6. Ἑλκτικαὶ μὲν οὖν εἰσιν ὅσαι τὰ κατὰ
7. βάθος ἐπισπῶνται σφοδρότερον. ἀποκρουστικαὶ δὲ ὅσαι
8. πρὸς τὸ βάθος ἀπελαύνουσι τοὺς πλησιάζοντας ἐν αὐταῖς
9. χυμούς. ἡ δ’ οὐσία τῶν μὲν θερμή τ’ ἐστὶν καὶ λεπτομερὴς,
10. τῶν δ’ ἔμπαλιν ψυχρά τε καὶ παχυμερής. ἕλκει μὲν
11. γὰρ ἀεὶ τὸ θερμὸν, ἀποκρούεται δὲ τὸ ψυχρόν. ἀλλὰ τὸ
12. μὲν λεπτομερὲς θερμὸν ἕλκει σφοδρότερον, τὸ δὲ παχυμερὲς
13. ψυχρὸν, οἷόν περ τὸ στῦφον ὠθεῖ βιαιότερον. ἐξ οὖν τοῦ
14. σφοδροῦ τῆς ἐνεργείας ἑκατέρῳ τοὔνομα. ἡ μὲν δὴ τῶν
15. στυφόντων ὕλη πρόδηλος· ἡ δὲ τῶν ἑλκτικῶν ἡ μὲν τις αὐτοφυής
16. ἐστιν, ἡ δ’ ἐκ σηπεδόνος ὀξυνούσης ἔχει τὴν γένεσιν,
17. αὐτοφυὴς μὲν ἥ τε τοῦ δικτάμου καὶ ἡ τῆς προπόλεως
18. καὶ θαψίας καὶ ἡ τοῦ σαγαπηνοῦ καὶ ἡ τῶν ὀπῶν
ㅤ
1. τοῦ Κυρηναίου τε καὶ Μηδικοῦ, καὶ εἰ δή τις ἄλλος ὅμοιος
2. τούτοις ἐστίν. ἐκ σηπεδόνος δὲ ἥ τε τῆς ζύμης καὶ ἡ τοῦ
3. ψωρικοῦ καλουμένου. ㅤἤδη δὲ καὶ ἡ κόπρος ἡ ἐκ σηπεδόνος
4. ἅπασι μὲν ἂν οὕτω γε τῆς ἑλκτικῆς εἶεν δυνάμεως,
5. οὐ μικρὰ δ’ ἐν αὐταῖς ἡ διαφορά. ἡ μὲν γὰρ τῆς περιστερᾶς
6. ἱκανῶς ἑλκτικὴ, τὸ δ’ ἶσον ἀφ’ ἑκατέρας ταύτης ἀφεστήκασιν
7. ἐπὶ μὲν τὸ θερμότερον ἡ τοῦ χηνὸς, ἐπὶ δὲ τὸ
8. ψυχρότερον ἡ τοῦ ἀλεκτρυόνος. ἀπολείπεται δὲ ταύτης ἔτι
9. μᾶλλον ἥ τε τῶν ἀνθρώπων καὶ τῶν ὑῶν. ἡ δὲ τῶν κυνῶν
10. οἷά περ τὰ ῥυπτικὰ φάρμακα, καὶ μᾶλλον ὅταν ὀστᾶ κατεσθίωσι.
11. καὶ ἡ τῶν κροκοδείλων δὲ τῶν χερσαίων ἔτι καὶ
12. μᾶλλον ἀκριβοῖ τοῦτο. ἔστι δὲ καὶ ἕτερόν τι γένος ἑλκτικῶν
13. φαρμάκων, οἰκειότητι ποιότητος ἐπισπώμενον, ὅπερ
14. οὐδὲν ἄλλο ἐστὶν ἢ ὁμοιότητι τῆς ὅλης οὐσίας, ὥσπερ καὶ
15. τὰ τρεφόμενα τὰς οἰκείας τροφὰς ἐπισπᾶται. τῶν τοιούτων
16. δ’ ἐστὶ φαρμάκων καὶ τὰ καθαίροντα μὲν πάντα καὶ τῶν
17. ἀλεξητηρίων δ’ ἔνια. θερμὰ δ’ εἶναι χρὴ πάντα τὰ τοιαῦτα.
18. τῶν γὰρ ὁμοίων ταῖς οὐσίαις, τὸ θερμότερον ἑλκτικώτερον
ㅤ
1. ὑπάρχει, καὶ ὡς ἂν προσειληφὸς σύμμαχον τῇ ὁμοιότητι
2. τὴν θερμότητα. δυσὶ γὰρ αἰτίαις ἕλκον τὸ τοιοῦτο πλεονεκτήσει
3. τοῦ κατὰ τὴν ἑτέραν μόνην ἐπισπωμένου. διοίσει
4. δ’ οὐδὲν ἐπισπαστικὴν λέγειν ἢ ἑλκτικὴν ἢ ἑλκυστικὴν
5. δύναμιν.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 5.17, ed. Kühn, 1826, vol. 11, p. 759-761. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:5.17
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩