9. Παραπλησίαν δὲ τοῖς εἰρημένοις ἔχει δύναμιν
10. ὅσα προτρέπειν ἢ παύειν ἐπιμήνια πέφυκεν. ὕλη γὰρ
11. ἀμφοῖν κοινὴ τὸ ἐν ταῖς φλεψὶν αἷμα. τοῦτο οὖν ὅταν
12. εὔρουν τε ἅμα καὶ τῇ ποσότητι σύμμετρον ὑπάρχῃ, χορηγίαν
13. ἄφθονον ἑκατέρῳ παρέχει. καὶ μὲν δὴ καὶ διότι κοιναὶ
14. μαστοῖς τε καὶ ὑστέραις οὐ μικραὶ φλέβες εἰσὶν, καὶ τίνες
15. αὗται τυγχάνουσιν οὖσαι, λέλεκται δι’ ἑτέρων. ταῦτά τοι
16. κᾀπειδὰν ἐπὶ θάτερα τῶν μορίων φέρηται τὸ αἷμα, ξηραίνεται
17. θάτερα. καὶ διὰ τοῦθ’ ὅσαις τὰ καταμήνια φέρεται
18. συμμέτρως, οὐκ ἀθροίζουσιν ἐν μαστοῖς τὸ γάλα, καὶ ὅσαις
ㅤ
1. ἄφθονον τοῦτο, τὰ καταμήνια τελέως ἴσχεται. θαυμαστὸν
2. οὖν οὐδὲν, εἰ τὰ διαιτήματα καὶ τὰ φάρμακα παραπλήσια
3. τά τε γεννῶντα καὶ τὰ παύοντα τὴν ἐφ’ ἑκάστῳ μηνὶ κάθαρσιν
4. ἐξ ὑστερῶν καὶ τὴν ἐν μαστοῖς ㅤτοῦ γάλακτος
5. γένεσιν. τοσόνδε μέντοι διαφέρουσιν καθ’ ὅσον θερμοτέρων
6. τε καὶ τμητικωτέρων ἐνίοτε τὰ κατὰ τὰς μήτρας
7. χρῄζει. καὶ γὰρ ἀνεστομῶσθαι δέονται μᾶλλον αἱ τῇδε φλέβες
8. ἤπερ αἱ κατὰ τοὺς μαστοὺς, καὶ τοῦ αἵματος εὐρουστέρου
9. χρῄζουσιν, ὡς ἂν μηδὲν αὐτῆς τῆς μήτρας συντελούσης
10. εἰς τὴν φορὰν αὐτοῦ. πέμπεται γὰρ εἰς τὰς ἐν αὐτῇ
11. φλέβας, οὐχ ἕλκεται τὰ καταμήνια. εἰς μαστοὺς δ’ οὐ
12. πέμπεται μόνον, ἀλλὰ καὶ ἕλκεται, καὶ διὰ τοῦτο βραχυτέρας
13. ἐπικουρίας ἐκ φαρμάκων προσδεῖται τὸ μὴ παραγενόμνον
14. αὐτάρκως εἰς μαστοὺς αἷμα. καὶ ὅσα γε τὸ αἷμα
15. ὑπέρχεσθαι προτρέπει, ταῦτα καὶ τὰς ἐλλιπεῖς καθάρσεις
16. ὠφελεῖ. τὰς δ’ ἐπὶ πλέον βεβλαμμένας, ἢ καὶ παντάπασιν
17. ἰσχομένας, οὐκέτ’ οὐδὲν τῶν τοιούτων ἰᾶται, ἀλλὰ βράθυ
ㅤ
1. καὶ μεῖον ἴρις τε καὶ καλαμίνθη, καὶ γλήχων καὶ δίκταμον
2. ἄσαρόν τε καὶ κόστος ἥ τε κασία και τὸ κιννάμωμον, ἄμωμόν
3. τε καὶ ἀριστολοχία, καὶ τὸ βούνιον, ὅσα τ’ ἄλλα τοιαῦτα,
4. τὰς παντελεῖς ἐπισχέσεις τῶν κατὰ μήτρας καθάρσεων ἰᾶται.
5. τὰ γὰρ τοιαῦτα καὶ τοῖς οὔροις ποδηγεῖ. ἀλλὰ τῶν αὐτῶν
6. δὴ τοῦτο μόνον οὐρητικῶν ὀνομαζομένων φαρμάκων διαλλάττει,
7. τῷ μὴ ξηραίνειν ἰσχυρῶς. τὸ μὲν γὰρ θερμαίνειν ἐν
8. τρισὶ γένεσι τῶν φαρμάκων κοινὸν, ὅσα γε τῇ τοῦ γάλακτος
9. γενέσει συνεργεῖ, καὶ ὅσα ταῖς τῶν καταμηνίων τε καὶ
10. οὔρων φοραῖς. διαφέρει δὲ τῷ τε ποσῷ τῆς θερμότητος
11. καὶ τῷ τὰ μὲν ξηραίνειν, τὰ δὲ μή ὅσα μὲν γὰρ οὔτε ξηραίνει
12. καὶ θερμαίνει μετρίως, εἰς γάλακτος γένεσιν χρηστά·
13. τὰ δ’ ἐπὶ πλέον θερμαίνοντα, μὴ μέντοι γε ἰσχυρῶς ξηραίνοντα,
14. ταῖς τῶν καταμηνίων φοραῖς ἀγαθά. οὔρησιν δὲ
15. καὶ ταῦτα μὲν ἀμφότερα προτρέπει, καὶ πρὸς τοῦτο δὲ
16. οὐδὲν ἧττον ὅσα θερμαίνει ξηραίνοντα. καὶ διὰ τοῦτο ἐξαιρέτως
17. οὐρητικὰ τὰ τοιαῦτα κέκληται, οὐ διὰ τὸ μόνα κινεῖν
18. τὴν οὔρησιν, ἀλλὰ τὸ μόνην ἄνευ τοῦ καταμήνια καὶ
ㅤ
1. γάλα. πρὸς γὰρ αὖ τοῖς ἄλλοις οὐδὲ ταῖς ἐκ θώρακος καὶ
2. πνεύμονος ἀναπτύσεσιν ἐπιτήδεια τὰ ξηραίνοντα. δεῖται γὰρ
3. κᾀκεῖνα τέμνεσθαι μὲν, μὴ ξηραίνεσθαι δὲ, καθάπερ γε οἱ
4. κατὰ νεφροὺς καὶ κύστιν λίθοι. λέλεκται δὲ ὑπὲρ τῶν τοιούτων
5. φαρμάκων ἔμπροσθεν.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 5.22, ed. Kühn, 1826, vol. 11, p. 773-776. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:5.22
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩