6. Ἀλλὰ τὰ μὲν ἐκείνου πλημμελήματα δι’
7. ἑτέρων γραμμάτων ἐπεδείξαμεν· ἐν δὲ τῷ παρόντι λόγῳ τὰς
8. ὑπολοίπους τῶν ἁπλῶν φαρμάκων ἐξηγησόμεθα δυνάμεις,
9. ἀπὸ τῶν ἀραιωτικῶν τε καὶ ἀναστομωτικῶν αὖθις ἀρξάμενοι.
10. δοκεῖ γὰρ δὴ καὶ ταῦτα πλησιάζειν μέν πως τοῖς
11. προειρημένοις, ὅσα ῥύπτειν καὶ τέμνειν ἐκφράττειν τε καὶ
12. διαιρεῖν ἔφαμεν, οὐ μὴν πάντῃ γε ὡμοιῶσθαι. πρῶτον μὲν
13. οὖν καὶ τούτων τὰς ἐννοίας διοριστέον, εἶθ’ οὕτως τὰς οὐσίας
14. ζητητέον. ὅσα μὲν δὴ τοὺς κατὰ τὸ δέρμα πόρους
15. ἀνοίγνυσιν ἀραιωτικὰ προσαγορεύουσιν, ὅσα δὲ τὰ στόματα
16. τῶν ἀγγείων, ἀναστομωτικά. καὶ δὴ καὶ τῶν ἐναντίων αὐτοῖς,
17. εἰ μέν τι συνάγει τοὺς πόρους, πυκνωτικὸν ὀνομάζουσιν,
18. εἰ δέ τι κλείει τὸ στόμιον, ἰδίῳ μὲν οὐκέτι προσαγορεύουσιν
ㅤ
1. ὀνόματι, γενικωτέροις δέ τισι συνάγον τε καὶ κλεῖον
2. καὶ σφίγγον καὶ στεγνοῦν ὀνομάζοντες, ἡ δὲ φύσις ἑκατέρων
3. ἐστὶν τῶν μὲν ἀραιωτικῶν μετρίως θερμὴ καὶ ἥκιστα ξηραίνουσα
4. καὶ λεπτομερὴς, τῶν δ’ ἀναστομωτικῶν παχυμερὴς,
5. δριμεῖα καὶ δηκτική· τῶν δ’ ἐναντίων αὐτοῖς ἡ μὲν
6. πυκνωτικὴ ψυκτικὴ μὲν, οὐ μὴν οὔτε γεώδης οὔτε ἀερώδης,
7. ἀλλ’ ὑδατώδης μᾶλλον, ἡ δὲ τὰς ἀναστομώσεις κλείουσα παχυμερὴς,
8. ψυχρά. παράδειγμα δὲ τούτων· ἀραιωτικῆς μὲν φύσεως
9. χαμαίμηλόν τε καὶ ἀλθαία καὶ τὸ δι’ αὐτῶν ἔλαιον,
10. οὐχ ἥκιστα δὲ καὶ τὸ διὰ τῶν ἀγρίων σικύων. ἀλλὰ καὶ
11. τὸ παλαιὸν καὶ τὸ κίκινον καὶ τὸ ῥαφάνινον ἔλαιον ἐκ
12. τῆς αὐτῆς ἐστιν ἰδέας. ἀναστομωτικῆς δὲ δυνάμεως ὅσα
13. δριμέα τέ ἐστιν καὶ γεώδη πάντα, κυκλάμινος, σκόροδα,
14. κρόμμυα, τῶν ταύρων αἱ χολαί. τῶν μύρων ἁπάντων παχυμερῶν
15. τε ἅμα καὶ θερμῶν αἱ ὑποστάσεις, οἷόν περ καὶ τὸ
16. ἴρινόν ἐστιν καὶ τὸ ἀμαράκινον, ἃ δὴ καὶ τὰς τυφλωθείσας
17. αἱμοῤῥοΐδας ἀναστομοῖ. τὰ δέ γε τὸ τῆς μήτρας στόμιον
18. ὑπὸ φλεγμονῆς τινος ἢ ξηρότητος ἢ σκίῤῥου μεμυκὸς ἀναστομοῦν
ㅤ
1. λεγόμενα κατὰ συμβεβηκὸς ἂν, οὐ πρώτως οὐδὲ
2. καθ’ ἑαυτὰ τοιαῦτα ἂν εἴη τινὸς δυνάμεως, ὥσπερ οὐδ’
3. ὅσα μεμυκότων ὑπὸ φλεγμονῆς ἤτοι χειλῶν ἢ βλεφάρων ἢ
4. μυκτήρων ἢ φάρυγγος ἢ πόσθης ἢ ἕδρας ἤ τινος ἑτέρου
5. τοιούτου στόματος ὀργάνου τὴν φλεγμονὴν ἰασάμενα, καὶ
6. τὴν μύσιν ἐπηνωρθώσαντο. καὶ γὰρ καὶ ταῦτα φλεγμονῆς
7. εἶναι λυτικὰ λέγοιντ’ ἂν, ἀναστομωτικὰ δ’ οὐδαμῶς ἁμαρτάνει
8. δ’ ἐν αὐτοῖς ὁ Διοσκουρίδης, ἀναστομωτικῆς ἐνίοτε
9. λέγων εἶναι δυνάμεως ἤτοι χαλαστικόν τι φάρμακον ἢ
10. μαλακτικὸν ἢ ὑγραντικὸν ἢ φλεγμονῆς λυτικόν. αἱ μὲν δὴ
11. τῶν ἀραιωτικῶν τε καὶ τῶν ἀναστομωτικῶν οὐσίαι τοιαίδε.
12. ㅤτῶν δ’ ἐναντίων αὐταῖς ἡ μὲν τῶν πυκνωτικῶν ὕδατός
13. τέ ἐστι τοῦ ψυχροῦ καὶ ἀειζώου καὶ ἀνδράχνης καὶ
14. τριβόλου χλωροῦ καὶ ψυλλίου καὶ τῆς πόας ἣν μυὸς ὦτα
15. προσαγορεύουσιν, καὶ φακοῦ τοῦ ἀπὸ τῶν τελμάτων, καὶ
16. ἁπλῶς εἰπεῖν ὅσα ψύχει μὴ στύφοντα. διὸ καὶ μανδραγόρας
17. καὶ ㅤκώνειον, ὑοσκύαμός τε καὶ μήκων, αὐτὰς δὲ
18. λέγω νῦν τὰς πόας, εἰ μὲν μετρίως τις χρήσαιτο, πυκνωτικαὶ
ㅤ
1. ταῖς δυνάμεσιν ὑπάρχουσιν· εἰ δ’ ἐπὶ πλέον, οὐ πυκνωτικαὶ
2. μόνον, ἀλλ’ ἤδη καὶ ναρκωτικαί· εἰ δ’ ἐπὶ πλεῖστον,
3. οὐκέτι ναρκωτικαὶ μόνον, ἀλλ’ ἤδη καὶ νεκρωτικαί.
4. ἡ δὲ τῶν ἐναντίων τοῖς ἀναστομωτικοῖς οὐσία, παχυμερὴς
5. οὖσα καὶ ψυχρὰ, τῶν στυφόντων ἁπάντων ἐστὶ χωρὶς ἐπὶ
6. μίκτον δριμύτητος. εἴρηται δὲ τῆς ὕλης αὐτῶν ἱκανὰ παραδείγματα
7. κατὰ τὸ δ΄ γράμμα, δι’ οὗ καὶ τὴν οὐσίαν ἐξήγημαι
8. τῶν τοιούτων φαρμάκων, γεώδη καὶ ψυχρὰν οὖσαν.
9. οὐκοῦν ἔτι θαυμαστὸν οὐδὲν, εἰ μόνη συνάγειν καὶ κλείειν
10. πέφυκε τὰ παρὰ φύσιν ἀναπεπταμένα τῶν ἀγγείων στόματα·
11. μόνῃ γὰρ αὐτῇ πάνθ’ ὅσα δεῖται τὰ συναχθησόμενα
12. πάρεστι, διὰ μὲν τὸ παχυμερὲς τῆς συστάσεως ἔξωθεν μὲν
13. προσπιπτούσῃ, διεξέρχεσθαι δὲ τοὺς λεπτοὺς πόρους ἀδυνατούσῃ,
14. διά τε τὴν ψύξιν εἴσω τε πιλούσῃ καὶ συναγούσῃ
15. πανταχόθεν εἰς ἑαυτὰ τὰ πλησιάζοντα· διότι δὲ ξηραίνει,
16. τοιοῦτον γὰρ ἐδείχθη πᾶν τὸ στῦφον, ἐκβοσκουμένη τε τὴν
17. ἰκμάδα καὶ τονοῦσα τὸ μόριον. ἀλλ’ εἴπερ ἅπαντα συνέλθῃ
18. ταῦτα, κλεισθήσεται τὸ στόμιον ὡς ὑπὸ δακτύλων τινῶν
ㅤ
1. ἔξωθεν τῶν μορίων τῆς στυφούσης οὐσίας συναγόμενον. ὅσα
2. δὲ τῶν φαρμάκων ψυχρὰ μέν ἐστιν ἢ ὁμοίως ἢ μᾶλλον, ὑδατώδη
3. δ’ ἐστὶ ταῖς οὐσίαις, ἀσθενῶς τὰ τοιαῦτα καὶ συνάγει
4. τε καὶ σφίγγει διὰ μαλακότητα. δεῖται γάρ τινος ἰσχύος
5. ἀντιβατικῆς καὶ σκληρᾶς ἅπαν τὸ μέλλον πιλήσειν τε καὶ
6. συνάξειν ὁτιοῦν ἰσχυρῶς, ἣν οὐκ ἔχοντα τὰ ὑδατωδέστερα
7. ταῖς οὐσίαις φάρμακα τοὺς μὲν λεπτοὺς πόρους ἐν ἑκάστῳ
8. σώματι συνάγει καὶ πυκνοῖ, τὸ δ’ ὅλον ὄργανον ἀδυνατεῖ
9. σφίγξαι πανταχόθεν, ὥστ’ εὐλόγως τὰ τοιαῦτα πυκνωτικὰ
10. μέν ἐστι, στεγνωτικὰ δὲ οὐκ ἔστιν. ἄκουε δέ μου νῦν στεγνωτικὰ
11. λέγοντος ὅσα τὰς αἰσθητικὰς ἐκκρίσεις ἐπέχει. καὶ
12. γὰρ τὸ στεγνωτικὸν σῶμα, τὸ στέγον ἐν αὑτῷ καὶ μηδὲν
13. ἔξω μεθιὲν αἰσθητῶς, ὑπὸ τῶν Ἑλλήνων προσηγόρευται
14. στεγνόν. ταυτὶ μὲν οὖν τοιαῦτα ταῖς κράσεσί τ’ ἐστὶ καὶ
15. ταῖς δυνάμεσιν· τὰ δὲ ἀραιωτικὰ θερμαίνει μὲν πάντως·
16. οὐδὲ γὰρ ἂν ἄλλως δύναιτο διαχέαι τε ἅμα καὶ χαλάσαι τὴν
17. οὐσίαν, οἷς ἕπεται τὸ καὶ τοὺς πόρους εὐρυνθῆναι· χρὴ
ㅤ
1. μέντοι μήτ’ ἄγαν αὐτὰ θερμὰ ταῖς κράσεσιν εἶναι, δριμέα
2. γὰρ ἤδη ταῦτα καὶ φρίττειν ἀναγκάζει, μήτε ξηραντικά.
3. καὶ γὰρ καὶ ταῦτα συντηκτικά τ’ ἐστὶ καὶ ὀδυνηρὰ τῶν
4. αἰσθητικῶν σωμάτων.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 5.14, ed. Kühn, 1826, vol. 11, p. 749-754. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:5.14
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩