18. Ἐπεὶ δὲ πολυειδῶς ἕκαστον γίνεται σκληρότερον
19. ἢ ξηραινόμενον ἢ πηγνύμενον ἢ ὑπερπληρούμενον,
ㅤ
1. ὡς διατετάσθαι σφοδρῶς ἢ κατὰ συζυγίαν τινὰ πάσχον κατ’
2. αὐτὰ καὶ τὸ μαλάττεσθαι καθ’ ἕκαστον αὐτῶν ἴδιον ἔσται·
3. διελώμεθα οὖν ὑπὲρ ἁπάντων ἑξῆς, ἀναμνήσαντες πρότερον
4. ὡς τὸ τῶν ὀνομάτων τε καὶ ῥημάτων εὐχερὲς τὰ μὲν πολλὰ
5. οὐκ ἀγεννὲς, ἀλλὰ μᾶλλον τὸ τούτου ἐναντίον ἀνελεύθερόν
6. ἐστιν, ὅτε μὴ ἀναγκαῖον γίγνεται διαστέλλεσθαι περὶ αὐτῶν.
7. οὕτω γὰρ ὅ τε Πλάτων ἔλεγεν, ἡμῖν τε νῦν εἰς τὸν παρόντα,
8. διελέσθαι περὶ τῶν τοῦ σκληροῦ σημαινομένων ἀναγκαῖόν
9. ἐστιν, αὖθις ἀπὸ τῶν αὐτῶν ὧν ἀρτίως εἰρήκαμεν ἐπαρξαμένοις.
10. τὸ μὲν γὰρ ὑπεῖκον εἰς ἑαυτὸ μαλακόν ἐστιν, ἐάν
11. γε ἁπλοῦν ὑπάρχῃ σῶμα· τὸ δ’ ἐκ πλειόνων συγκείμενον
12. ἤτοι ψαυόντων, ὡς ὁ τῶν πυρῶν σωρὸς, ἢ ἐπιπεπλεγμένων
13. πως, ὡς ὁ πόκος ἢ τὰ πλόκαμα, δύναιτ’ ἂν ὑπείκειν τε ἅμα
14. καὶ μὴ εἶναι μαλακόν. ἔμπαλιν δ’ ἐπὶ τῶν πεπληρωμένων
15. ἀκριβῶς, οἷον ἀσκῶν ἢ κύστεων, οὐχ ὑπείκει μὲν εἰς αὐτὸ
16. τὸ συναμφότερον, οὐ μὴν σκληρόν γέ ἐστι τὸ περιεχόμενον,
17. ἀλλ’ οὐδὲ τὸ περιέχον, ὁπότε πεπλήρωται, σκληρότερον
18. ἑαυτοῦ γέγονεν, ἤ τινα ἐπίκτητον ἑτέραν εἴληφε διάθεσιν,
ㅤ
1. ㅤὅτι μὴ τέταται μόνον ἐκ τοῦ τέως κεχαλασμένου. τὸ
2. μὲν οὖν τοιοῦτον ἀντίτυπον ἔγωγε καλῶ καὶ οὐ σκληρὸν,
3. ὅταν ἀκριβολογεῖσθαι προέλωμαι. συγχωρῶ μὴν εἴ τις ἐθέλοι
4. καὶ σκληρὸν ὀνομάζειν καὶ αὐτὸς οὕτω καλῶ πολλάκις,
5. ἐκεῖνο μόνον ἀναμιμνήσκων, ὅτι μήτε μία φύσις ἐστὶ τῶν
6. ἐσκληρυμμένων μήθ’ ἓν ἴαμα. τὸ μὲν γὰρ ὑπὸ ξηρότητος
7. σκληρυνθὲν ὑγρανθῆναι δεῖται, τὸ δ’ ὑπὸ πήξεως θερμανθῆναι,
8. τὸ δ’ ὑπὸ πληρώσεως κενωθῆναι, τὸ δ’ ὑπὸ ξηρότητος
9. ἅμα καὶ πήξεως ὑγρανθῆναί τε καὶ θερμανθῆναι, τὸ
10. δ’ ὑπὸ πήξεως ἅμα καὶ πληρώσεως θερμανθῆναί τε καὶ
11. κενωθῆναι. ξηραίνεται μὲν οὖν ἄνευ πήξεως ἔν τε γυμνασίοις
12. ἀμέτροις τὰ σώματα καὶ ἡλίῳ σφοδρῷ καὶ ἐνδείαις
13. ἰσχυραῖς καὶ πυρετῷ καυσώδει καὶ φαρμάκοις τισὶν, ὅσα
14. ξηραίνει μὴ ψύχοντα. πήγνυται δὲ ὑπὸ μόνης ψύξεως ἰσχυρᾶς,
15. ὥσπερ καὶ πληροῦται δι’ ἐπιῤῥοὴν ὑγρότητος δαψιλοῦς.
16. ξηραίνεται δὲ ἅμα καὶ πήγνυται, συνδραμόντων ἐς ταὐτὸ
17. τῶν συνυπάρξαι δυναμέων αἰτίων, οἷον εἴ τις ὑπερπονήσειεν
18. ἐν κρύει. οὕτω δὲ καὶ πληροῦται καὶ πήγνυται διὰ ῥεῦμα
ㅤ
1. ψυχρὸν ἤ τινα ψύξιν τοῦ μορίου. τῆς ψύξεως ㅤδ’ αὖ
2. πάλιν αἰτία τριττὴ, μία μὲν ἐκ τῶν ἔξωθεν προσπιπτόντων,
3. οἷον ἀέρος, ὕδατος, ἢ φαρμάκου, καθάπερ ἐπὶ τῶν ἐρυσιπελάτων
4. ἐργάζονται πολλάκις, ἑτέρα δὲ ἡ τοῦ πάσχοντος
5. μέρους οἰκεία κρᾶσις, ἄλλη δ’ ἐπ’ αὐταῖς τρίτη παρὰ τοῦ
6. ῥυέντος εἰς αὐτὸ χυμοῦ γιγνομένη, πολλάκις γὰρ ἐκεῖνος μὲν
7. ἤδη θερμότερος ἑαυτοῦ γέγονεν, ἤτοι σηπόμενος ἢ ἐκ τῶν
8. ψαυόντων αὐτῷ μορίων τῶν φύσει θερμῶν μεταβαλλόμενος,
9. ἢν δὲ προσετρίψατό τινι μορίῳ τῶν φύσει ψυχροτέρων ψύξιν,
10. ἕως πολλοῦ παραμένει. κατὰ τοσούτους μὲν τρόπους
11. σκληρύνεταί τε καὶ μαλάττεται τὰ σώματα. τὸ μέντοι μαλακτικὸν
12. φάρμακον οὐκ ἐπὶ πάντας ἔοικε φέρειν τοὺς τρόπους,
13. ἀλλ’ ἐξαιρέτως ἐπὶ τοὺς διὰ πῆξιν ἐσκληρυμμένους,
14. ἔτι δὲ μᾶλλον, εἰ καὶ περιεχομένη τις ὑγρότης ἐν αὐτοῖς εἴη
15. παρὰ φύσιν, ὡς ἐπὶ τῶν ἐσκιῤῥωμένων. εἰ γὰρ διὰ ξηρότητα
16. σκληρὸν εἴη γεγονὸς, ὑγραίνειν μᾶλλον, οὐ μαλάττειν
17. τὸν τοιοῦτον κελεύουσιν, ὥσπερ γε καὶ τὰ πεπληρωμένα κενοῦν,
18. οὐ μαλάττειν. ἀλλὰ περὶ μὲν τῶν ὀνομάτων οὔτ’ ἐρίζειν
ㅤ
1. καλὸν οὔτ’ ἀκριβοῦν ἀναγκαῖον. ἐπὶ δὲ τὰς ἐν τοῖς
2. πράγμασι διαφορὰς ἰέναι βέλτιον, ἐν αἷς καὶ τὸ σφάλμα
3. μεγάλην τοῖς ἀῤῥωστοῦσι φέρει τὴν βλάβην. τὸ μὲν οὖν
4. ἐξηρασμένον τῶν ὑγραινόντων δεῖται φαρμάκων, ὑπὲρ ὧν
5. καὶ ἤδη μοι πρόσθεν αὐτάρκως εἴρηται, τὸ δὲ πεπηγὸς ὑπὸ
6. ψύξεως θερμαινόντων. οὐκ ἀγνοεῖται δὲ οὐδὲ ταῦτα, τὸ μέντοι
7. γε πεπληρωμένον ἢ ψυχόντων ἢ θερμαινόντων ἢ τῶν
8. ἰδίως ὀνομαζομένων ξηραινόντων. ἐκκενοῖ γὰρ τὴν περιττὴν
9. ὑγρότητα ταῦτα σύμπαντα, κατ’ ἴδιον ἕκαστον λόγον. ὅσα
10. μὲν ψύχει κατὰ διττὸν τρόπον, ἀποκρουόμενά τε ἅμα καὶ
11. συνεξάγοντα τῷ θερμῷ νοτίδα πολλὴν, ὡς Ἀριστοτέλης ἐδίδασκεν.
12. ὅσα δὲ θερμαίνει, τῷ λύειν εἰς ἀτμοὺς μὲν τὸ περιεχόμενον
13. ὑγρὸν ἐν τοῖς θερμαινομένοις σώμασιν, ὅσα δὲ
14. ξηραίνει, καθάπερ τὰ διαφορητικὰ προσαγορευόμενα, κατὰ
15. διττὸν καὶ ταῦτα τρόπον, ἢ ἀναπίνοντα τὰς ὑγρότητας, ὅταν
16. ἐν πόροις τισὶν ὑπάρχωσιν, ἢ ὅλον ἀλλοιοῦντα τὸ μόριον.
17. ὅστις δ’ ἑκάστου ὁ καιρὸς τῆς χρήσεως οὐ τῆς ἐνεστώσης
18. πραγματείας, ἀλλὰ τῆς θεραπευτικῆς ἐστι μεθόδου. ὅσα δ’
ㅤ
1. ὑπὸ ψύξεώς τε ἅμα καὶ ξηρότητος ἐσκλήρυνται, θερμαίνειν
2. ὁμοῦ ταῦτα καὶ ὑγραίνειν προσῆκεν, οὐχ οἷάπερ τὰ διαπυήσαντα,
3. θερμότητι ἅμα καὶ ὑγρότητι συμμέτρῳ κατὰ φύσιν,
4. ἀλλ’ ἐπὶ τοσοῦτον μὲν εἶναι χρὴ τὸ φάρμακον θερμότερον,
5. ἐφ’ ὅσον ἡ ψύξις ἐκράτησεν, ἐπὶ τοσοῦτον δ’ ὑγρότερον,
6. ἐφ’ ὅσον ἡ ξηρότης· ἔστι δὲ καὶ τούτων μέτρον ὁρίσαι τῆς
7. θεραπευτικῆς μεθόδου. ㅤτύπον δ’ ἀρκέσει τινὰ τῆς τῶν
8. φαρμάκων ἰδέας ἐνταυθοῖ διελθεῖν ἐπὶ παραδειγμάτων ὀλίγων.
9. ὑγραίνει τοίνυν καὶ θερμαίνει τὸ ὕδωρ τὸ θερμὸν καὶ
10. τοὔλαιον. εἰ δὲ καὶ μιχθεῖεν εἰς ταὐτὸ ἀμφότερα, πολὺ δὴ
11. μᾶλλον ὑγραῖνον ἅμα καὶ θερμαῖνον ἔσται τὸ μικτὸν ἐξ αὐτῶν,
12. ὥσπερ καὶ λουτρὰ τῶν ποτίμων ὑδάτων σὺν ἐλαίῳ
13. δαψιλεῖ. ταὐτὸ δὲ τοῦτο ἐργάζεται καὶ ἡ τῶν ἐδεσμάτων
14. ποιότης ὡσαύτως ἔχουσα, διὰ τοῦτο καὶ τῶν βουλιμιῶν ἰάματα
15. τοιαῦτα τετύχηκεν ὄντα. ψύξιν γὰρ ἅμα ξηρότητι τὸ
16. πάθος ἔχει, καὶ ἡ ἴασις αὐτῶν διὰ τῶν ἐναντίων. τὸ μέντοι
17. δι’ ἀλεύρου πυρίνου κατάπλασμα, τὰς εὐκράτους φύσεις
18. διαπυΐσκον, οὔτ’ ἀπάγει τι τῆς κατὰ φύσιν ἐν τοῖς μορίοις
ㅤ
1. ὑγρότητος ὅ τι καὶ ἄξιον λόγου, καὶ πολὺ μᾶλλον οὐδὲ προστίθησιν,
2. ὥσπερ οὐδὲ τὴν θερμασίαν, οὔτε ἐπιτείνειν πέφυκεν
3. οὔτ’ ἀμβλύνειν, ἀλλὰ κατὰ μόνην αὐξάνειν τὴν οὐσίαν.
4. ἔστι δὲ οὐ ταὐτὸ ἐπιτεῖναι τὴν ποιότητα καὶ τὴν οὐσίαν
5. αὐξῆσαι. δειχθήσεται δὲ καὶ ταῦτα ἀκριβέστερον ὀλίγον ὕστερον.
6. τὰ μὲν δὴ τοιαῦτα τῶν φαρμάκων ὑγρὰ καὶ θερμὰ
7. λέγομεν, οὐχ ὡς ὑγρότερα καὶ θερμότερα τῆς ἡμετέρας οὐσίας,
8. ἀλλ’ ὡς παραπλησίας ἡμῖν ὑπάρχοντα κράσεως, ὑγρᾶς
9. καὶ θερμῆς οὔσης κατὰ τὸν παλαιὸν λόγον, ὡς ἐν τῷ περὶ
10. κράσεων εἴπομεν. οὐ μὴν οὕτως ἢ τὸ ὕδωρ ὑγρὸν ἢ τὴν
11. χαλβάνην θερμὴν εἶναί φαμεν, ἀλλὰ τὸ μὲν ὡς τέγγον τε
12. καὶ διαβρέχον ἡμῶν τὴν σάρκα, τὴν δὲ ὡς θερμαίνουσαν.
13. εἰ γὰρ καὶ θερμὸν εἴη τὸ ὕδωρ, ὡς κενοῦν ἐνίοτε δύνασθαι
14. τὰ κατ’ ἐπιῤῥοὴν ὑγρῶν εἰς ὄγκον ἐξῃρμένα, τὰ γοῦν ὁμοιομερῆ
15. πάντως ὑγραίνει, καθότι κᾀν τῷ πρώτῳ μοι δέδεικται
16. λόγῳ.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 5.5, ed. Kühn, 1826, vol. 11, p. 716-722. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:5.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩