Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 5.23, ed. Kühn, 1826, vol. 11, p. 776-780. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:5.23

6. Ὥσπερ δὲ γάλακτος, οὕτω καὶ σπέρματος
7. εἰώθασιν ὀνομάζειν ἔνια μὲν γεννητικὰ, καὶ τούτοις ἐναντία
8. τὰ σβεστικὰ, προκλητικὰ δ’ ἕτερα, καὶ τούτοις ἐναντία τὰ
9. ἐπισχετικά. γεννητικὰ μὲν οὖν ἐστι τὰ γεννῶντα τὸ μὴ πρότερον
10. ὑπάρχον, σβεστικὰ δὲ τὰ φθείροντα· προκλητικὰ δὲ
11. τὰ τὸ συνηθροισμένον ἐν βάθει πρὸς τοὐμφανὲς ἄγοντα,
12. καὶ τούτοις ἐναντία τὰ ἐπισχετικά. γεννητικὰ μὲν οὖν σπέρματός
13. ἐστιν ἐδέσματα ὅσα τρόφιμά τε ἅμα καὶ φυσώδη καὶ
14. ταῖς ὅλαις οὐσίαις ἐστὶν οἰκεῖα· φάρμακα δ’ ὅσα πνευματώδη
15. καὶ θερμά· σβεστικὰ δὲ τὰ ξηραίνοντα πάντα καὶ τὰ
16. ψύχοντα πάντα καὶ ταῖς οὐσίαις ἐναντία, καὶ μὲν δὴ καὶ
17. προκλητικὰ μὲν ὅσα φυσώδη τ’ ἐστὶ καὶ θερμὰ χωρὶς τοῦ
18. ξηραίνειν, ἐπισχετικὰ δὲ τὰ ἐναντία. τῆς γὰρ τοῦ σπέρματος
1. οὐσίας ἐκ χρηστοῦ περιττώματος ἐχούσης τὴν γένεσιν,
2. οὔσης δὲ καὶ πνευματώδους, τρόφιμά τε ἅμα καὶ πνευματώδη
3. χρὴ πάνθ’ ὑπάρχειν ὅσα γεννᾷν καὶ προκαλεῖσθαι δύνηται
4. σπέρμα. βολβοὶ μὲν οὖν ἐρέβινθοί τε καὶ κύαμοι καὶ
5. πολύποδες καὶ κῶνος ἐδέσματα πολύσπερμα λέγεται
6. καὶ ἔστι· σκίγκος δὲ καὶ σατύριον φάρμακα. τροφαὶ δ’
7. ἅμα καὶ φάρμακα πολύσπερμα τό τε τῆς λίνου σπέρμα καὶ
8. τὸ εὔζωμον. ὅσα δὲ ψύχειν πέφυκεν ἐδέσματά τε καὶ φάρμακα,
9. παχύνοντά τε καὶ πηγνύντα, καὶ στάσιμον ἐργαζόμενα
10. τὸ σπέρμα, τὴν τῶν ἐπισχόντων αὐτὰ δύναμιν, οὐ τὴν
11. τῶν φθειρόντων ἔχει. θριδακίναι μὲν γὰρ καὶ βλίτα καὶ
12. ἀτραφάξυες καὶ κολοκυνθὶς καὶ μόρα καὶ μηλοπέπονές τε καὶ
13. σίκυοι, ἤν τε καὶ πέπονες, ἤν τε καὶ μὴ πέπονες ὦσιν. ὅσα
14. δὲ ξηραίνει, τὴν ἀρχὴν οὐδ’ ἐπιτρέπει γενέσθαι τὸ σπέρμα,
15. κᾂν θερμὰ τὴν φύσιν ὑπάρχῃ, καθάπερ τὸ πήγανον. εἰ δὲ
16. καὶ μὴ θερμαίνει, πολὺ μᾶλλον, ὡς ἡ νυμφαία. ταῦτα μέν
17. γε καὶ κατὰ τὴν ἰδιότητα τῆς οὐσίας εὔλογον ἐναντίως
18. ἔχειν σπέρματι. τὴν δ’ αὐτὴν ἀναλογίαν ἐδεσμάτων τε καὶ
1. φαρμάκων ἐπί τε γάλακτός ἐστιν εὑρεῖν καὶ καταμηνίων.
2. καθ’ ἕτερον δὲ τρόπον ὑπὸ ταὐτὸ πέπτωκε γένος αὐτοῖς
3. ὅσα ταῖς ἐκ τῶν ἀναπνευστικῶν ὀργάνων ἀναπτύσεσι τιμωρεῖται
4. καὶ ὅσα κινεῖν οὔρησιν πέφυκεν. ἅπαντα γὰρ ταῦτα
5. λεπτυντικῆς ἐστι δυνάμεως, ὥσπερ οὖν τὰ ἐναντία παχυντικῆς.
6. ἀλλὰ περὶ μὲν τῆς λεπτυντικῆς διαίτης ἰδίᾳ γέγραπται
7. δηλουμένων οὐδὲν ἧττον ἐν ταὐτῷ βιβλίῳ καὶ τῶν
8. παχυνόντων. τὰ δὲ λεπτύνοντα καὶ παχύνοντα φάρμακα τῶν
9. ἐφεξῆς τῶνδε τριῶν βιβλίων ἐκλέγου, ἐπὶ μὲν τῶν λεπτυνόντων
10. σκοπὸν ἔχων τὰ θερμότητα καὶ λεπτομέρειαν ἔχοντα,
11. ἐπὶ δὲ τῶν παχυνόντων τὰ ἐναντία. δέδεικται γὰρ ἡμῖν ἐν
12. τοῖς ἔμπροσθεν ὡς ἰδία τίς ἐστιν ἡ τῶν λεπτομερῶν φαρμάκων
13. φύσις οὐ μόνον τοῖς θερμαίνουσιν ὑπάρχουσα. κατὰ
14. ταὐτὰ δὲ καὶ ἡ τῶν παχυμερῶν οὐ μόνον τοῖς ψύχουσιν·
15. ὥσπερ δὲ καὶ ἐπὶ τῶν τοιούτων ἀναλογία τις ἐν ταῖς δυνάμεσιν
16. ὑπάρχει, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ πάντων ζητεῖν,
17. εἰ καὶ μὴ κείμενον ὄνομα τύχῃ. λέγονται γοῦν τινες
18. ὀξυδορκικαὶ δυνάμεις αἱ τοὺς ὀφθαλμοὺς, ἐπειδὰν μηδὲν 
1. ἔχοντες αἰσθητὸν πάθημα φαύλως ἐνεργῶσιν, ἐπανορθούμεναι.
2. καὶ χρὴ δηλονότι καὶ κατὰ τὰ ὦτα καὶ τὰς ῥῖνας
3. ἑκάστην τε τῶν ἄλλων αἰσθήσεων ἀνάλογον ὑπάρχειν τινὰ
4. τοιαύτην δύναμιν, οὐ μὴν ὠνόμασταί γε ὀξυήκοός τις δύναμις,
5. ὥσπερ οὐδὲ κατὰ τὴν ὄσφρησιν ἢ τὴν γεῦσιν ἢ τὴν
6. ἁφὴν, καίτοι γε ἐν αὐτοῖς τοῖς αἰσθητοῖς πράγμασιν ἀναλόγως
7. ὑπαρχούσης. εἰ δ’ ἐπὶ πλέον ἐκτείνοι τις τὴν ὁμοιότητα,
8. καὶ καθ’ ἕκαστον ἡμῶν μόριον ἀναγκαῖον εἶναι τοιαύτην
9. τινὰ δύναμιν φαρμάκων, ὑφ’ ἧς δηλονότι βέλτιον γίγνεται
10. τὸ τοῦ μέρους ἔργον, ὥσπερ, εἰ οὕτως ἔτυχε, τὸ τῆς
11. γαστρός. ἔστι γὰρ οὖν κᾀνταῦθα πολλάκις εὑρεῖν ἀτονίαν
12. τινὰ τοιαύτην αὐτῆς, οἵα κατ’ ὀφθαλμούς ἐστιν ἡ ἀμβλυωπία,
13. μήτε φλεγμαίνοντας μήτε ῥευματιζομένους μήθ’ ἡλκωμένους
14. μήτ’ ἄλλο τι φανερὸν ἔχοντας κακόν. καὶ δὴ καὶ τὰ
15. φάρμακα τὴν τοιαύτην διάθεσιν τῆς γαστρὸς ἐπανορθούμενα
16. κέκληται πεπτικὰ, τῷ μὲν σχήματι τῆς προσηγορίας οὐκ
1. ἀνάλογον ἔχοντα τοῖς ὀξυδορκικοῖς, τῷ δ’ ἔργῳ καὶ τῇ δυνάμει
2. παραπλήσια.

Cliquer un n° de page pour en afficher l’image