Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 5.18, ed. Kühn, 1826, vol. 11, p. 761-764. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:5.18

6. Ἀλλ’ ἐπεὶ καὶ περὶ τούτων αὐτάρκως εἴρηται,
7. μεταβῶμεν ἐπὶ τὰς ἀλεξητηρίους τε καὶ ἀλεξιφαρμάκους
8. ὀνομαζομένας δυνάμεις. ἔστι δὲ καὶ τούτων ἡ φύσις
9. διττὴ, τῶν μὲν ἀλλοιούντων, τῶν δ’ ἐκκενούντων τοῦ πεπονθότος
10. σώματος ἢ τὸν φθαρτικὸν ἰὸν ἢ τὸ δηλητήριον
11. φάρμακον. ἀλλοιοῖ μὲν οὖν ἤτοι κατά τινα ποιότητα μίαν
12. ἢ συζυγίαν ἐκ δυοῖν ἢ κατὰ τὰς ὅλας οὐσίας, ἐκκενοῖ δὲ τῇ
13. τῆς ὅλης οὐσίας ὁμοιότητι καὶ τῇ λεπτομερεῖ θερμότητι.
14. τέτταρες οὖν αἱ πᾶσαι διαφοραὶ γενήσονται τῆς ἐξ αὐτῶν
15. ὠφελείας, δύο μὲν ἀλλοιωτικαὶ καὶ δύο κενωτικαί. καὶ ἡ
16. μὲν δὴ τῇ τῆς ποιότητος ἐναντιώσει βοηθοῦσα πρόδηλος.
17. εἰ μὲν γὰρ ψυχρὸν εἴη τὸ δηλητήριον φάρμακον, ἢ ὁ ἰὸς ὁ
18. τοῦ ζώου, πρὸς τῶν θερμαινόντων ὠφεληθήσονται φαρμάκων·
1. εἰ δὲ θερμὸν, ὑπὸ τῶν ψυχόντων· καὶ εἰ μὲν ξηρὸν,
2. ὑπὸ τῶν ὑγραινόντων, εἰ δὲ ὑγρὸν, ὑπὸ τῶν ξηραινόντων·
3. οὕτω δὲ καὶ εἰ μὲν ψυχρὸν ἅμα καὶ ὑγρὸν, ὑπὸ τῶν ξηραινόντων
4. καὶ θερμαινόντων, εἰ δὲ θερμὸν καὶ ξηρὸν, ὑπὸ
5. τῶν ὑγραινόντων καὶ ψυχόντων, καὶ κατὰ τὰς λοιπὰς δύο
6. συζυγίας ἀνάλογον. οὐκ ἄδηλος δὲ οὐδὲ ἡ διὰ τῆς καθ’
7. ὅλην τὴν οὐσίαν τῶν δυνάμεων ἀλλοίωσίς ἐστιν τοῖς μεμνημένοις
8. τῶν προαποδεδειγμένων ἔν τε τοῖς περὶ τῶν φυσικῶν
9. δυνάμεων ὑπομνήμασιν καὶ προσέτι τοῖς περὶ κράσεων.
10. αἱ γὰρ ἀλλοιοῦσαι τὰ δηλητήρια φάρμακα δυνάμεις ἐν τῷ
11. μέσῳ τὴν φύσιν εἰσὶ τῶν τε πασχόντων σωμάτων καὶ ἀδικούντων
12. αὐτὰ φαρμάκων, ὥστ’ ἀνάλογον ἔχειν ὡς τὸ σῶμα
13. πρὸς τὴν ἀλεξητήριον δύναμιν, οὕτως ἐκείνην πρὸς τὸ δηλητήριον,
14. ὡσαύτως δὲ καὶ ὡς τὸ δηλητήριον πρὸς τὸ ἀλεξητήριον,
15. οὕτως καὶ τὸ ἀλεξητήριον πρὸς τὸ σῶμα. καὶ διὰ
16. τοῦτο τὰ τοῖς δηλητηρίοις ἐναντιούμενα σχεδὸν ἅπαντα πλείω
17. ληφθέντα μεγάλως ἀδικεῖ τὸ τοῦ ζώου σῶμα. χρὴ
18. τοίνυν ἐν τοσαύτῃ δίδοσθαι συμμετρίᾳ ποσότητος πάσας τὰς
1. τοιαύτας δυνάμεις ὡς μήτε τῷ πλήθει βλάπτειν τὸ σῶμα
2. μήτε δι’ ὀλιγότητα νικᾶσθαι πρὸς τῶν δηλητηρίων. ἀλλὰ
3. τοῦτο μὲν ἤδη τῆς θεραπευτικῆς ἐστι μεθόδου, νυνὶ δὲ τῶν
4. ἐφεξῆς ἐχώμεθα. πᾶς δηλητήριος ἰὸς ὑπὸ τῶν ἔξωθεν ἐπιτιθεμένων
5. ἐκκενοῦται φαρμάκων, οἷον ἤτοι θερμότητι τὴν
6. ὁλκὴν ποιουμένων, ἢ τῇ τῆς ὅλης οὐσίας ὁμοιότητι. χρὴ δὲ
7. κᾀνταῦθα μέσον ὡς ἔνι μάλιστα τῇ φύσει τὸ ἀλεξητήριον
8. ὑπάρχειν τοῦ τε σώματος οὗ θεραπεύει καὶ τοῦ βλάπτοντος
9. ἰοῦ. ἂν γὰρ ἐναντιώτατον ᾖ τοῦ σώματος, δράσει μᾶλλον
10. εἰς αὐτὸ καθάπερ τι δηλητήριον, οὐ κενώσει τὸν ἰόν. ἵνα
11. γὰρ ἀναλάβωμεν ἕνεκα σαφηνείας αὖθις τὸ σύμπαν, εἰδέναι
12. χρὴ τὰς δηλητηρίας ἁπάσας δυνάμεις ἐναντιωτάτας οὔσας
13. τῇ κράσει τοῖς βλαπτομένοις ὑπ’ αὐτῶν σώμασιν. εἴπερ οὖν
14. ὑπὸ τῶν ὁμοίων τῇ κράσει κενοῦνται φαρμάκων, εἴη ἂν δήπου
15. καὶ ταῦτα ταῖς τῶν σωμάτων φύσεσιν ἐναντία. καὶ
16. μὲν δὴ καὶ ἔστιν ἐναντία πως, οὐ μὴν εἰς τοσοῦτόν γε ὡς
17. ἀναιρεῖν, ἀλλ’ ἐπαμφοτερίζειν μᾶλλον ἐν τῷ μέσῳ καθεστηκότα
18. τῶν τε βλαπτόντων ἄντικρυς τὸ τοῦ ζώου σῶμα καὶ 
1. τῶν ὠφελούντων. εἴτε δὲ δηλητηρίους δυνάμεις, εἴτε φθαρτικὰς,
2. εἴτε φθοροποιοὺς, εἴτε ὁπωσοῦν ἐθέλοις ἄλλως
3. καλεῖν, οὐ διοίσει, κατὰ ταὐτὰ δὲ κᾂν ἀλεξητηρίους ἢ ἀλεξιφαρμάκους.
4. οὐ μὴν οὐδ’ εἰ τὰς μὲν τῶν ἰοβόλων θηρίων
5. ἰατικὰς ἀλεξητηρίους ἐθέλοι τις ὀνομάζειν, τὰς δὲ τῶν δηλητηρίων
6. ἀλεξιφαρμάκους, ὥσπερ ἤδη τινὲς ἠξίωσαν, οὐδὲ
7. πρὸς τούτους ἀμφισβητέον ὑπὲρ τῶν ὀνομάτων. οὐ γὰρ ἐκ
8. τούτων τὸ προσηκόντως ἰᾶσθαι τὰς νόσους, ἀλλ’ ἐκ τῆς
9. τῶν πραγμάτων παραγίγνεται ἐπιστήμης.

Cliquer un n° de page pour en afficher l’image