Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 5.20, ed. Kühn, 1826, vol. 11, p. 768-771. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:5.20

3. Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται
4. πρός γε τὰ παρόντα, καιρὸς ἂν εἴη τὰ κεφάλαια τῶν
5. εἰρημένων ἀναλαβόντα προσθεῖναι τὰ δοκοῦντα λείπειν τῷ
6. λόγῳ. κατὰ μὲν γὰρ αὐτὴν τὴν ἀλήθειαν οὐδὲν ὑπόλοιπόν
7. ἐστι, πασῶν μὲν ἤδη τῶν δευτέρων δυνάμεων εἰρημένων,
8. ὁποῖαί τινές εἰσι κατὰ γένος, οὐκ ὀλίγων δὲ καὶ τῶν
9. κατ’ εἶδος αὐταῖς προσκειμένων ὥσπερ παραδείγματα, ἀφ’
10. ὧν ἄν τις ὁρμώμενος ἐπέρχεσθαι δύναιτο τὰς ὑπολοίπους.
11. ἀλλ’ ἕνεκα σαφηνείας οὐδὲν ἂν εἴη χεῖρον ἐν κεφαλαίοις
12. βραχέσιν ἀναλαβεῖν ὑπὲρ αὐτῶν. αὐτίκα γέ τι καὶ
13. καθαρτικήν τινα δύναμιν ὀνομάζουσιν ἅπαντες, οὐ μὲν
14. παρακολουθοῦσί γε πάντες ὁμοίως ὅτι δύο σημαίνει τοὔνομα,
15. τὸ μέν τι κοινὸν ἐπὶ πᾶσι τοῖς ὁπωσοῦν ἐκκαθαίρουσι
16. τὰ τοῦ ζώου περιττώματα, τὸ δέ τι κατ’ ἐξοχὴν
17. ἐπὶ τοῖς δι’ ἐμέτων ἢ ὑπαγωγῆς γαστρός· οὐδ’ ὡς ὁμογενής
18. ἐστι ταῖς τοιαύταις καθάρσεσιν, ἤτοι διὰ ῥινῶν καὶ 
1. στόματος γιγνομένη. καλοῦσι δὲ τὰ μὲν διὰ τῶν ῥινῶν ἐγχεόμενα
2. φάρμακα, τοῦ καθῆραι τὴν κεφαλὴν ἕνεκεν, ἔῤῥινα,
3. τὰ δ’ ἀνακογχυλιζόμενα καὶ μασώμενα πάνθ’ ἑνὶ παραλαβόντες
4. ὀνόματι προσαγορεύουσιν ἀποφλεγματίζοντα, καὶ
5. τὰς δυνάμεις δ’ αὐτῶν ἀποφλεγματικὰς ὀνομάζουσιν. ὁμογενῆ
6. δὲ τούτοις ἐστὶν καὶ ὅσα ταῖς μήτραις προστιθέμενα
7. καθαίρει. πάντα γὰρ ὅσα καθαίρειν κατέλεξα δύναμιν
8. ἑλκτικὴν ἔχει, τὰ μὲν ἑνός τινος χυμοῦ, τὰ δὲ δυοῖν ἢ
9. καὶ πλειόνων, καὶ τοῦτο αὐτοῖς κοινόν. ὡς ὅσα γε τῷ
10. λεπτύνειν τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς ἢ οὖρα κινεῖν
11. πέφυκεν, ἢ ταῖς ἐκ θώρακος καὶ πνεύμονος ἀναπτύσεσιν
12. ἀρήγειν, ἐκκαθαίρει μὲν καὶ αὐτὰ, καλεῖται δ’ οὐχ ὁμοίως
13. τοῖς προειρημένοις, ἀλλὰ τὰ μὲν οὐρητικὰ καὶ βηχικὰ, τὰ
14. δ’ ἐμμήνων ἀγωγὰ, διαλλάττοντα τῶν προειρημένων, ὅτι
15. δύναμιν ἑλκτικὴν οἰκείων χυμῶν οὐκ ἔχει καθάπερ ἐκεῖνα.
16. δεῖται δὲ οὖν κᾀν τούτοις ὁ λόγος ἑτέρου διορισμοῦ τοιοῦδε.
17. τὰ μὲν ἐν πεσσοῖς, ἢ πυρίαις, ἤ τινι τοιούτῳ τρόπῳ
1. ταῖς μήτραις προστιθέμενα, κατὰ διττὴν αἰτίαν ἐνεργεῖ, τὰ
2. μὲν τῷ θερμαίνειν μόνον προκαλούμενα, τὰ δὲ ταῖς ὀνομαζομέναις
3. ἑλκτικαῖς τε καὶ καθαρτικαῖς δυνάμεσιν, ἃς ἐπεδείξαμεν
4. οἰκειότητι τῶν ἑλκομένων τὰς κενώσεις ἐργάζεσθαι.
5. ὅσα δὲ πίνεται, τῷ λεπτύνειν μὲν τὸ αἷμα, τοὺς πόρους
6. δ’ ἐκφράττειν τε καὶ ἀναστομοῦν, οὐ μὴν ἑλκτικῇ γέ τινι
7. δυνάμει τὰς κενώσεις ποιεῖται. τὰ μὲν δὴ πρότερα τοῖς καθαίρουσίν
8. ἐστιν ὁμογενῆ, τὰ δὲ δεύτερα τοῖς γάλα καὶ
9. σπέρμα γεννῶσιν, περὶ ὧν ὀλίγον ὕστερον εἰρήσεται διελθόντων
10. ἡμῶν πρότερον περὶ τῶν βηχικῶν, ἐπειδὴ καὶ ταῦτα
11. διττῶς ὠνόμασται, τὰ μὲν τῷ ποιεῖν βῆχας, τὰ δὲ τῷ παύειν
12. μόνον. δυνάμεις δ’ αὐτῶν ἐναντιώταται. τὰ μὲν γὰρ
13. τῆς λεπτυντικῆς ἐστι φύσεως, τὰ δὲ τῆς παχυντικῆς. ἡ μὲν
14. οὖν λεπτυντικὴ δύναμις ἐν θερμαῖς καὶ λεπτομερέσιν οὐσίαις,
15. ἡ παχυντικὴ δὲ ψυχραῖς καὶ παχυμερέσιν ἐγγίγνεται.
16. οὗτος μὲν οὖν ὁ λόγος ἐνταῦθα τελευτάτω. μεταβαίνειν δὲ
17. προσῆκεν ἐπὶ τὸν ὀλίγον ἔμπροσθεν ἀναβληθέντα. κοινωνία
18. γάρ τίς ἐστι καὶ ὁμοιότης ἔργων τε καὶ δυνάμεων ἔν
1. τε τοῖς προτρέπουσι καὶ παύουσι καταμήνιά τε καὶ γάλα
2. καὶ. σπέρμα. παράκειται δέ πως αὐτοῖς τά τ’ οὐρητικὰ
3. καὶ τὰ βηχικὰ, διὸ καὶ λεκτέον ὑπὲρ ἑκάστων ἐν μέρει.

Cliquer un n° de page pour en afficher l’image