11. Ἐμοὶ δὲ καιρὸς ἂν εἴη πρέπων ἀφορισαμένῳ
12. τὰς τάξεις τῶν ἐν τοῖς φαρμάκοις κράσεών τε καὶ
13. δυνάμεων ἐνταῦθα καταπαύειν ἤδη τὸν λόγον. τὸ μὲν δὴ
14. σύμμετρον φάρμακον, ὡς ὁμοίας εἶναι κράσεως ᾧ προσάγεται,
15. κατὰ τὸ μήτε ξηραίνειν μήθ’ ὑγραίνειν, μήτε ψύχειν μήτε
16. θερμαίνειν, οὔτε ξηρὸν οὔθ’ ὑγρὸν, οὔτε ψυχρὸν οὔτε θερμὸν
17. ὀνομάζειν προσήκει. τὸ δ’ ἤτοι ξηρότερον ἢ ὑγρότερον, ἢ θερμότερον
ㅤ
1. ἢ ψυχρότερον, ἀπὸ τῆς ἐπικρατούσης καλεῖται δυνάμεως.
2. ἀρκεῖ δὲ καθ’ ἑκάστην ἐπικράτειαν τέσσαρας ὡς
3. πρὸς τὴν χρείαν ποιήσασθαι τάξεις, θερμὸν μὲν ὀνομάζοντας
4. κατὰ τὴν πρώτην τάξιν ὅ τι ἂν ἡμᾶς θερμαίνῃ, μὴ
5. μέντοι γε ἐναργῶς, ἀλλὰ μετὰ τοῦ προσδεῖσθαί τινος ἀποδείξεως
6. λογικῆς. οὕτω καὶ ψυχρὸν καὶ ὑγρὸν καὶ ξηρὸν, ὅ τι
7. περ ἂν ἀποδείξεως δέηται, μηδέπω τὴν ἐνέργειαν ἰσχυρὰν
8. μηδ’ ἐναργῆ κεκτημένον. ὅσα μέντοι σαφῶς ἤδη θερμαίνειν
9. ἢ ψύχειν ἢ ξηραίνειν ἢ ὑγραίνειν πέφυκε, δευτέρας τὰ τοιαῦτα
10. τάξεως εἶναι λεχθήσεται. τὰ δ’ ἤδη μὲν σφοδρῶς, οὐ
11. μὴν εἰς ἄκρον γε, τῆς τρίτης. ὅσα δ’ οὕτω θερμαίνειν πέφυκεν,
12. ὡς ἐσχαροῦν τε καὶ καίειν, τετάρτης. οὕτω δὴ καὶ
13. ὅσα σφοδρότερον ψύχειν πέφυκεν, ὡς ἤδη νεκροῦν, τετάρτης
14. καὶ ταῦτα. ξηραῖνον δ’ οὐδέν ἐστιν εὑρεῖν τετάρτης τάξεως,
15. ἄνευ τοῦ καίειν· ὅ τι γὰρ ἄκρως ξηραίνει, πάντως τοῦτο καὶ
16. καίει. τῆς τρίτης μέντοι τάξεως τῶν ξηραινόντων δύναταί
17. τι καὶ μὴ καῖον εἶναι, καθάπερ ὅσα στύφει σφοδρῶς ἅπαντα,
ㅤ
1. ἐξ ὧν ἐστιν ὀμφάκιον καὶ ῥοῦς καὶ στυπτηρία καὶ βαλαύστιον
2. καὶ κικὶς ἡ ὀμφακῖτις. ἐν αὐτοῖς δὲ τούτοις τὰ μὲν
3. ἐγγύς ἐστι τῶν καιόντων, οἷον ἥ τε λεπὶς τοῦ χαλκοῦ καὶ
4. ὁ κεκαυμένος χαλκὸς, ὡς ἐν τῷ ἀσαφεῖ που κεῖσθαι τῆς τρίτης
5. τε καὶ τετάρτης τάξεως. τὰ δ’ ἐν τῷ μέσῳ, καθάπερ
6. ὁ κεκαυμένος χαλκὸς, εἰ πλυθείη, τὰ δ’ ἐν ἀρχῇ καθάπερ
7. ὑποκυστίς. οὕτω δὲ καὶ κατὰ τὴν δευτέραν τε καὶ τετάρτην
8. τάξιν ἔνεστι διαφορὰς ποιεῖσθαι τριττάς. οὐ γὰρ ὡσαύτως
9. δή που τὸ καυτήριον ξηραίνει τῷ νάπυϊ, καίτοι γε ἄμφω
10. τῆς τετάρτης τάξεώς ἐστιν. ὑπὲρ ἁπάντων δὴ τούτων ἐν
11. τοῖς ἑξῆς διορισθήσεται καθ’ ἕκαστον ἁπλοῦν φάρμακον ἰδίᾳ.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 5.27, ed. Kühn, 1826, vol. 11, p. 786-788. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:5.27
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩