10. Ὅσοι μὲν οὖν τῶν καρπῶν ἐλαιώδεις γίγνονται
11. μόνον, ἐδώδιμοί τέ εἰσι καὶ γλυκεῖς. ὅσοις δ’ ἐν
12. τῇ μεταβολῇ προσγίνεταί τις πικρότης, ἄβρωτοι καθίστανται.
13. τὸ γὰρ πικρὸν ἅπαν ἄβρωτόν ἐστι καὶ γίγνεται δι’
14. ὑπερβολὴν θερμασίας, ὡς ἐφεξῆς ἀποδείξομεν. ἀλλὰ τὸ μὲν
15. γλυκὺ πᾶν θερμόν τέ ἐστι καὶ οὐκ ἀμέτρως ὑπερβάλλει τὴν
16. ἐν ἡμῖν θερμότητα, ἀλλ’ ὥσπερ τὸ ὕδωρ τὸ θερμὸν, οὗ ψαύοντες
17. ἡδόμεθα, καὶ μάλισθ’ ὅταν ὦμεν ἐῤῥιγωκότες, ἄχρι μὲν τοῦ
18. διαχεῖν τὰ πεπηγότα πρὸς τοῦ ψυχροῦ μόρια τοῦ σώματος
ㅤ
1. ἐκθερμαῖνον ἡμᾶς, οὐ μὴν διαλῦόν γε οὐδὲ τέμνον αὐτῶν τὸ
2. συνεχὲς καὶ διϊστῶν, ἥδιστόν ἐστι καὶ ὠφελιμώτατον. οὕτω
3. καὶ πᾶν ἔδεσμα γλυκὺ θερμὸν μὲν ὑπάρχει πάντως, οὐ μὴν
4. ἐπὶ πλέον γε ἥκει θερμότητος ὡς ἀνιᾷν, ἀλλ’ ἐν τοῖς ὅροις
5. μένει τοῦ διαχέοντος καὶ ὁμαλύνοντος καὶ μαλάττοντος. ἀναμνήσθητι
6. δὲ πάλιν κᾀνταῦθα τῶν πολλάκις ἡμῖν ἔμπροσθεν
7. εἰρημένων, ὡς τινὰ μὲν ἤτοι κατὰ μίαν ἢ δύο ποιότητας ἐνεργεῖ
8. τε καὶ πάσχει πρὸς ἄλληλα, τινὰ δὲ καθ’ ὅλας ἑαυτῶν
9. τὰς οὐσίας, ἐν οἷς καὶ φάρμακα μὲν οὐκ ὀλίγα καὶ τὰς τροφὰς
10. δὲ πάσας ὑπάρχειν ἔφαμεν. ἔοικε δὲ διττὸν εἶναι τὸ γένος
11. αὐτῶν, ὡς καὶ Θεόφραστος ἐπεσημήνατο. τινὲς μὲν γάρ εἰσι
12. λιπαραὶ, καθάπερ ἡ πιμελὴ, τινὲς δὲ γλυκεῖαι μᾶλλον ἢ ἧττον,
13. ὥσπερ οἵ τε καρποὶ πάντες οὓς ἐσθίομεν, αἵ τε τῶν ζώων
14. σάρκες, ἤδη δὲ καὶ βοτάναι πολλαὶ καὶ ῥίζαι καὶ ἄνθη καὶ
15. βλαστοί. καὶ γὰρ εἴ τι τῶν τοιούτων στρυφνόν ἐστιν, ὥσπερ
16. αἱ ἀχράδες καὶ κράνια. πάντως μέντοι καὶ αὐτὸ μετέχει γλυκύτητος,
17. εἴπερ γε μὴ ἀκριβῶς ἐστι στρυφνὰ, καθάπερ ἡ κικίς
18. τε καὶ ὁ ῥοῦς, οὐ μὴν ἀλλὰ καὶ διὰ ταῦτα ἤδη καὶ ὡς φαρμάκων
ㅤ
1. μᾶλλον ἢ τροφῆς αὐτῶν ἡ χρεία. φαίνονται γοῦν αἵ
2. τε κιττῶσαι καὶ οἱ πεπληρωμένοι καὶ οἷς ὁ στόμαχος ἔκλυτος,
3. ἀπογεύεσθαι τῶν τοιούτων ὀρεγόμενοι, πεινῶντες δ’ ἔμπαλιν
4. ἀποστρέφονται μὲν καὶ τὰ στρυφνὰ καὶ τὰ ὀξέα, προσίενται
5. δὲ τά τε γλυκέα καὶ τὰ λιπαρὰ καὶ τούτων ἐπιπλησθῆναι
6. ποθοῦσιν.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 4.9, ed. Kühn, 1826, vol. 11, p. 649-651. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:4.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩