10. Ἐπεὶ δὲ καὶ περὶ τούτων ὅσον εἰς τὰ
11. παρόντα συμμέτρως εἴρηται, ἤδη μεταβῶμεν ἑξῆς ἐπὶ τὸν
12. τῶν ἀνωδύνων τε καὶ παρηγορικῶν ἢ πραϋντικῶν ἢ ὅπως
13. ἄν τις ὀνομάζειν ἐθέλοι δυνάμεων λόγον. ἀνώδυνος οὖν
14. δύναμις ἡ μέν τις ὄντως ἐστὶν, ἡ δὲ λέγεται μόνον, ὡς εἰ
15. καὶ τὸν νεκρὸν ἄνθρωπον ἀνώδυνον εἴποι τις. ἡ μὲν οὖν
16. ὄντως ἀνώδυνος ἡ τῶν θερμαινόντων ἐστὶ κατὰ τὴν πρώτην
17. τάξιν, ὅταν ἐν οὐσίᾳ λεπτομερεῖ περιέχηται. ἡ δὲ τῶν
18. λεγομένων ψυχρῶν, ὅταν ἀκραιφνεῖ ψύξει χρώμενα ναρκώσῃ
ㅤ
1. τὸ μόριον· ἔστι ㅤδ’ ἡ νάρκη μικροῦ δεῖν ἀναισθησία.
2. τὰ δὲ τῷ τὴν διάθεσιν ἰᾶσθαι παύοντα τὰς ὀδύνας
3. οὐκ ἂν εὐλόγως ἀνώδυνα λέγοιτο. κοινὸν γὰρ τοῦτο
4. πᾶσι τοῖς θεραπεύουσιν ὑπάρχει. τὰ τοίνυν ὄντως ἀνώδυνα
5. λεπτομερῆ τε εἶναι χρὴ καὶ οὐ πολλῷ θερμότερα τῶν
6. συμμέτρων, ἕνεκα τοῦ κενῶσαί τε καὶ διαφορεῖν καὶ ἀραιῶσαι
7. καὶ λεπτῦναι καὶ συμπέψαι καὶ ὁμαλῦναι πᾶν ὅσον ἐν
8. τοῖς ὀδυνωμένοις μορίοις ἢ χυλῶν δριμέων ἢ γλίσχρων ἢ
9. παχέων, ἢ πολλῶν ἐμπεφραγμένων ἐν πόροις λεπτοῖς, ἢ καί
10. τινος ἀτμώδους τε καὶ παχέος ἢ ἱκανῶς ψυχροῦ πνεύματος
11. ἐναπείληπταί τε καὶ κατακέκλεισται, διέξοδον οὐκ ἐπιτηδείαν
12. ἔχοντος. ㅤοὐδὲν οὖν αὐτοῖς ὅλως χρὴ προσεῖναι στυφούσης
13. δυνάμεως, οὐδ’ ἂν ὁ τόπος ἢ τὸ πάθος προσδέηται·
14. ἐξ ὧν δῆλον ὡς ἐνίοτε μὲν οὐδὲν ὠφελήσει τὴν διάθεσιν,
15. ἀλλὰ τὴν ὀδύνην παρηγορήσει μόνον, ἡνίκα καὶ ὄντως
16. ἀνώδυνα λεχθήσεται, ἐνίοτε δὲ καὶ τὴν διάθεσιν αὐτὴν
17. ἐπωφελήσει τι καὶ δύναμιν ἕξει διττὴν, ἀνώδυνόν τε ἅμα
ㅤ
1. καὶ ἰωμένην φάρμακον. ἐπὶ πλέον δὲ καὶ περὶ τῶν τοιούτων
2. ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου λεχθήσεται γράμμασιν.
3. ἐν δὲ τῷ παρόντι ἐπαρκεῖ διελθεῖν ὡς τούτων τῶν
4. ἀνωδύνων ἰδίως ὀνομαζομένων φαρμάκων ἔνια μὲν, ὥσπερ
5. εἴρηται, τῆς πρώτης ἐστὶ τῶν θερμαινόντων τάξεως, ἅπερ
6. δὴ καὶ ὄντως ἐστὶν ἀνώδυνα, καθάπερ τὸ ἀνήθινον ἔλαιον,
7. ἔνια δὲ παραπλησίως αὐτῷ τῷ ἡμετέρῳ σώματι, καθάπερ
8. τὰ διαπυητικὰ προσαγορευόμενα, περὶ ὧν τῆς ὕλης ἔμπροσθεν
9. εἴρηται. διορισθήσεται δὲ ὑπὲρ τῆς χρήσεως αὐτῶν ἐν
10. τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν. τὰ δὲ καταφορὰν
11. ἐργαζόμενα ποθέντα, καὶ διὰ τοῦτο ἀνώδυνά τε καὶ
12. ὑπνωτικὰ πρὸς τῶν πολλῶν προσαγορευόμενα τῆς ἐναντιωτάτης
13. ἐστὶ κράσεως τοῖς ὄντως ἀνωδύνοις. ψύχει γὰρ ἅπαντα
14. τὸ σῶμα καὶ ναρκοῖ τὴν αἴσθησιν εἰς τοσοῦτον ὥστ’ εἰ
15. βραχεῖ πλείω ποθείη, θάνατον ἐπιφέρει. ἄριστα δ’ αὐτῶν
16. ἐστιν εἰς τὴν προκειμένην χρείαν ὅσα ξηραίνει. καὶ ὅσα γε
17. πλῆθος ὑγρότητος ἔχει ψυχρᾶς, ὥσπερ καὶ τὸ κώνειον, οὐκ
18. ἀγαθὰ πινόμενα· τοιοῦτος δ’ ἐστὶν καὶ ὁ μανδραγόρας,
ㅤ
1. πλὴν τοῦ φλοιοῦ τῆς ῥίζης ξηροῦ, καὶ ὑοσκύαμος, πλὴν τοῦ
2. σπέρματος. ἄμεινον δὲ ἐν τούτοις τὸ λευκὸν σπέρμα τοῦ
3. μέλανος. ἔνια δὲ ὅλαις ταῖς οὐσίαις ἐστὶν ἡμῖν ἐναντία,
4. καὶ διὰ τοῦτο, κᾂν ἐλάχιστα ληφθῇ, βλάπτει πάντως, οἷον
5. ἥ τε δρυόπτερις καὶ ἡ πιτυοκάμπη καὶ ἡ θαψία καὶ τὸ
6. στρύχνον τὸ μανικὸν καὶ ὑδράργυρος, ἔνιοί τε τῶν μυκήτων,
7. καὶ τὸ σίαλον καὶ χολαὶ τῶν ἰοβόλων ζώων. τὰ γὰρ
8. τοιαῦτα πάντα τῷ γένει δηλητήρια καθέστηκεν, οὐ τῷ
9. ποσῷ. καὶ διὰ τοῦτο οὐδὲν ἐξ αὐτῶν εἰς τὰς ἀλεξητηρίους
10. ἀντιδότους ἐμβάλλεται, καθάπερ ὁ τοῦ μήκωνος ὀπὸς καὶ
11. ὁ σμύρνα καὶ ὁ στύραξ καὶ ὁ κρόκος. ταῦτα γὰρ, εἰ μὲν
12. πλείω ποθείη, τὰ μὲν ἐκμαίνει, τὰ δὲ θάνατον ἐπιφέρει.
13. μετὰ συμμετρίας δέ τινος ἐπιμιγνύμενα τοῖς ἄλλοις ἀρήγει.
14. ὅσα δ’ ἐξ αὐτῶν βλάπτει τὴν διάνοιαν, εὐθὺς μέν ἐστιν
15. τὰ πλεῖστα καρηβαρικὰ, πλήθους ἀτμῶν μοχθηρῶν ἐμπιπλῶντα
16. τὴν κεφαλήν. ἅπτεται δ’ ἔνια καὶ τοῦ στόματος
17. τῆς γαστρὸς, ὡς συμπάσχειν τὰ κατὰ τὴν κεφαλήν. κοινῇ
18. δὲ σύμπαντα κατὰ διττὸν τρόπον ἀδικεῖ τὸν ἐγκέφαλον, ἢ
ㅤ
1. ταῖς ὅλαις οὐσίαις ἐναντία καθεστῶτα, ἢ κατὰ μίαν ἢ δύο
2. ποιότητας ὑπαλλάττοντα τὴν κρᾶσιν.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 5.19, ed. Kühn, 1826, vol. 11, p. 764-768. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:5.19
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩