3. Ταῦτα δὲ ὁρᾶται σαφῶς πῶς ἐστι καὶ
4. ἐπὶ τοῦ δέρματος μὲν, ὥσπερ καὶ πρὸς Ἱπποκράτους εἴρηται,
5. δέρματος σκληροῦ μάλθαξις, συντεταμένου δὲ χάλασις,
6. οὐ μὴν ἀλλὰ κᾀπὶ τῶν ἄρθρων πολλάκις. ἡ μὲν οὖν χάλασις
7. ὑγρανθέντων ἀμέτρως τῶν ἀμφ’ αὐτὰ συνδέσμων ἀποτελεῖται
8. καὶ τῶν τενόντων, ἡ δὲ σύντασις οὐκέθ’ ἁπλῶς,
9. ἀλλ’ εἴ τι ξηραινομένων ἐπιπλέον, ἢ ψυχομένων, ἢ φλεγμαινόντων,
10. ἢ σκιῤῥουμένων. κατ’ ἄρθρα μὲν οὕτως· ἐπὶ δὲ τοῦ
11. δέρματος οὐχ οὕτω μόνον, ἀλλὰ καὶ τῶν ἐντὸς αὐτοῦ
12. μυῶν καθ’ ὁντιναοῦν τρόπον εἰς ὄγκον αὐξανομένων, ὥστε
13. καὶ διὰ πολυσαρκίαν τισὶν ἐκτείνεται πολλάκις. ὅτι δὲ κᾀν
14. ταῖς φλεγμοναῖς ταὐτὸ τοῦτο πάσχει λέλεκται πρόσθεν, ὅθεν
15. οὔθ’ ἁπλῶς ἕν τι τῶν χαλαστικῶν ἐστιν εἶδος βοηθημάτων,
16. ἀλλὰ τὰ μὲν ὑγραίνοντα χαλᾷ, τὰ δὲ θερμαίνοντα, τὰ δὲ
17. μαλάττοντα, τὰ δὲ κενοῦντα, τὰ δὲ τοὺς παρὰ φύσιν ὄγκους
18. καθαίροντα, τὰ δέ τινα τούτων κατὰ συζυγίαν ἐργαζόμενα.
ㅤ
1. Θεσσαλὸς δὲ καὶ οἱ ἀπ’ αὐτοῦ σχεδὸν ἅπαντες ὥσπερ ἐν
2. ἄλλοις πολλοῖς, οὕτω κᾀν τούτοις συγχέουσι καὶ τὰς προσηγορίας
3. καὶ τὰ πράγματα, τὸ ἐπελθὸν ἀβασανίστως γράφοντες·
4. ὅθεν καὶ ἡμῖν, ἐπειδὰν τὰ προκείμενα συντελέσωμεν, ἀναγκαῖον
5. ἴσως γράψαι ποτὲ πρὸς αὐτούς. ἐν δὲ τῷ παρόντι τὰ
6. συνεχῆ τοῖς εἰρημένοις διερχώμεθα, τὴν ἀρχὴν αὖθις ἀπὸ
7. τῶν ἐμπλαστικῶν ὀνομαζομένων ποιησάμενοι φαρμάκων,
8. ἐπειδὴ καὶ περὶ αὐτῶν εἴρηται συχνάκις. συνελόντι μὲν οὖν
9. εἰπεῖν ἐμπλαστικόν ἐστι φάρμακον ὅπερ ἂν ἐμπλάσσηται
10. δυσαπολύτως τοῖς κατὰ τὸ σῶμα τοῦ ἀνθρώπου πόροις.
11. εἴρηται δέ μοι περὶ τῆς φύσεως ὧν ἡμεῖς ὑποτιθέμεθα πόρων
12. αὐτάρκως ἐν τοῖς περὶ κράσεων ὑπομνήμασιν. ἀπεδείχθη
13. δὲ ἐν τῷ πρὸ τοῦδε ὡς καὶ ἄδηκτον εἶναι χρὴ πάντως
14. τὸ ἐμπλαστικὸν φάρμακον. εἰ γάρ τι προσείη δακνῶδες
15. αὐτῷ, μένειν οὐ δυνήσεται κατὰ τοὺς πόρους, ἀλλ’ ἐκκριθήσεται
16. ῥᾳδίως, ἢ περιτῆξάν τι τῶν μορίων, ἢ πάντως
17. ἐπισπασάμενον ἐκ τοῦ βάθους ὑγρότητα. δῆλον δὲ
ㅤ
1. ὡς καὶ τῇ συστάσει γεῶδες, ἢ γλίσχρον γε πάντως εἶναι
2. χρὴ τὸ ἐμπλαστικόν.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 5.11, ed. Kühn, 1826, vol. 11, p. 741-743. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:5.11
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩