ ἁπλῶς ὀξέα,
11. καθάπερ ὀξαλίδα καὶ ὀξυλάπαθον, ἔνιά τε τῶν ἐπιμίκτων
12. ἑτέραις ποιότησιν, ἤτοι γλυκείαις ἢ δριμείαις ἢ πικραῖς, οὐδὲν
13. ἧττον εὑρίσκεται ψύχοντα καὶ ῥοιαὶ καὶ μῆλα καὶ κοκύμηλα
14. καὶ σταφυλαὶ καὶ σῦκα καὶ συκάμινα καὶ κεράσια καὶ αὐτὸ
15. τὸ ὄξος. ἀλλὰ τούτῳ μὲν, ὡς εἴρηται πρόσθεν, ἐπιμέμικταί
16. τις δριμύτης, ταῖς δ’ ὀπώραις γλυκύτητές τε καὶ στρυφνότητες,
17. καί τισιν αὐτῶν καὶ πικρότητες ἀμυδραί. καὶ μέντοι καὶ
ㅤ
1. ὅσα στύφει τε ἅμα καὶ ὀξέα ταῖς ποιότησίν ἐστιν, ἅπαντα
2. καὶ ταῦτά μοι εὑρέθη πειρωμένῳ σαφῶς ψύχοντα· τὰ δὲ
3. γλυκέα μόνον ἅπαντα κατὰ τὸ ποσὸν τῆς γλυκύτητος εὐθὺς
4. καὶ τῆς θερμότητος μετέχειν, ὥστ’ οὐδὲν μὲν τῶν λίαν γλυκέων
5. ψυχρόν· εἴη δ’ ἄν τι καὶ μετρίως γλυκὺ ψυχρὸν, ἐπειδὰν
6. τὸ πλεῖστον αὐτοῦ τῆς τοῦ σώματος οὐσίας ὑδατῶδες ᾖ, οὐ
7. μὴν οὕτω γε ψυχρὸν, ὡς τὸ στρυφνὸν ἱκανῶς ἢ τὸ ὀξὺ, ἀλλ’
8. ὡς καὶ πρόσθεν που λέλεκται περὶ τῶν χλιαρᾶς θερμασίας
9. μετεχόντων. καὶ τὰ πικρά γε πάντα θερμὰ, καθάπερ ἥ τε
10. χολὴ καὶ τὸ νίτρον καὶ οἱ πάνυ παλαιοὶ τῶν οἴνων καὶ τῶν
11. σπερμάτων μυρία. καὶ γὰρ τὸ τοῦ πηγάνου καὶ μάλιστα τὸ
12. τοῦ ἀγρίου καὶ τὸ τοῦ τορδύλου καὶ τὸ τοῦ σπονδύλου καὶ τὸ
13. τοῦ μελανθίου καὶ οἱ θέρμοι καὶ μᾶλλον οἱ ἄγριοι καὶ οἱ ὄροβοι,
14. καὶ τούτων οἱ ἄγριοι μᾶλλον, ὅ τε προσαγορευόμενος
15. πελεκῖνος. εὑρίσκεται δὲ ἐν τοῖς πυροῖς. ἀμυγδαλαῖ τέ τινες,
16. αἳ δὴ καὶ δι’ αὐτὸ τοῦτο προσαγορεύονται πικραὶ, καὶ συκίων
17. ἄττα σπέρματα καὶ τὸ τοῦ μήλου τοῦ Μηδικοῦ, καὶ πρὸς τούτοις
18. ἕτερα μυρία πικρὰ φαίνεται τοῖς γευομένοις.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 4.7, ed. Kühn, 1826, vol. 11, p. 636-646. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:4.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩