Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 5.2, ed. Kühn, 1826, vol. 11, p. 706-713. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:5.2

14. Ἡ χρεία τῶν φαρμάκων τοῖς ἀνθρώποις γίγνεται
15. πολλάκις μὲν ὡς αὐτὸ τοῦτο μόνον, ἤτοι θερμαινόντων
16. ἢ ψυχόντων ἢ ὑγραινόντων ἢ ξηραινόντων, ἢ κατὰ συζυγίαν
17. τινὰ τούτων ἐνεργούντων, ἐνίοτε δὲ ὡς ἤδη τὸ πέρας
18. τοῦ μετρίου κεχαλασμένον, ἐπιτεινόντων τε καὶ συναγόντων,
1. ἢ τὸ συντεταμένον χαλώντων, ἢ ἀραιούντων τὸ πεπυκνωμένον
2. ἢ πυκνούντων τὸ μανὸν, ἢ μαλαττόντων τὸ σκληρὸν
3. ἢ σκληρυνόντων ἀμέτρους μαλακότητας, ἢ κενούντων τὸ
4. πλῆρες ἢ πληρούντων τὸ κενὸν, ἤ τι τοιοῦτον ἕτερον ἐργαζομένων.
5. ὁ μὲν γὰρ ἐψυγμένος οὐκ ἰατρὸς μόνον, ἀλλὰ καὶ
6. ἰδιώτης ὁστισοῦν, ὑπ’ αὐτῆς τοῦ πράγματος τῆς φύσεως
7. ἀγόμενος, ἐξευρεῖν ἐπιθυμεῖ θερμαῖνον φάρμακον, οὕτως ὑπὸ
8. καυσώδους πυρετοῦ διακαιόμενος ἐμψῦχον. οὕτω δὲ καὶ πλαδαρὸν
9. ἕλκος ἔχων ἰδιώτης ὁστισοῦν ξηρᾶναι κελεύει τὸν
10. ἰατρὸν αὐτὸ, καὶ εἰ ξηρὸν εἴη καὶ ἄνικμον, ὑγρᾶναι. καὶ δὴ
11. καὶ ξηρότητος ἅμα θερμότητι καθ’ ὅλον αἰσθανόμενοι τὸ
12. σῶμα, ὥσπερ καὶ οἵ τε ἐγκαυθέντες καὶ κοπωθέντες λούεσθαί
13. τε ποθοῦσι καὶ πίνουσιν ὕδατος ψυχροῦ, καὶ πᾶν ὅ τι
14. περ ἂν ὑγραίνειν τε ἅμα καὶ ψύχειν ἱκανὸν ᾖ, τοῦτο ἐξευρίσκειν
15. μηχανῶνται, καὶ πορίζονταί γε πολλάκις ὑπ’ αὐτῆς
16. τῆς φύσεως ἀγόμενοι πολλοὶ τῶν ἰδιωτῶν τὰ τούτων ἰάματα.
17. φλεγμονῆς μέντοι καὶ σκίῤῥου καὶ οἰδήματος, ἐρυσιπέλατός
18. τε καὶ σηπεδόνος, ἕρπητός τε καὶ γαγγραίνης, οὐκέτ’ οὐδεὶς
1. αὐτῶν ἐπιχειρεῖ ζητεῖν τὴν ἴασιν ἑαυτῷ, ὡς μείζονος ἤδη
2. τῶν τοιούτων ἑκάστου ὑπάρχοντος ἢ κατὰ γνώμην ἰδιώτου
3. καί τινος ἐπιστήμης σεμνοτέρας δεομένου ὀνομάζουσι δὲ τὴν
4. τοιαύτην ἐπιστήμην ἰατρικὴν καὶ τὸν ἐργαζόμενον αὐτὴν
5. ἰατρόν. καὶ μέχρι μὲν τοσούτου καὶ αὐτοὶ προΐασιν ὡς
6. γινώσκειν ὅτι τὸ μὲν κοῖλον ἕλκος δεῖται σαρκώσεος, τὸ δὲ
7. ῥυπαρὸν καθάρσεως, τὸ δ’ ὁμαλὸν ἐπουλώσεως· οὐ μὴν τό
8. γε σαρκοῦν ἢ καθαῖρον ἢ ἐπουλοῦν φάρμακον ἴσασιν. οὕτω
9. δὲ κᾂν εἰ μῦν ἢ τένοντα σκληρὸν ἢ τεταμένον ἢ χαλαρὸν
10. ἔχοιεν, ὅτι τῷ μὲν σκληρῷ χρεία τῶν μαλαττόντων ἐστὶν, τῷ
11. δὲ τεταμένῳ τῶν χαλώντων, τῷ δὲ χαλαρῷ τῶν συντεινόντων,
12. ἀκριβῶς ἴσασιν, οὐ μὴν τό γε μαλάττον ἢ χαλῶν ἢ
13. συντεῖνον ἐπίστανται φάρμακον, ἀλλ’ ἰατροῦ μόνου τὰ τοιαῦτα
14. εὑρίσκειν ἔργον. ἄχρι μὲν γὰρ τῶν θερμαινόντων καὶ
15. ψυχόντων, ὑγραινόντων τε καὶ ξηραινόντων, ἐστὶν εὑρεῖν
16. ἐνίους τῶν ἰδιωτῶν κοινωνοῦντας τῆς τῶν φαρμάκων εὑρέσεως
17. τοῖς ἰατροῖς, ἐν οἷς δ’ εἴρηται νῦν, ἤδη πάντας ἀπείρως
18. ἔχοντας. ἔστι μὲν οὖν, ὡς καὶ πρόσθεν ἐδείκνυτο, καὶ 
1. αὐτῶν τῶν θερμαινόντων τε καὶ ψυχόντων, ὑγραινόντων τε
2. καὶ ξηραινόντων ἡ εὕρεσις οὐχ ὡσαύτως ἁπάντων ἑτοίμη. νᾶπυ
3. μὲν γὰρ καὶ πύρεθρον ὅτι θερμαίνει, καὶ ἀνδράχνη
4. καὶ στρύχνον ὅτι ἐμψύχει, καὶ τὸ μὲν ὕδωρ καὶ τοὔλαιον
5. ὑγραίνει, τὸ δ’ ὄξος καὶ ἡ θάλαττα ξηραίνει, σχεδὸν ἅπασιν
6. οὐχὶ ἰατροῖς μόνον, ἀλλὰ καὶ τοῖς ἰδιώταις ὁμολογεῖται.
7. τὸ μέντοι ῥόδινον, εἴτε θερμαίνειν εἴτε ψύχειν φατέον, ὡσαύτως
8. δὲ καὶ ὄξος καὶ ἔλαιον, ἕτερά τε πολλὰ τοιαῦτα συχνὴν
9. ἀμφισβήτησιν ἔσχηκεν. ὑπὲρ μὲν δὴ τῶν τοιούτων τῆς
10. δυνάμεως ἐν τοῖς πρὸ τούτου τέσσαρσιν ὑπομνήμασι διῆλθον·
11. ἐν μὲν τῷ πρώτῳ καὶ δευτέρῳ τὰ τῶν σοφιστῶν
12. ἐξελέγχων ἐπιχειρήματα καὶ δεικνὺς τὴν ἀληθῆ μέθοδον, ᾗ
13. χρώμενος ἄν τις εὑρίσκοι τὰς τῶν φαρμάκων δυνάμεις, ἐν
14. δὲ τῷ τρίτῳ τῶν σοφιστῶν ἀποχωρήσας, ἅπαντα διῆλθον
15. ἐξ ἀρχῆς τὰ λογικὰ ζητήματα, δι’ ὧν ἄν τις μάλιστα διελθὼν
16. καὶ ὡς ἄν τις εἴποι τεχνωθεὶς ἱκανὸς ἔσται πάντων τῶν
17. φαρμάκων εὑρίσκειν τὰς δυνάμεις· ἐν δὲ τῷ δ΄ περὶ τῶν τῆς
1. γλώττης ἰδίων αἰσθητῶν ἐποιησάμην τὸν λόγον, ἃ δὴ χυμοὺς
2. ὀνομάζουσιν, ἐπιδεικνύων ὡς ἄν τις ἐντεῦθεν ὁρμώμενος
3. εὑρίσκοι τὰς πρώτας ποιότητάς τε καὶ δυνάμεις. ἡψάμην
4. δ’ εἰς ὅσον ἡ χρεία προὐκαλεῖτο καὶ τῶν ὀσφρητῶν
5. ποιοτήτων ἐπὶ τελευτῇ τοῦ βιβλίου, δεικνύων ὁπόσον τι κᾀντεῦθεν
6. ἐγχωρεῖ λαβεῖν εἰς τὴν τῶν πρώτων δυνάμεων εὕρεσιν,
7. ἐν δὲ δὴ τῷδε τῷ λόγῳ τῷ ἑ γένος ἄλλο μοι πρόκειται
8. δυνάμεων ἐξηγήσασθαι, δευτέρων ὡς ἂν εἴποι τις καὶ
9. τρίτων ἐπὶ ταῖς πρώταις τε καὶ κοιναῖς ἁπάντων. ἐπειδὴ
10. γὰρ ἕκαστον τῶν κατὰ μέρος οὐχ ὡσαύτως ἐξ ἐκείνων κέκραται,
11. τὸ μὲν, οἶμαι, χαλαστικὸν αὐτῶν ἐγένετο, τὸ δὲ συντατικὸν
12. ἢ μαλακτικὸν ἢ σκληρυντικὸν ἢ ἀραιωτικὸν ἢ πυκνωτικόν.
13. ἔτι δὲ ἐκ τῶν ἔργων ἃ πέφυκε δρᾷν ἐλέχθη δυνάμεις
14. ἔχειν ἐν αὐτοῖς ἀραιωτικάς τε καὶ πυκνωτικὰς, μαλακτικάς
15. τε καὶ σκληρυντικὰς, ἐμπλαστικάς τε καὶ ῥυπτικὰς,
16. ἑλκτικάς τε καὶ ἀποκρουστικὰς, ἔτι τε πρὸς τούτοις χαλαστικὰς,
17. συντατικὰς, ἀναστομωτικὰς, συνακτικὰς, παχυντικὰς,
18. λεπτυντικὰς, ἀνωδύνους, ὀδυνηρὰς, πεπτικὰς, ἐκπυητικὰς, διαφορητικὰς,
1. ἱδρωτικὰς, καρωτικὰς, ναρκωτικὰς, ὑπνωτικὰς, ἐκστατικὰς,
2. σηπτικὰς, καυστικὰς, διαβρωτικὰς, ἐσχαρωτικὰς, χυτικὰς,
3. πιλητικὰς, κακοχύμους, ἐπικεραστικὰς, καθαρτικὰς,
4. σταλτικὰς, τραχυνούσας, λειαινούσας, ἐμφρακτικὰς καὶ ἐκφρακτικάς.
5. καὶ ποῤῥωτέρω προϊόντων ἔτι καὶ οἷον κατὰ μέρος
6. ἐφ’ ἑκάστῳ τῶν ἔργων ὀνομαζόντων, οὐρητικὰς, ἐμετικὰς,
7. ὑπακτικὰς, λαπακτικὰς, ἐῤῥίνους, ἀποφλεγματικὰς, ἐμμήνων
8. ἀγωγοὺς ἢ ἐπισχετικάς. ὡσαύτως δὲ καὶ γάλακτος καὶ σπέρματος
9. ἤτοι γεννητικὰς ἢ σβεστικὰς ἢ προκλητικὰς ἢ ἐπισχετικάς.
10. ἔτι δὲ μᾶλλον ὅταν ἡπατικάς τινας ἢ σπληνικὰς ἢ
11. ὠτικὰς ἢ ὀφθαλμικὰς ἢ ὀδοντικὰς ἢ ἰσχιαδικὰς ἢ νεφριτικὰς
12. ἢ ποδαγρικὰς ἢ ἀρθριτικὰς ἢ πλευριτικὰς ἢ βηχικὰς ἢ
13. λίθων θρυπτικὰς ὀνομάζουσι δυνάμεις, ἐπὶ τὰς κατὰ μέρος
14. ἀφικνοῦνται. κατὰ δὲ τὸν αὐτὸν τρόπον εἴρηται καὶ σαρκωτική
15. τις ἕλκους εἶναι δύναμις καὶ ἐπουλωτικὴ καὶ κολλητική
16. τε καὶ καθαιρετικὴ καὶ σχεδὸν οὐδ’ ἀριθμεῖσθαι δυνατὸν
17. ἁπάσας τὰς κατὰ μέρος δυνάμεις, ἐὰν ἑκάστου τῶν
18. ἀποτελουμένων ἐπιχειρῶμεν αὐτὰς παρονομάζειν. ἀλλὰ καὶ
1. κάλλιον οἶμαι καὶ μεθοδικώτερον ἀποχωρήσαντα τοῦ μακροῦ
2. λόγου καὶ ἀτάκτου χρησίμοις εἴδεσιν ἀφορίζεσθαι τὰς
3. συνθέτους τῶν φαρμάκων δυνάμεις, οὐ διαπυητικὴν λέγοντας
4. ἢ παρηγορικὴν ἢ ἀνώδυνον ἢ διαφορητικὴν ἢ χαλαστικὴν
5. ἐν τῷ δι’ ἀλεύρου πυρίνου καταπλάσματι δύναμιν
6. ὑπάρχειν, ἀλλὰ συμμέτρως ὑγρὰν καὶ θερμήν. ἐῤῥέθη γὰρ
7. ἐν τοῖς πρόσθεν ἐπὶ τίνος σημαινομένου τὴν τοιαύτην ἐπιφέρομεν
8. λέξιν. οὕτω δὲ καὶ ἴριν οὐκ οὔρων, οὐκ
9. ἐμμήνων κινητικὸν ἢ βηχικὸν εἶναι φάρμακον ἢ πλευριτικοῖς
10. ἢ περιπνευμονικοῖς ἢ ἐμπύοις ἁρμόττειν ἢ ἐπιληψίαις
11. καὶ σπασμοῖς καὶ παλμοῖς καὶ τρόμοις καὶ ῥήγμασι καὶ
12. σπάσμασιν ἀρήγειν, οὐδὲ σαρκοῦν καὶ καθαίρειν ἕλκη καὶ
13. κόλπους καὶ πλευρὰς καὶ ἥπατος καὶ σπληνὸς ἀλγήματα
14. παύειν, οὐδὲ χοιράδας διαφορεῖν ἢ ἐξ ὀστῶν ἄγειν σάρκας.
15. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδ’ ἐπὶ γονοῤῥοίας ἁρμόττειν
16. ἢ εἰς ὑστερῶν πυρίας ὠφελίμως μίγνυσθαι, μαλάττουσάν τε
17. καὶ ἀναστομοῦσαν, οὐ μὴν οὐδ’ ὅτι φακοὺς ἢ ἐφήλεις ἀποκαθαίρει
1. καὶ κεφαλαλγίαν ἰᾶται χρονίαν ἢ διαφθείρειν ἔμβρυα
2. καὶ κατασπᾷν πεφύκειν. ἀλλ’ ἀρκεῖ θερμὴν εἰς τοσόνδε καὶ
3. ξηρὰν εἰς τοσόνδε καὶ λεπτομερῆ μέχρι τοσοῦδε τὴν κρᾶσιν
4. αὐτῆς εἰπόντα τά τε νῦν εἰρημένα πάντα ἐνδεδεῖχθαι καὶ
5. τούτων ἄλλα πλείω. καθ’ ἕτερον δ’ αὖ τρόπον ἀρκεῖ περὶ
6. αὐτῆς εἰπεῖν, ὡς πικρὰ μέν ἐστιν, οὐ μὴν ἐσχάτως, ἀλλ’ ὥστε
7. δοκεῖν ἐπιμεμίχθαι τινὰ γλυκύτητα. ὁ μὲν οὖν πρῶτος τρόπος
8. τῆς διδασκαλίας ἐμπειρικῶν ἴδιός ἐστιν, ὁ δὲ δεύτερος ἀνδρὶ
9. λογικῷ προσήκει μάλιστα, καὶ τοῦτον ἡμῖν πρόκειται νῦν
10. διελθεῖν.

Cliquer un n° de page pour en afficher l’image