3. Τὰς μὲν οὖν ἐναντίας δυνάμεις ἐκ τῶν
4. ἔργων κριτέον, ὥσπερ ἐν ὅλῳ τῷδε τῷ γράμματι πολλάκις
5. ἐδείξαμεν, ἐμπλαστικάς τέ τινας εἰπόντες εἶναι δυνάμεις ἐναντίας
6. ταῖς ῥυπτικαῖς, ἐκφρακτικάς τε ταῖς ἐμφρακτικαῖς, καὶ
7. μαλακτικὰς ταῖς σκληρυνούσαις, καὶ χαλαστικὰς ταῖς συντεινούσαις.
8. στυπτικὰς γὰρ, ἢ δριμείας ἢ πικρὰς ἢ γλυκείας ἢ
9. ὀξείας οὐ δυνάμεις φαρμάκων, ἀλλὰ γευστὰς ποιότητας ἐδείκνυμεν
10. οὔσας, ὥστε ἢ οὐ ζητητέον ὅλως ἐν ταύταις τὴν
11. ἐναντίωσιν, ἢ οὐχ ὡς ἐν δυνάμεσι ζητητέον. ὁ σκοπὸς δὲ
12. κᾀν ταύταις διττὸς, αἵ τ’ ἐνέργειαι καὶ αἱ κράσεις αὐτῶν.
13. ἐνέργειαι μὲν ἐν τῷ πυκνοῦν καὶ ἀραιοῦν ἢ ἐπισπᾶσθαί τι
14. τῶν ἐκ τοῦ βάθους, ἢ ἀπωθεῖσθαι, παχύνειν τε τὰς ὕλας,
15. ἢ λεπτύνειν, ἢ φράττειν τε τοὺς πόρους ἢ ἐκφράττεν. αἱ
16. κράσεις δὲ κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν, ὑγρόν τε καὶ
17. ξηρὸν, ㅤὑπὲρ ὧν αὐτάρκως ἁπάντων τῷ τετάρτῳ βιβλίῳ
ㅤ
1. διῄρηται, δεικνύντων ἡμῶν ὡς τὸ μὲν στῦφον γεῶδές
2. τέ ἐστι καὶ ψυχρὸν, τὸ δὲ ὀξὺ λεπτομερὲς ψυχρὸν, τὸ δὲ πικρὸν
3. γεῶδες λεπτομερὲς, τὸ δὲ ἄνευ τινὸς ἐπισήμου ποιότητος
4. ψυχρὸν ὑδατῶδες. οὕτω μὲν καὶ τὸ μὲν δριμὺ πυρῶδες
5. ἐδείκνυτο, τὸ δ’ ἁλυκὸν γεῶδες θερμὸν, οὐ μὴν ἤδη γέ
6. πω πυρῶδες. ὡσαύτως δὲ καὶ τὸ γλυκὺ θερμὸν μὲν, ἀλλ’
7. οὐδέπω καυστικόν. ὅσα δ’ ἐλαιώδη πάνθ’ ὑδατώδη τε
8. ἐστι καὶ ἀερώδη, εἵπετο δὲ δήπου καὶ τὰ ἔργα ταῖς κράσεσιν
9. αὐτῶν. τὸ μὲν γὰρ στῦφον συνάγειν καὶ πιλεῖν καὶ
10. πυκνοῦν καὶ ἀποκρούεσθαι καὶ παχύνειν, ἔτι τε πρὸ τούτων
11. ἁπάντων ψύχειν καὶ ξηραίνειν πέφυκεν, τὸ δ’ ὀξὺ
12. τέμνειν καὶ διαιρεῖν καὶ λεπτύνειν, ἐκφράττειν τε καὶ διακαθαίρειν
13. ἄνευ τοῦ θερμαίνειν, τὸ δὲ δριμὺ παραπλησίως
14. μὲν ὀξεῖ δρᾷν, κατά γε τὸ διαλεπτύνειν τε καὶ διακαθαίρειν.
15. διαφέρει δὲ τῷ τὸ μὲν ὀξὺ ψύχειν, τὸ δὲ δριμὺ θερμαίνειν,
16. καὶ προσέτι τῷ τὸ μὲν ἀποκρούεσθαι, τὸ δ’ ἐπισπᾶσθαι
17. καὶ διαφορεῖν. οὕτω δὲ καὶ τὸ μὲν πικρὸν διακαθαίρει
18. τε τοὺς πόρους καὶ διαῤῥύπτει καὶ λεπτύνει καὶ
ㅤ
1. τέμνει τὸ πάχος τῶν χυμῶν ἄνευ φανερᾶς θερμότητος. τὸ
2. δ’ ὑδατῶδες ψυχρὸν παχύνει καὶ συνίστησι καὶ συνάγει
3. καὶ πιλεῖ καὶ νεκροῖ καὶ ναρκοῖ. ㅤτὸ δὲ δριμὺ λεπτύνει,
4. διακαθαίρει, διαφορεῖ καὶ ἐκρήσσει καὶ ἐπισπᾶται καὶ
5. ἐσχαροῖ. τὸ δὲ ἁλυκὸν συνάγει καὶ σφίγγει, ταριχεύει, ξηραίνει
6. χωρὶς ἐπισήμου θερμότητος ἢ ψύξεως. τὸ δὲ γλυκὺ
7. πέττει, χαλᾷ, ἀραιοῖ. τὸ δ’ ἐλαιῶδες ὑγραίνει, μαλάττει,
8. χαλᾷ. ῥᾴδιον οὖν ἤδη τοῖς εἰρημένοις σταθμώμενον ἐξευρίσκειν,
9. τῶν χυμῶν ὅσοι τε ταῖς κράσεσιν καὶ ὅσοι τοῖς
10. ἔργοις εἰσὶν ἐναντίοι.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 5.26, ed. Kühn, 1826, vol. 11, p. 784-786. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:5.26
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩