17. Τὰ τοίνυν ἐκπυΐσκοντα φάρμακα τῷ
18. μὲν θερμαίνειν ὁμοίως ὕδατι θερμῷ διαφορεῖ τὴν περιττὴν
ㅤ
1. ὑγρότητα, τὴν ἐν ταῖς κεναῖς χώραις περιεχομένην, ὡς ἐν
2. τῷ περὶ τῆς ἀνωμάλου δυσκρασίας ἐπιδέδεικται γράμματι.
3. τοῖς μέντοι κατὰ φύσιν ἔχουσι σώμασιν αὐτοῖς τοῖς ὁμοιομερέσιν
4. οὐδὲν προστίθησιν ὑγρότητος, ὥσπερ οὐδ’ ἀφαιρεῖ
5. τι σαφὲς, οὐδ’ αἰσθητόν. ἶσα γὰρ ὑπάρχοντα ταῖς κράσεσι
6. φυλακτικὰ τῆς οὐσίας αὐτῶν ἐστιν, ὡς κατὰ μηδὲν ἀλλοιοῦν.
7. ἐν γοῦν ταῖς ἐκπυήσεσιν ἡ μὲν ὑγρότης ἀλλοιοῦται,
8. κᾂν εἴ πού τις εἴη σὰρξ τεθλασμένη, τὰ δ’ ἄλλα πάντα τὰ
9. κατὰ φύσιν ἔχοντα διασώζει τὴν ἑαυτῶν οὐσίαν. τριῶν γὰρ
10. γινομένων ἀλλοιώσεων ἐν τοῖς τῶν ζώων σώμασιν, ἡ μέν
11. τις ἀκριβῶς ἐστι κατὰ φύσιν ἔχουσα, ὅταν ἐν τῇ γαστρὶ
12. πέττηται τὸ σιτίον ἢ ἐν τοῖς σπλάγχνοις καὶ ἀγγείοις ὁ
13. γεννηθεὶς ἐνταῦθα χυλὸς, ἵνα ἐκ τούτου πάλιν τρέφηται ἕκαστον
14. μέλος· ἡ δέ τις ἀκριβῶς παρὰ φύσιν ἐν ἅπασι τοῖς
15. σηπομένοις. αὗται μὲν οὖν ἐναντίαι πως ἀλλήλαις εἰσίν. ἡ
16. τρίτη δ’ ἐπίμικτος ἐξ ἀμφοῖν καὶ μέση, τὸ μέν τι τῆς πρώτης
17. τε καὶ κατὰ φύσιν ἔχουσα, τὸ δὲ τῆς ἐναντίας αὐτῆς
18. τῆς παρὰ φύσιν. ὑπάρχει γὰρ τῇ μὲν κατὰ φύσιν δύο ταῦτα,
ㅤ
1. τό τε ἐξ οἰκείας ὕλης τῷ ζώῳ τὴν ἀλλοίωσιν γίγνεσθαι, τό
2. θ’ ὑπὸ τῆς ἐμφύτου θερμότητος ἀκριβῶς κρατεῖσθαι. τῇ δὲ
3. παρὰ φύσιν ὑπ’ ἀλλοτρίας τε θερμότητος ἡ μεταβολὴ καὶ
4. εἰς οὐδὲν χρηστόν· ἡ μέση δ’ αὐτῶν ἡ κατὰ τὰς ἐμπυήσεις
5. ἑπομένη ὑπὸ μὲν τῆς ἐμφύτου γίνεται θερμότητος, οὐ μὴν
6. ἀκριβῶς γε κρατούσης· οὐδὲ γὰρ ἐξ ὕλης ἀκριβῶς χρηστῆς
7. οὔσης ἐπιτελεῖται, ὥσπερ οὐδὲ παντάπασιν ἀλλοτρίας. ὡς
8. οὖν αἱ κατὰ φύσιν ἀλλοιώσεις ὑπὸ τῆς ἐμφύτου γιγνόμεναι
9. θερμότητος ὑπὸ τῆς ὁμοίας ἔξωθεν ἐπικουροῦνται, κατὰ
10. τὸν αὐτὸν τρόπον καὶ ἡ περὶ τὰς διαπυήσεις. ㅤἴσμεν
11. γοῦν οὐδὲν οὕτως τῇ κατὰ γαστέρα πέψει συντελοῦν ὡς ἀνθρώπειον
12. σῶμα ψαῦον αὐτῆς. καί τινες παιδία προστιθέμενοι
13. νύκτωρ ἐναργεστάτης ὠφελείας αἰσθάνονται ἀναπαυόμενοι.
14. συμφυλοτέρα γὰρ ἥδε καὶ οἰκειοτέρα πολὺ τῆς διὰ
15. τῶν πυριάσεών ἐστιν. ἔνιοι δὲ καὶ κυνίδια σμικρὰ τῆς αὐτῆς
16. ἕνεκεν ὠφελείας ἀναπαυόμενοι προστίθενται τῇ γαστρὶ,
17. τὸ πλῆθος αὔξοντες τῆς πεττούσης τὰ σιτία θερμότητος, οὐ
18. τὴν ποιότητα. τοιοῦτον οὖν εἶναι χρὴ καὶ τὸ τῇ διαπυήσει
ㅤ
1. συλληψόμενον φάρμακον, οἷόν περ καὶ αὐτὸ τὸ ἔμφυτον
2. ὑπάρχει θερμὸν ἐν ταῖς εὐκράτοις φύσεσιν· εἰ δὲ θερμοτέρα
3. τοῦ δέοντος ἡ φύσις ὑπάρχει, τὸ διαπυΐσκον φάρμακον ἐν
4. ἐκείνῳ τῷ σώματι θερμότερον εἶναι δεήσει, καὶ τοσούτῳ γε
5. τοῦ συμμέτρου θερμότερον, ὅσῳ καὶ ἡ φύσις ἐστὶ τῆς εὐκράτου
6. θερμοτέρα, ὥστε καὶ τοῦτο μὲν ἤδη πρόδηλον ἐκ τῆς
7. θεραπευτικῆς ὑπάρχει μεθόδου, τὸ καθ’ ἕκαστον ἄνθρωπον
8. ἴδιον εἶναι τὸ διαπυΐσκον φάρμακον. οὐχ ἥκιστα δὲ καὶ τὸ
9. πολλάκις ἡμῖν ἀποδεδειγμένον ὑπὸ τούτων μαρτυρεῖται, τὸ
10. χρῆναι πάσας τῶν φαρμάκων τὰς δυνάμεις πρὸς τὸν ἄριστα
11. ㅤκεκραμένον ἄνθρωπον ἐξετάζεσθαι· μηδὲ γὰρ συστῆναι
12. δύνασθαι τέχνην μηδεμίαν, εἰ μὴ πρότερον οἷον κανόνα τινὰ
13. καὶ σκοπὸν τῷ γένει τῆς ὕλης, ἐν ᾗ καταγίνεται, θέμενος
14. πρὸς ἐκεῖνον ἤδη τὰ κατὰ μέρος ἀπευθύνοι πάντα. πάλιν
15. οὖν ὑποθέμενοι τῷ λόγῳ τὸν ἄριστα κεκραμένον ἄνθρωπον
16. οἷον σκοπόν τινα, πρὸς ἐκεῖνον ἀναφέροντες, ἐκπυΐσκον τι
17. λέγομεν εἶναι φάρμακον ἕτερον τοῦ μαλάττοντος τὰ σκιῤῥούμενα,
18. τάς τε κράσεις αὐτῶν ὑπάρχειν οἵας ἔμπροσθεν ἔφαμεν
ㅤ
1. εἶναι, τοῦ μὲν εἰς πύου γένεσιν συντελοῦντος τῇ φύσει,
2. σύμμετρόν τε καὶ ὁμοίαν ᾧ προσάγεται σώματι; τῷ δ’ εἶναι
3. τὴν φύσιν ἡμῶν ὑγρὰν καὶ θερμὴν, ὑγρὰ καὶ θερμὰ τὰ
4. τοιαῦτα πολλάκις ὀνομάζεσθαι φάρμακα, τοῦ δὲ μαλάττοντος
5. τὸ σκιῤῥούμενον πολὺ μὲν θερμότερον τῆς εὐκράτου
6. φύσεως, οὐ μὴν ἰσχυρῶς γε ἤδη θερμήν.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 5.6, ed. Kühn, 1826, vol. 11, p. 722-726. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:5.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩