5. Ὅσα τοίνυν ἀλύπως θερμαίνει, ταῦτα
6. ἀραιωτικὰ μόνον ὑπάρχει τῶν πάντων· εἰ δὲ μὴ θερμὰ
7. μόνον, ἀλλὰ καὶ παχυμερῆ ταῖς συστάσεσιν εἴη, σφοδρὰ
8. μὲν ὑπάρχοντα καὶ καυστικὰ συντήκει τε τὰ σώματα
9. δίκην πυρὸς, ἐσχάρας τε πολλάκις ὁμοίας ταῖς ἀπὸ
10. τῶν καυστήρων ἐργάζεται. ἧττον δ’ ἢ ὥστε καίειν θερμαίνοντα
11. τῆς ἀναστομωτικῆς ㅤἐστι δυνάμεως, ὥστ’ εἶναι
12. τῶν ἀναστομωτικὸν φάρμακον τῇ μὲν οὐσίᾳ γεῶδές τε ἅμα
13. καὶ πυρῶδες, εἰς τοσοῦτον δ’ ἧκον θερμότητος ὡς μήπω
14. καίειν. εἰ δὲ καυστικόν τε ἅμα καὶ μὴ μέντοι σφοδρῶς εἴη,
15. καὶ προσέτι λεπτομερὲς, ἤτοι παντάπασιν ἄδηκτον ἔσται τὸ
16. τοιοῦτον, ἢ μετ’ ὀλίγης δήξεως καὶ ὀδύνης ἀποτήξει τι τῶν
17. σαρκωδῶν μορίων. τῷ γὰρ μήτ’ ἀλλοιοῦν ἀθρόως, ὥσπερ
18. τὰ σφόδρα θερμὰ, μήτε μόλις διεξέρχεσθαι, καθάπερ τὰ παχυμερῆ,
ㅤ
1. λανθάνουσαν ἔχει τὴν ἐνέργειαν, εἴ γε τῶν ἀλλοιώσεων
2. αἱ ἀθρόαι μεταβολαὶ μάλιστα αἰσθητικαὶ καὶ τῶν
3. διεξόδων αἱ βίαιοι. τὸ γὰρ παχυμερὲς καυστικὸν, ᾧπερ ἂν
4. ἐνιζήσῃ μορίῳ, σκόλοπος δίκην ἐμπεπαρμένον ἀνιᾷ. ἀλλ’
5. ἐκεῖνο μὲν ἐσχαρωτικόν ἐστιν ὁμοίως τοῖς καυστικοῖς. ὑπὲρ
6. ὧν δὲ νῦν ὁ λόγος ἐνέστηκεν, οὔτε ἐσχάραν ἐργάζεται καὶ
7. καλεῖται σηπτικὰ, οὐκ οἰκείας μὲν τῆς προσηγορίας τετυχηκότα.
8. τὰ γὰρ ὄντως σηπτικὰ ὑγραίνοντα μετὰ τοῦ θερμαίνειν
9. ἐστίν. ὅμως δ’ οὖν οὕτω καλοῦμεν τῇ τοῦ συμπτώματος
10. ὁμοιότητι, φθορὰ γὰρ ἀνώδυνος ὑπ’ ἀμφοτέρων
11. γίγνεται· πλείους μὲν οὖν εἰσιν οἱ τῶν φθειρομένων τρόποι.
12. τά τε γὰρ ὑπερψυχθέντα καὶ ὑπερθερμανθέντα καὶ ὑπερυγρανθέντα
13. καὶ ὑπερξηρανθέντα φθείρεται, ἀλλ’ οὐ πάντα
14. γε τὰ φθειρόμενα σήπεσθαί φαμεν, ἀλλ’ ὅσα μετὰ δυσωδίας
15. τοῦτο πάσχει. περὶ μὲν δὴ τῶν ὀνομάτων οὐ πάνυ χρὴ
16. σπουδάζειν. χρὴ δ’ εἰδέναι τὰ καλούμενα φάρμακα σηπτὰ
17. καὶ σηπτικὰ, καθάπερ ἀρσενικὸν καὶ σανδαράκη καὶ χρυσοκόλλα,
ㅤ
1. δρυόπτερίς τε καὶ πιτυοκάμπη καὶ ἀκόνιτον τήκειν
2. τε καὶ συντήκειν ἅπαντα, καὶ μάλιστα τῆς μαλακῆς σαρκὸς
3. ὀδύνης χωρίς. ἔνια δ’ ἐξ αὐτῶν ἰδίως ὀνομάζουσι καθαιρετικὰ,
4. καὶ χρῶνταί γε πρὸς τὰς ἐπουλώσεις τῶν ὑπερσαρκούντων
5. ἑλκῶν. ἔστι δὲ καὶ ταῦτα τῆς μὲν αὐτῆς τῷ γένει
6. τῆς σηπτικῆς ὀνομαζομένης δυνάμεως, ἀσθενεστέρας δ’
7. εἰς τοσοῦτον ὡς τὸ μὲν ἐπιπολῆς μόνον ᾧ προσπίπτει καθαιρεῖν,
8. εἰς βάθος δ’ ἀδυνατεῖν προσέρχεσθαι, καθάπερ καὶ
9. τὸ τῆς Ἀσίας πέτρας ἄνθος, οὐ μὴν τῆς γε αὐτῆς τῆς ὄντως
10. ἐπουλωτικῆς δυνάμεώς ἐστι τὰ τοιαῦτα. ἐκεῖνα γὰρ οὐ
11. καθαιρεῖν οὐδ’ ἀποτήκειν τι τῆς σαρκὸς, ἀλλὰ σκληρύνειν
12. τε καὶ ξηραίνειν πέφυκεν, ἥ τε στυπτηρία καὶ ἡ κίκις, ἣν
13. ὀμφακῖτιν ὀνομάζουσιν, ὅ τε κεκαυμένος χαλκὸς, καὶ μάλισθ’
14. ὁ πεπλυμένος. ὁ μὲν γὰρ ἄπλυτος ἔχει τι καθαιρετικὸν,
15. ὥσπερ καὶ ἡ τοῦ χαλκοῦ λεπίς. ὁ πεπλυμένος δὲ τὸ κάλλιστον
16. τῶν ἐπουλωτικῶν φαρμάκων ἐστί. χρὴ γὰρ καὶ στύφειν
17. μετρίως καὶ ξηραίνειν τὸ μέλλον ἐπουλώσειν καλῶς.
ㅤ
1. ὅθεν καὶ ὁ τῆς Αἰγυπτίας ἀκάνθης καρπὸς, καὶ τὰ τῆς
2. ῥοιᾶς λέμματα ξηρὰ, καὶ πάνθ’ ὅσα τοιαῦτα τῶν ἐπουλωτικῶν
3. φαρμάκων ἐστίν.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 5.15, ed. Kühn, 1826, vol. 11, p. 754-757. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:5.15
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩