4. Γάλακτος καὶ σπέρματος ποιητικαὶ δυνάμεις
5. εἰσὶν αἱ μὲν ἐν φαρμάκοις μόνον, αἱ δὲ καὶ ἐν τροφαῖς.
6. ἐν φαρμάκοις μὲν, ἐπειδὰν τοὺς φλεγματικοὺς χυμοὺς
7. ㅤἐκθερμαίνοντες εἰς αἷμα μεταβάλλωμεν, ἐν τροφαῖς δὲ
8. κατὰ τὴν τῆς ὅλης οὐσίας ὁμοιότητα, κᾀπειδὰν εὔχυμοί τε
9. καὶ ὑγραὶ μετρίως ὦσι καὶ θερμότητος χλιαρᾶς, οἵας πέρ
10. ἐστι καὶ τὸ γάλα. συμμέτρου μὲν γὰρ τῷ ζώῳ θερμότητος
11. τὸ αἷμα μετέχει, πλείονος δὲ ἢ κατὰ τὸ μέτρον ἡ ξανθὴ
12. χολὴ καθάπερ τὸ φλέγμα ψυχρότητος. ἐν τῷ μέσῳ δ’
13. ㅤἐστὶ φλέγματός τε καὶ αἵματος ὅσον ἐπὶ τῇ θερμότητι τὸ
14. γάλα, οὐ μὴν ἶσόν γε ἀφέστηκεν ἑκατέρου, ἀλλ’ ἔστιν ποῤῥώτερον
15. μὲν τοῦ φλέγματος, ἐγγύτερον δὲ τοῦ αἵματος.
16. ὅταν οὖν ἐνδεῶς ἀθροίζηται τὸ γάλα κατὰ τοὺς μαστοὺς,
17. ἐθέλῃς δὲ πλέον γενέσθαι, διάσκεψαι περὶ τοῦ αἵματος· ἤτοι
18. γὰρ ἔλασσόν ἐστι τοῦ προσήκοντος ἢ μοχθηρότερον. τὸ μὲν
ㅤ
1. οὖν ἔλαττον ὑγραινούσης τε καὶ θερμαινούσης δεῖται τῆς
2. συμπάσης διαίτης, τὸ δὲ μοχθηρότερον, εἰ μὲν χολῶδες ὑπάρχει,
3. καθάρσεως μὲν πρῶτον, εἶθ’ οἵας εἴρηται διαίτης· εἰ δὲ
4. φλεγματικὸν, φαρμάκων θερμαινόντων μὲν, ἤτοι κατὰ τὴν
5. πρώτην ἢ δευτέραν τάξιν, οὐ μὴν ξηραινόντων. καλλίω δ’
6. αὐτῶν ὅσα μὴ φάρμακα μόνον ἐστὶν, ἀλλὰ καὶ τροφαὶ,
7. εὔζωμα καὶ μάραθρα καὶ ἄνηθα. λέγω δὲ καὶ τὰς πόας
8. αὐτὰς χλωρὰς ἔτι καὶ ὑγράς. καὶ γὰρ ξηραὶ ξηραίνουσί τε
9. καὶ θερμαίνουσι πλέον ἤ δεῖ. τούτου δὲ τοῦ γένους ἐστὶ
10. καὶ σμύρνιον καὶ σέλινον καὶ σίον καὶ πόλιον, καὶ ταῦτα
11. χλωρὰ, πρὶν ξηρανθῆναι. τὰ γάρ τοι ξηραίνοντα πάντα τὴν
12. ἰκμάδα τοῦ αἵματος ἐκβοσκόμενα παχύτερον ἅμα καὶ ἔλαττον
13. αὐτὸ καθίστησι, καὶ θερμότερον μὲν τοῦ δέοντος, εἰ
14. θερμὰ τὴν φύσιν ὑπάρχει, ψυχρότερον δ’, εἰ ψυχρά. δεῖται
15. δὲ δή που συμμέτρως τε εἶναι θερμὸν καὶ οὐδαμῶς παχὺ
16. πρὸς τὴν τοῦ γάλακτος γένεσιν, ὅθεν ὅσα μὲν τοιαῦτα
17. σβέννυσι μᾶλλον ἢ γεννᾷ τὸ γάλα, τὰ δὲ θερμαίνοντα μὲν,
18. ὡς εἴρηται, ξηρότητος δ’ ἐπιφανοῦς μηδεμιᾶς μετέχοντα, γάλακτος
ㅤ
1. ἔχειν γεννητικὰς δυνάμεις εἰκότως ἐλέχθη. ταυτὶ μὲν
2. οὖν ὀλίγα τὸν ἀριθμόν. οὐδὲ γὰρ οὐδὲ ῥᾳδίως ἐστὶ τῆς
3. προειρημένης ἐν τῇ κράσει συμμετρίας ἐπιτυχεῖν. ἄπειρα δὲ,
4. ὡς ἂν οὕτω τις εἴποι, καὶ ἀπερίληπτα ὅσα βλάπτει γάλα·
5. καὶ γὰρ ὅσα πλέον ἢ χρὴ θερμαίνει, καὶ ὅσα ξηραίνει καὶ
6. ὅσα ψύχει, τὰ μὲν τῇ ποιότητι τοῦ αἵματος λυμαινόμενα, τὰ
7. δὲ τὴν οὐσίαν ὅλην ἐλάττονα ποιοῦντα, κωλύει γενέσθαι
8. τὸ γάλα.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 5.21, ed. Kühn, 1826, vol. 11, p. 771-773. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:5.21
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩