12. Περὶ δὲ τῶν μαλαττόντων φαρμάκων καὶ
13. αὐτῆς τῆς διαμαλάξεως οὐκέθ’ ἁπλῶς οὕτως εἰπεῖν ἐγχωρεῖ,
14. διότι μηδὲ περὶ τοῦ σκληροῦ καὶ μαλακοῦ σώματος. εἴ γε
15. δὴ τὸ μὲν ἁπλῶς σκληρὸν λέγεται καθάπερ ἡ γῆ, τὸ δὲ κατ’
16. ἐπικράτειαν, ὡς ὄνυξ καὶ πλῆκτρον καὶ κέρας, τὸ δὲ πρὸς
17. τὸ σύμμετρον ὁμογενὲς ἢ ὁμοειδὲς, παραβαλόντα ὡς τόδε τι
18. ζῶον, οἷον ἐλέφας, ἢ ὅδε τις ἄνθρωπος, οἷον ὁ Ἡρακλῆς, τὸ
ㅤ
1. δὲ πρὸς ὁτιοῦν παραβαλλόμενον, ὡς ὁ Διογένης πρὸς τὸν Ἀριστοτέλη.
2. ㅤκατὰ δὲ τὸν αὐτὸν τρόπον λέγεται καὶ τὸ
3. μαλακὸν ἢ ὡς ἄκρως τοιοῦτον ἢ κατ’ ἐπικράτειαν ἢ πρὸς
4. τὸ σύμμετρον ὁμογενὲς ἢ ὁμοειδὲς ἢ πρὸς ὁτιοῦν τὸ ἐπιτυχόν.
5. ὅτι δὲ καὶ τριχῶς ἐγχωρεῖ λέγειν τὰ τοιαῦτα πάντα, τὰ
6. μὲν ὡς ἀμίκτους τε καὶ ἄκρας ἔχοντα τὰς ποιότητας, ἀφ’
7. ὧν παρονομάζεται, τὰ δὲ ὡς πρὸς τὸ σύμμετρον ὁμογενὲς ἢ
8. ὁμοειδὲς, τὰ δ’ ὡς πρὸς ὁτιοῦν τὸ ἐπιτυχὸν παραβαλλόμενα,
9. καὶ ὡς οὐδέν διήνεγκεν ἢ ἐκείνως ἢ οὕτως εἰπεῖν, ἔτι ἐπιδέδεικταί
10. μοι πολλάκις. ἐάσαντες οὖν τὰ λοιπὰ πάντα σημαινόμενα
11. περὶ τῶν πρὸς τὸν ἄριστα κατεσκευασμένον ἄνθρωπον
12. ἐπισκεψώμεθα μαλακῶν καὶ σκληρῶν, ὃν δὴ κανόνα
13. καὶ μέτρον ἐποιησάμεθα τῶν οὕτω λεγομένων ἁπάντων, οὐδὲ
14. τούτου πρὸς τὸ ἐπιτυχὸν μόριον, οἷον ὀστοῦν ἢ πιμελὴν,
15. ἀλλὰ τὸ μέσον τῇ κράσει, τὸ δέρμα καὶ τούτου μάλιστα τὸ
16. κατὰ τὰς χεῖρας, ἵνα περ ἡ ἁπτικὴ δύναμις ἀκριβοῦται·
17. συμβαίνει δ’ εἰς ταὐτὸ καὶ τὸ κατ’ ἐπικράτησιν, ὡς πρὸς
18. τὴν ὅλην οὐσίαν, οὕτως ὀνομάζεσθαι μαλακὸν ἢ σκληρὸν,
ㅤ
1. ἐπειδὴ μεσότης τίς ἐστιν ἡμῶν ἡ ἁφὴ, καθ’ ὃ καὶ Ἀριστοτέλης
2. ἐδίδασκεν. οὕτω δέ πως καὶ ὁ Πλάτων ἔοικε γιγνώσκειν
3. ὅταν ἔφη· σκληρὰ μὲν ὅσοις ἂν ἡμῶν σὰρξ ὑπείκῃ,
4. μαλακὰ δ’ ὅσα ἂν ὑπείκῃ τῇ σαρκί. τὸ γὰρ δέρμα τοῦ ἀνθρώπου
5. κατ’ αὐτὸ τοῦτο τὸ σύγγραμμα τὸν Τίμαιον ἐδείκνυεν
6. εἶναι τῷ γένει σάρκα. καὶ μὲν δὴ καὶ Ἀριστοτέλης,
7. ὅταν εἶπε μαλακὸν μὲν εἶναι τὸ ὑπεῖκον εἰς αὐτὸ, σκληρὸν
8. δὲ τὸ μὴ ὑπεῖκον, ὡσαύτως ἔοικεν ἀποφαίνεσθαι τῷ Πλάτωνι,
9. καὶ μάλιστα ὅτι πρὸς τὴν ἁφὴν τὰ τοιαῦτα κρίνεσθαί
10. φησιν, ὡς πρὸς μεσότητα. τὸ δὲ ἐν τῇ πρὸς ὁτιοῦν
11. παραβολῇ σκληρὸν ἢ μαλακὸν ἐν τῷ μᾶλλον ἢ ἧττον ὑπείκειν
12. ἢ μὴ ὑπείκειν φαίνεται κρίνεσθαι. καὶ δὴ καὶ αὐτὸ τὸ
13. δέρμα τὸ ἡμέτερον ἢ τὸν μῦν ἤ τι μόριον ἕτερον, ὅταν
14. εἴπωμεν ἐσκληρύνθαι, τῇ κατὰ φύσιν αὐτοῦ καταστάσει τὴν
15. ἐπίκτητον διάθεσιν παραβάλλοντες οὕτως ὀνομάζομεν. ἔστι
16. δὲ δήπου τῶν οὕτως ἐχόντων σωμάτων ἡ εἰς τὸ κατὰ φύσιν
17. ἐπάνοδος μάλαξις.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 5.4, ed. Kühn, 1826, vol. 11, p. 714-716. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:5.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩