[Capitulum 1] ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΣ ΚΑΙ ΔΥΝΑΜΕΩΣ
ΤΩΝ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ
ΒΙΒΛΙΟΝ Ε.
1. Πέμπτον τοῦτον ἐνστησάμενος λόγον ὑπὲρ
2. τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως, ἀναμνήσω πρῶτον ὧν
3. ἐν τοῖς ἔμπροσθεν ἀπέδειξα χρησίμων εἰς τὰ παρόντα, ποιησάμενος
4. τὴν ἀρχὴν ἀπὸ τῶν στοιχείων, ὕδατός τε καὶ πυρὸς,
5. ἀέρος τε καὶ γῆς, ἅπερ ἔνιοι παρονομάζοντες ἀπὸ τῶν
6. ποιοτήτων ὑγρὸν καὶ ξηρὸν καὶ θερμὸν καὶ ψυχρὸν εἶναί
7. φασιν. αὗται μὲν οὖν αἱ ποιότητες, ὑγρότης τε καὶ ξηρότης,
ㅤ
1. θερμότης τε καὶ ψυχρότης εἰσί. τὰ δ’ ἀπ’ αὐτῶν παρονομαζόμενα
2. σώματα τά τε κοινὰ πάντων ἐστὶ στοιχεῖα καὶ τὰ
3. κατ’ ἐπικράτησίν τινος τούτων, ὑγρὰ καὶ ξηρὰ καὶ ψυχρὰ
4. καὶ θερμὰ προσαγορευόμενα, καὶ τὰ πρὸς τὸ σύμμετρον
5. ὁμογενὲς, ἢ ὁμοειδὲς παραβαλλόμενα καὶ τὰ πρὸς ὁτιοῦν τὸ
6. ἐπιτυχόν. περὶ μὲν δὴ τῆς ἐν τούτοις διαφορᾶς εἴρηται πολλάκις,
7. εἴρηται δ’ οὐδὲν ἧττον καὶ ὅπῃ διαφέρει τροφὴ
8. φαρμάκου, καὶ ὡς ἡ μὲν τροφὴ κρατεῖταί τε καὶ νικᾶται
9. πρὸς τοῦ τρεφομένου. τὸ φάρμακον δὲ ἔμπαλιν αὐτὸ νικᾷ
10. καὶ κρατεῖ τοῦ σώματος οὗπερ ἂν ὑπάρχῃ φάρμακον· ἐν
11. τῷ πρός τι γὰρ ἑκατέρων εἶναι τὴν νόησιν. ἐδείχθη δὲ καὶ
12. ὡς ἤτοι κατὰ μίαν ἡντιναοῦν ποιότητα τὸ φάρμακον ἀλλοιοῦν
13. πέφυκεν, ἤ θερμαῖνον ἢ ψῦχον ἢ ξηραῖνον ἢ ὑγραῖνον
14. ἢ κατὰ συζυγίαν τινὰ τῶν εἰρημένων, ἢ καθ’ ὅλην αὐτοῦ
15. τὴν οὐσίαν, ὥσπερ τῶν τε δηλητηρίων ἔνια καὶ τῶν ἀλεξητηρίων
16. οὐκ ὀλίγα καὶ τὰ καθαίροντα πάντα καὶ τῶν ἐπισπαστικῶν
17. ὀνομαζομένων πολλά. περὶ δὲ τούτων ἔτι μοι δοκῶ
ㅤ
1. προσθήσειν ἐν τοῖς ἑξῆς τὰ λείποντα. ㅤτὰ δὲ κατὰ
2. μίαν ἢ δύο ποιότητας ἐνεργοῦντα περὶ τὸ σύμπαν ἡμῶν σῶμα
3. κατὰ τόδε τὸ γράμμα δίειμι, λαβὼν κᾀνταῦθα πάλιν
4. ὑπόθεσιν ἀποδεδειγμένηνㅤ ἐν τοῖς ἔμπροσθεν, ὡς τὰ πλεῖστα
5. τῶν ἁπλῶν φαρμάκων ἀνομοιομερῆ τε καὶ σύνθετα κατά
6. γε τὴν ἀλήθειάν ἐστιν, ὀνομάζεται δὲ ἁπλᾶ τῷ φύσει
7. τοιαῦτα ὑπάρχειν οἷάπερ ἐστὶν, οὐδὲν ἐξ ἐπιτεχνήσεως ἡμετέρας
8. προσειληφότα. καὶ μὲν δὴ καὶ ὡς τὰ μέν τινα παχυμερῆ
9. καὶ γεώδη ταῖς οὐσίαις ἐστὶν, τὰ δὲ λεπτομερῆ καὶ ἀερώδη,
10. τὰ δ’ οἷον ὑδατώδη τε καὶ μέσα τῶν εἰρημένων, ἐπιδεδειγμένα
11. καὶ ταῦτ’ ἐν τοῖς ἔμπροσθεν λόγοις ὑποθέσεις ἔστωσάν μοι
12. πρὸς τὰ μέλλοντα λεχθήσεσθαι. τούτων οὖν ὑποκειμένων
13. ἀρκτέον ἤδη τοῦ λόγου.