Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 5.13, ed. Kühn, 1826, vol. 11, p. 747-749. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:5.13

1. Ἅπερ δ’ ἐστὶν ἀναγκαῖον ἔτι προσεπισημήνασθαί
2. με τοῖς λεγομένοις εἰρήσεται μόνον, ὡς ἐπειδὰν
3. πλέονα οὔρησιν κινῆσαι βουληθῶμεν, οὐ πάνυ τι τοῖς εἰρημένοις
4. φαρμάκοις χρηστέον ἐστὶν, ἀλλὰ τοῖς δριμυτέροις τε
5. ἅμα καὶ μᾶλλον θερμαίνουσιν. εἴρηται γὰρ ἔμπροσθεν ὡς
6. τὸ δριμὺ πᾶν θερμόν ἐστιν. ἔστι δὲ τοιαῦτα σελίνου σπέρμα
7. καὶ πετροσελίνου καὶ μαράθρου καὶ δαύκου καὶ ἀγριοσελίνου
8. καὶ σμυρνίου, καὶ δὴ καὶ τὸ σέσελι καὶ τὸ ἄμμι καὶ
9. τὸ φοῦ καὶ τὸ μέον, ἄσαρόν τε καὶ ἄκορον, ὑφ’ ὧν οὐ λεπτύνεται
10. μόνον, ἀλλὰ καὶ χεῖται καὶ διακρίνεται τὸ αἷμα
11. παραπλησίως τῷ γάλακτι, τοῦ μὲν ὀῤῥώδους καὶ λεπτοῦ
12. ἀποχωριζομένου καθ’ ἑαυτὸ, τοῦ δ’ αὖ παχυτέρου συνισταμένου
13. τε πρὸς ἑαυτὸ καὶ ἀκριβῶς ἑνουμένου. πρὸς γὰρ δὴ
14. τὸ ῥᾳδίως ἐπισπᾶσθαι τοὺς νεφροὺς ὅσον ὑδατῶδές τ’ ἐστὶ
15. καὶ λεπτὸν καὶ ὀῤῥῶδες ἐν αἵματι ταῦτ’ ἄμφω συντελεῖ,
16. χύσις μὲν αὐτοῦ τοῦ αἵματος ὅλου τὸ πρῶτον, ἐφεξῆς δ’
17. αὐτῇ διάκρισις, ὧν οὐδὲν ἄνευ θερμότητος ἰσχυρᾶς ἐνδέχεται
18. γενέσθαι. καὶ διὰ τοῦτο ταῖς ἐκ τοῦ θώρακος ἀναπτύσεσιν
19. τοῦ πύου τὰ τοιαῦτα πάντα ἀντιπράττει. φύσις γὰρ
1. αὐτῶν, ὡς εἴρηται νυνὶ, θερμαντική τε καὶ ξηραντικὴ καὶ
2. προσέτι συνακτική τε καὶ διακριτικὴ, συναγομένου μὲν εἰς
3. ταὐτὸ τοῦ παχέος, ἀποκρινομένου δὲ καὶ διακρινομένου κατὰ
4. τὴν τοῦδε σύνοδον ὅσον ἂν ὀῤῥῶδές τε καὶ λεπτὸν ἐμφέρηται
5. τῷ αἵματι. τοῦτο μὲν οὖν οἱ νεφροὶ φθάνουσιν ἐφ’
6. ἑαυτοὺς ἕλκοντες, τὸ δὲ συνιστάμενόν τε καὶ ἀποξηραινόμενον
7. οὐκέτι εὐπετῶς ἀναπτύεται. καὶ διὰ τοῦτο, καθάπερ
8. ἀρτίως ἐλέχθη, τμητικὸν μὲν εἶναι χρὴ τὸ τοιοῦτον φάρμακον,
9. οὐ μὴν ἐπιφανῶς γε θερμὸν, ἵνα μὴ ξηραίνῃ σφοδρῶς,
10. δίδοσθαί τε σὺν τοῖς ὑγραίνουσι ῥοφήμασί τε καὶ πόμασι
11. τῆς αὐτῆς χρείας ἕνεκα. τὰ μέντοι τοὺς νεφροὺς ἐκκαθαίροντα
12. τμητικὰ μὲν ὁμοίως ἐστὶ, δεῖ δ’ εἰς οὐδὲν ὑγρότητος
13. δαψιλοῦς. ὅσα δὲ τὰς ἐν αὐτοῖς πωρώδεις συστάσεις ἐπιτήδεια
14. τέμνειν ἐστὶν, τμητικὰ μὲν ἱκανῶς ὑπάρχει καὶ ταῦτα,
15. θερμότητος δ’ ἥκιστα μετέχει· συνίστησι γὰρ ἀποξηραίνουσα
16. τὸν πῶρον ἡ θερμότης, οὐ τέμνει καὶ διαιρεῖ. τὰ δ’ ἧττον
17. θερμὰ μετὰ τοῦ τέμνειν δύνασθαι βελτίω, καθάπερ αἵ τε
18. ῥίζαι τῶν βασιλικῶν ὀνομαζομένων ἀσπαράγων, αἵ τε τοῦ
19. βάτου, καὶ τὸ κέστρον καὶ τὸ πόλιον, ὦχρά τε καὶ ὕαλος ἡ 
1. κεκαυμένη, καὶ τὸ διὰ τῆς σκίλλης ὄξος, ὅσα τ’ ἄλλα τοιαῦτα.
2. Θεσσαλὸς δ’ ὁ σκαιότατος ὥσπερ εἰς τἄλλα
3. τῆς τέχνης ὑβρίζει πλημμελῶς, οὕτω καὶ ταῦτα διασύρειν
4. ἐπιχειρεῖ, μηδὲν εἶναι νομίζων φάρμακον ἰδίως ἡπατικὸν, ἢ
5. νεφριτικὸν, ἢ πλευριτικόν.

Cliquer un n° de page pour en afficher l’image