Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 5.12, ed. Kühn, 1826, vol. 11, p. 743-746. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:5.12

3. Ἀλλὰ περὶ μὲν τούτων καὶ πρόσθεν
4. αὐτάρκως εἴρηται. τὸ δ’ ἐναντίον αὐτῷ λέγοιτο μὲν
5. ἂν ἐκκαθαρτικὸν, ἢ ἐκφρακτικὸν τῶν πόρων, ὥσπερ γε καὶ
6. αὐτὸ τὸ ἐμπλαστικὸν οὐκ ἐμπλαστικὸν μόνον, ἀλλὰ καὶ
7. ἐμφρακτικόν. εἴη δ’ ἂν ὥσπερ τοῖς ἔργοις ἐναντίον, οὕτω καὶ
8. τῇ φύσει τοῦ σώματος οὔτε γλίσχρον οὔτε ἄδηκτον, ἀλλὰ
9. νιτρῶδές τε καὶ λεπτομερές. ἐν γὰρ δὴ τῷ μᾶλλόν τε καὶ
10. ἧττον ἀλλήλων διαφέρει, τῷ γένει τῆς οὐσίας οὐ διαφέροντα,
11. τά τ’ ἐμπλαστικὰ τῶν ῥύπον ἐπιτρεφόντων καὶ
12. τὰ τῶν πόρων ἀνακαθαρτικὰ τῶν ῥυπτικῶν. ὅσα μὲν γὰρ
13. τὸν ἐπιπολῆς ἀφαιρεῖ ῥύπον, εἴτ’ οὖν ἑλκῶν εἴτε καὶ τοῦ
14. δέρματος αὐτοῦ, ῥυπτικὰ προσαγορεύεται· τὰ δὲ καὶ τοὺς
15. πόρους ἐκκαθαίροντα λεπτομερέστερά τέ ἐστιν τούτων καὶ
16. τοῖς ἐμπλαστικοῖς ἐναντία, καὶ διὰ τοῦτο ἐκφρακτικά τε καὶ
17. καθαρτικὰ τῶν πόρων ὀνομάζεται. ἔστι δὲ ταῦτα νιτρώδη τε
18. καὶ πικρὰ, καὶ κατὰ μὲν τοῦ δέρματος ἔξωθεν ἐπιτιθέμενα 
1. τὴν νιτρώδη ποιότητα μόνον ἀκριβῆ κεκτῆσθαι δεῖται πρὸς
2. τὸ δύνασθαι δρᾷν ἅπερ εἴρηται, εἴσω δὲ τοῦ σώματος λαμβανόμενα,
3. κᾂν εἰ στύψεώς τι μετέχῃ, δύναιτ’ ἂν εἶναι καὶ οὕτως
4. ἔτι καθαρτικά τε καὶ διαῤῥυπτικὰ τῶν μειζόνων πόρων,
5. οἷοίπερ κᾀν τοῖς ἀγγείοις εἰσίν. ἔξωθεν μὲν γὰρ ἡ σμικρότης
6. τῶν πόρων ὑπὸ τῆς στύψεως τυφλοῦσθαι φθάνουσα, πρὶν
7. ἐκκαθαρθῆναι καλῶς, οὔτε παραδέχεται τοὐντεῦθεν ἔτι τὴν
8. ῥυπτικὴν οὐσίαν εἰς τὸ βάθος οὔτ’ ἐκκαθαίρεται. τὰ δὲ κατὰ
9. τὴν γαστέρα μόρια πάντα καὶ τὰ καθ’ ἧπαρ καὶ σπλῆνα καὶ
10. τἄλλα πάντα σπλάγχνα μεγίστους ἔχοντα πόρους ἐν αὑτοῖς
11. εἰς ῥώμην τῶν ἀγγείων ὠφελεῖται πλέον ἢ εἰς τὴν τῶν στομάτων
12. σμικρότητα βλάπτεται. καὶ διὰ τοῦτο ἔνδοθεν μὲν
13. ἀψίνθιον διακαθαίρειν πέφυκεν, ἔξωθεν δ’ οὔ. σύνθετον δὲ
14. ὑπάρχει, ὡς εἴρηται πρόσθεν, ἐκ πικρᾶς καὶ στρυφνῆς δυνάμεως·
15. οὐκοῦν οὐδὲ τὰ κατὰ μέρος δέομαι προσγράφειν οὐδὲν
16. τῶν τοιούτων φαρμάκων. ὅσα γὰρ ἂν εὑρίσκῃς νιτρώδη καὶ
17. πικρὰ, ταῦτ’ ἐκκαθαίρειν ἴσθι δυνάμενα τοὺς πόρους πάντας·
18. ῥύπον δὲ ἑλκῶν, ἢ καὶ τοῦ δέρματος, οὐ ταῦτα μόνον, ἀλλὰ
1. καὶ τὰ μετριώτερα ταῖς δυνάμεσιν ἀφαιρεῖν πέφυκεν, οἷάπερ
2. ἐστι τὰ λεπτομερῆ γλυκέα, καθάπερ τὸ μέλι καὶ τῶν σιτηρῶν
3. σπερμάτων ἔνια, καθάπερ ὄροβοι καὶ κύαμοι καὶ κριθαὶ
4. καὶ θέρμοι. καίτοι κᾀν τούτοις αὐτοῖς τὸ μὲν τῶν
5. κυάμων καὶ τῶν κριθῶν ἄλευρον ἀπορύπτει μόνον, οὐ μὴν
6. ἐκφράττει γε τοὺς πόρους. τὸ δὲ τῶν ὀρόβων τε καὶ
7. θέρμων, καὶ μάλισθ’ ὅταν ὦσι πικροὶ, πρὸς τὸ ῥύπτειν ἤδη
8. τι καὶ τῶν πόρων ἐκκαθαρτικὸν ἔχει. παραπλήσιον δὲ καὶ
9. τοῖς ἀμυγδάλοις συμβέβηκεν. καὶ γὰρ καὶ τούτων ὅσα μέν
10. ἐστι πικρὰ, καὶ ῥύπτει καὶ διακαθαίρει τοὺς πόρους, ὅσα δὲ
11. ἐδώδιμα, ῥύπτει μὲν, οὐκ ἐκφράττει δέ. τὸ μέντοι τῆς ἀκαλήφης
12. σπέρμα καθαίρει τοὺς πόρους ὁμοίως τοῖς πικροῖς
13. ὀρόβοις τε καὶ ἀμυγδάλοις. ἐκ ταὐτοῦ δ’ ἐστὶ γένους δηλονότι
14. καὶ ἡ σκίλλα καὶ ἡ ἴρις, ὅσα τ’ ἄλλα, καθάπερ εἴρηται,
15. κρατοῦσαν ἐν ἑαυτοῖς ἔχει τὴν πικρὰν ποιότητα. καὶ γὰρ καὶ
16. τὸ νίτρον αὐτὸ καθ’ ἑαυτὸ καὶ τὸ ἀφρόνιτρον ὅ τ’ ἀφρὸς
17. τοῦ νίτρου καὶ τὸ σέριφον καὶ τὸ ἀβρότονον, ὅσα τ’ ἄλλα
18. τοιαῦτα σὺν ἐδέσμασί τε καὶ πόμασι λαμβανόμενα τῆς αὐτῆς
19. ἐστι δυνάμεως. εὐθὺς δὲ τούτοις ὑπάρχει πᾶσι καὶ λεπτυντικοῖς
20. εἶναι παχέων τε καὶ γλίσχρων χυμῶν, ὥσπερ τοῖς ἐμπλαστικοῖς
1. ἅπασι, παχεῖς καὶ γλίσχρους ἐργάζεσθαι τοὺς
2. κατὰ τὸ σῶμα τοῦ ἀνθρώπου χυμούς. ὥστ’ οὐδὲ τῶν
3. ἐκ θώρακός τε καὶ πνεύμονος ἤτοι φλεγματωδῶν, ἢ γλίσχρων,
4. ἢ πύου τμητικώτερα καὶ λεπτυντικώτερα καὶ πρὸς
5. τὴν ἀναγωγὴν ἐπιτηδειότερα δύναιο ἂν εὑρεῖν ἕτερα πρὸ
6. τούτων φάρμακα. τοῖς δ’ αὐτοῖς τούτοις καὶ τὰς καθ’
7. ἧπαρ ἐμφράξεις ἐκκαθαίρειν ὑπάρχει καὶ τὰς κατὰ σπλῆνα
8. τὰς μετρίας· αἱ δ’ ἰσχυρότεραι σφοδροτέρων φαρμάκων προσδέονται,
9. καππάρεως φλοιοῦ καὶ μυρίκης ῥιζῶν, σκολοπενδρίου
10. τε καὶ σκίλλης καὶ τῆς δι’ αὐτὸ δὴ τοῦτο προσαγορευομένης
11. ἀσπλήνου πόας. διαφόρως δὲ καὶ αὐτοῖς τούτοις
12. ἐστὶ χρηστέον ἐφ’ ἑκάστου τῶν σπλάγχνων· ἐπὶ μὲν ἥπατος
13. αὐτοῖς καθ’ ἑαυτὰ μόνοις, ἐπὶ δὲ σπληνὸς ὄξει μιγνύντας
14. ἢ ἐναφέψοντας, ἐπὶ δὲ τῶν κατὰ θώρακα καὶ πνεύμονα
15. καὶ μελικράτῳ καὶ πτισάνῃ καὶ ὀξυμέλιτι καὶ τῶν
16. οἴνων τοῖς γλυκέσιν. ἔστι δὲ καὶ ταῦτα τῆς θεραπευτικῆς
17. ἤδη μεθόδου· διὸ καὶ παρίημι τό γε νῦν ἔχον τοὺς ὑπὲρ
18. αὐτῶν λογισμούς. ἔν τε γὰρ ἐκείνῃ τῇ πραγματείᾳ κᾀν
19. τῇ περὶ συνθέσεως φαρμάκων εἰρήσονται.

Cliquer un n° de page pour en afficher l’image