Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 5.9, ed. Kühn, 1826, vol. 11, p. 729-739. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:5.9

9. Καὶ μέν γε ὡς ἐμπλαστικὸν εἶναι χρὴ τὸ
10. τοιοῦτον φάρμακον, ἵν’ ἀκριβῶς ᾖ διαπυητικὸν, ἤδη μοι καὶ
11. τοῦτο δοκῶ φαίνεσθαι σαφῶς. εἰ γὰρ τὴν οὐσίαν αὐξῆσαι.
12. τῆς ἐμφύτου θερμότητος, οὐκ ἐπιθεῖναι προσήκει τὴν ποιότητα,
13. πεφράχθαι χρὴ τοὺς πόρους τοῦ σώματος, ἵν’ ἔνδον
14. ἀποστέγωσι τὰς ἀτμώδεις διαπνοάς. ὡς ὅσα γε τῶν καταπλασμάτων
15. ἢ τῷ ῥύπτειν ἢ τῷ θερμαίνειν σφοδρότερον
16. ἐπιτρέπει διαφορεῖσθαι τοὺς ἀτμοὺς, ξηραίνει μὲν, οὐ μὴν
17. ἐμπυΐσκει γε. τοιαῦτα δ’ ἐστὶ τό τε τῶν κριθῶν καὶ τῶν
18. ἐρεβίνθων καὶ τὸ τῆς τήλεως καὶ τὸ τῶν κυάμων ἄλευρον,
1. ἔτι δὲ μᾶλλον τῶν αἰρῶν, ὀρόβων, ἐλύμου, θέρμων, κέγχρου
2. καὶ πάντων τῶν ξηραινόντων. ὑπό τε γὰρ τῶν ῥυπτόντων,
3. εἰ καὶ μὴ θερμαίνει σφοδρῶς, ἐκφραττομένων τε
4. καὶ ἀνοιγνυμένων τῶν πόρων συναπέρχεται καὶ τὸ τοῦ
5. μορίου θερμὸν, ὥστε μὴ σώζεσθαι τὴν κατὰ φύσιν αὐτῷ
6. συμμετρίαν· ὑπό τε τῶν σφοδρῶς θερμαινόντων ἐκκενοῦται
7. μέντοι καὶ ταύτης οὐκ ὀλίγον, ὑποθερμαίνεται δὲ ἡ λοιπὴ,
8. καὶ οὕτω συμβαίνει τὴν μὲν οὐσίαν τῆς ἐμφύτου θερμότητος
9. ἐλάττονα γίγνεσθαι, τὴν ποιότητα δ’ ἐπιτείνεσθαι. χρὴ
10. δὲ οὐδέτερον εἶναι τούτων, ἀλλὰ τὸ μὲν ἀτμῶδες καὶ
11. θερμὸν πνεῦμα περιέχεσθαι πλεῖστον, ἀκριβῶς δ’ εἶναι σύμμετρον
12. τῇ θερμότητι, τοῦτο γάρ τοι κᾀν τοῖς παισὶν ὑπάρχον
13. πλεῖστον ἅπαντα συναύξει τὰ φυσικὰ τῶν ἔργων. εἰσὶ
14. μὲν οὖν οἳ μηδ’ αὐτὸ τοῦτο γιγνώσκουσιν, καὶ πρὸς τῷ
15. μὴ γιγνώσκειν ἐγκαλοῦσιν Ἱπποκράτει, τὰ αὐξανόμενα πλεῖστον
16. ἔχειν εἰπόντι τὸ ἔμφυτον θερμόν. ἀλλ’ ἡμᾶς χρὴ μήτε
17. παρακούειν αὐτοῦ καὶ γιγνώσκειν ἔμφυτον εἰρῆσθαι θερμὸν,
18. ὅπερ καὶ πνεῦμα ἑκάστῳ τῶν ζώων ὀνομάζομεν, ὑπὲρ
1. οὗ καὶ Ἀριστοτέλης ἔγραψεν. οὐδὲν δὲ κωλύει καὶ τὴν αἱματικὴν
2. οὐσίαν καὶ ἀερώδη θερμὸν ἔμφυτον ἀκούειν ἅμα
3. τῷ πνεύματι. οἱ μὲν οὖν Στωϊκοὶ ταὐτὸν τοῦτο τὸ πνεῦμα
4. τὴν οὐσίαν τῆς ψυχῆς εἶναι δοξάζουσιν· ἡμεῖς δὲ περὶ οὐσίας
5. ψυχῆς οὔτε πάνυ τι τολμῶμεν ἀποφαίνεσθαι καὶ πρὸς
6. τὰ παρόντα περιττὸν ὑπολαμβάνομεν. ὅτι μέντοι τὸ σύμφυτον
7. πνεῦμα, κᾂν εἰ μὴ τῆς ψυχῆς ἐστιν ἡ οὐσία, ἀλλὰ
8. τὸ πρῶτον αὐτῆς ὄργανον ὑπάρχει, φθάνομεν ἐν τοῖς περὶ
9. τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ὑπομνήμασιν
10. ἀποδεδειχέναι. καὶ δὴ καὶ περιέχεσθαι μὲν ἐν ἅπασι τοῖς τοῦ
11. ζώου μέλεσι τουτὶ τὸ πνεῦμά φαμεν, οὐχ ὅμοιον δ’ εἶναι
12. πανταχόθεν, καθάπερ οὐδὲ τὸ αἷμα ἀναγκαῖον. περιέχεσθαι
13. δὲ κᾀν ταῖς κεναῖς χώραις οὐκ ὀλίγην οὐσίαν αὐτοῦ, μᾶλλον
14. δὲ οἷον ὕλην τινὰ βραχείας μὲν ἔτι μεταβολῆς δεομένην
15. εἰς γένεσιν ἐμφύτου πνεύματος ἠκριβωμένου κατὰ τὰς
16. οἰκείας ποιότητας, ἤδη μέντοι πρός γε τὰ φυσικὰ τῶν ἔργων
17. ἱκανῶς συντελοῦσαν. ἔστι δὲ δήπου τῶν φυσικῶν ἔργων
1. ἕν τι καὶ ἡ εἰς τὸ πῦον μεταβολή. πέψις γάρ τίς ἐστι
2. καὶ κατὰ τόδε. χρὴ δ’, οἶμαι, τὸ πνεῦμα φυλάττειν ἔνδον ὡς
3. ἔστι πλεῖστον, ὁπότε πέττειν τι πρόκειται. διαφορεῖται δὲ
4. ὑπό τε τῶν ῥυπτόντων, οἷά πέρ ἐστιν τό τε τῶν κριθῶν
5. καὶ τὸ τῶν κυάμων ἄλευρον, ὑπό τε τῶν ξηραινόντων,
6. οἷον ἐλύμου τε καὶ κέγχρου καὶ θέρμων, ὑπό τε τῶν θερμαινόντων,
7. οἵαπερ ἡ τῆλίς ἐστιν, ἔτι δὲ δὴ καὶ μᾶλλον ὑπό
8. τε τῶν θερμαίνειν καὶ ξηραίνειν ἅμα πεφυκότων, οἷον αἰρῶν
9. καὶ ὀρόβων, ἐρεβίνθων τε καὶ ὤχρων. ἐπιτηδειότατον
10. δὲ εἰς πύου γένεσίν ἐστιν τῶν μὲν καταντλουμένων ὕδωρ
11. εὔκρατον ἢ ὑδρέλαιον, τῶν δ’ ἐπιβρεχομένων ἔλαιον εὔκρατον,
12. καταπλασμάτων δὲ τό τε πύρινον ἄλευρον δι’ ὑδρελαίου
13. καὶ ὁ ἄρτος αὐτὸς, ἕψεσθαι δὲ καὶ τοῦτο χρὴ συμμέτρως.
14. τὸ μὲν γὰρ ἐπιπλεῖστον ἡψημένον ξηραντικώτερόν
15. πώς ἐστι καὶ ταῖς δυσπεπτοτέραις ἁρμόττει φλεγμοναῖς, τὸ
16. δ’ ἔλαττον ἐπὶ τῶν πάνυ θερμῶν καὶ ὡς ἂν εἴποι τις
17. ζεουσῶν. καὶ τὸ μὲν ἐλαίου πλέον ἔχον ἐπὶ τῶν δυσπεπτοτέρων,
1. τὸ δ’ ἧττον ἐπὶ τῶν ζεουσῶν· καὶ δὴ καὶ τὸ μὲν
2. ἐξ ἄρτου κατάπλασμα ταῖς δυσπεπτοτέραις ἁρμόττει φλεγμοναῖς.
3. ἔχει γάρ τοι καὶ ἁλῶν καὶ ζύμης ὁ ἄρτος. τὸ δ’
4. ἐξ ἀλεύρου πυρίνου ταῖς θερμοτέραις. αὐτοῦ δ’ αὖ πάλιν
5. τοῦ πυρίνου ἀλεύρου μᾶλλον τὸ καθαρὸν καὶ ἄρτου μᾶλλον
6. ὁ καθαρὸς ἐκπυΐσκει. τὸ μὲν γὰρ πίτυρον ἧττόν τ’
7. ἐστὶ θερμὸν καὶ μᾶλλον ξηρόν· τὸ δὲ καθαρόν τε καὶ τρόφιμον
8. ἄλευρον ὑγρόν τ’ ἐστὶ καὶ θερμόν. ἐδείχθη δὲ τὰ
9. τοιαῦτα συνεργοῦντα πρὸς τὴν τοῦ πύου γένεσιν. οὕτως
10. οὖν καὶ τῶν φαρμάκων τῶν ἐπιτιθεμένων τοῖς φλεγμαίνουσι
11. μέρεσιν, ὅσα θερμά τ’ ἐστὶ καὶ ὑγρὰ, συντελεῖ καὶ
12. ταῦτα πρὸς τὴν ἐκπύησιν, οἷον τό τε χοίρειον στέαρ καὶ
13. τὸ μόσχειον. τὸ μὲν γὰρ ταύρου καὶ τῆς αἰγὸς ἐδείχθη
14. δριμύτερα, καὶ διὰ τοῦτο ταῖς ψυχροτέραις καὶ σκιῤῥωδεστέραις
15. φλεγμοναῖς ἐπιτήδεια, τὸ δὲ χοίρειον καὶ μόσχειον
16. αὐταῖς ταῖς ὀνομαζομέναις κυρίως φλεγμοναῖς οἰκειότατον.
17. ἔστι δὲ καὶ τὸ τῶν ἀλεκτρυόνων στέαρ οἰκειότατον,
18. ἔτι δὲ μᾶλλον τὸ τοῦ χηνὸς ἤδη πως διαφορητικώτερον. 
1. λεπτομερέστερα γάρ ἐστι ταῖς οὐσίαις, ὥσπερ καὶ τὸ
2. τῶν βοῶν καὶ αἰγῶν, παχυμερέστερά τε καὶ γεωδέστερα. καὶ
3. μὲν δὴ καὶ τὸ τῶν ἀγρίων ζώων πάντων στέαρ δριμύτερόν
4. τέ ἐστι καὶ ξηραντικώτερον πολὺ τῶν ἡμέρων, καὶ μάλιστα
5. τὸ τῶν παρδάλεών τε καὶ λεόντων, ὥστ’ οὐδὲν τούτων
6. ἐκπυΐσκειν ἐπιτήδειον, ἀλλ’ ὡς εἴρηται, τὸ χοίρειόν τε καὶ
7. μόσχειον. ἐκπυΐσκει δὲ πίττα καὶ ῥητίνη διηθεῖσαι δηλονότι
8. μετ’ ἐλαίου τινὸς ἢ ῥοδίνου. χρὴ δὲ κᾀνταῦθα πρὸς
9. τὰς ζεούσας φλεγμονὰς διὰ ῥοδίνου τήκειν αὐτὰς, πρὸς δὲ
10. τὰς ψυχροτέρας διά τινος τῶν θερμαινόντων, οἷόν ἐστι τὸ
11. κίκινον καὶ τὸ ῥαφάνινον καὶ τὸ παλαιὸν καὶ τὸ σικυώνιον.
12. εἰ δὲ καὶ κηρῷ ποτε μόνῳ χρῷ διαπυήσεως ἕνεκα, τῶν
13. ἄλλων μὴ παρόντων, ἔν τινι τῶν θερμαινόντων ἐλαίων καὶ
14. τοῦτον τήκειν. αὐτὸς μὲν γὰρ καθ’ ἑαυτὸν ἧττόν ἐστι θερμὸς
15. ἢ ὥστε διαπυΐσκειν, ἐπεὶ τό γε ἐμπλάσσειν ἔχει. μόναις
16. οὖν ταῖς ζεούσαις φλεγμοναῖς ἐπιτήδειος ἔν τινι τῶν θερμαινόντων
17. ἐλαίων διηθείς. ὥσπερ δ’ οὗτος ἐνδεῖ τῆς συμμετρίας,
18. ὡς πρὸς τὰς μέσας τῇ κράσει φλεγμονὰς καὶ
19. φύσεις ἀνθρώπων τε καὶ μορίων, οὕτως ὑπερβάλλουσι βραχύ
1. τι ῥητίνη καὶ πίττα. καὶ διὰ τοῦτο μιγνύμενα ταυτὶ
2. πάντα τὰ νῦν εἰρημένα διαπυΐσκει συμμέτρως. ἀλλὰ ταῦτα
3. μὲν ἤδη τῆς περὶ φαρμάκων συνθέσεώς ἐστι πραγματείας,
4. ἧς ἐφάψασθαί πως ἠνάγκασεν ἡμᾶς ἡ τῆς θεωρίας ἀκολουθία.
5. πάλιν δ’ ἐπὶ τὸ προκείμενον ἐπάνειμι. πρόκειται δὲ
6. ἀφορίσαι τὴν καθόλου φύσιν, ὁποία τίς ἐστι, τῶν ἐκπυϊσκόντων.
7. ἐῤῥέθη δ’ ὅτι συμμέτρως εἶναι χρὴ θερμαίνουσάν
8. τε καὶ ὑγραίνουσαν αὐτὴν, ὅπερ ἑτέρως ἑρμηνευόμενόν ἐστι
9. μήθ’ ὑπερβάλλειν μήτ’ ἐνδεῖν τῆς τοῦ μεταβάλλοντος αὐτὸ
10. σώματος κράσεως, ἀλλ’ ὡς οἷόν τε μάλιστα παραπλήσιον
11. ὑπάρχειν. τὸ δ’ ὅτι δυνάμει μὲν τοιοῦτόν ἐστι τὸ διαπυΐσκον
12. φάρμακον, ἐνεργείᾳ δὲ γίγνεται τοιοῦτον ἐν τῷ πλησιάζειν
13. ἡμῖν, εἴρηται πολλάκις ἔμπροσθεν, ἀναμνήσομέν τε
14. καὶ νῦν, ὥστε μνημονεύειν αὐτοῦ διὰ παντός. ἡ μὲν δὴ κρᾶσις
15. τοιαύτη τις ὑπάρχει τοῦ διαπυΐσκοντος, ἡ δὲ σώματος
16. αὐτοῦ σύστασις ἐμπλαστική τίς ἐστιν. μάλιστα δὲ τοῦτο τοῖς
17. γλίσχροις συμβέβηκεν, ὥσπερ τῷ στέατι τῷ χοιρείῳ καὶ βουτύρῳ
18. καὶ λιβανωτῷ καὶ τῷ δι’ ἀλεύρου πυρίνου καταπλάσματι.
1. καὶ γὰρ συμμέτρως θερμὰ ταῦτά ἐστι καὶ συμμέτρως
2. ὑγρὰ καὶ γλίσχρα, καὶ διὰ τοῦτο πρὸς τὰς ἐκπυήσεις ἐπιτήδεια.
3. χόνδρος μέντοι ξηραντικώτερος μέν ἐστιν ἀλεύρου
4. πυρίνου, γλίσχρος δ’ οὐδὲν ἧττον ἐστιν, εἰ μή τι ἄρα καὶ
5. μᾶλλον, ὅθεν ἐπὶ μὲν τῶν μέσων φλεγμονῶν ἧττον ἐπιτήδειός
6. ἐστιν εἰς ἐκπύησιν. ἐπὶ δὲ τῶν ὑγροτέρων ἀμείνων
7. ἀλεύρου πυρίνου. προέρχεται δ’ οὖν ἐπιπλέον ἤδη καὶ ταῦτα
8. τῆς ἐνεστώσης πραγματείας, ἐπανέλθωμεν οὖν αὖθις ἐπὶ
9. τὰ μαλακτικὰ τῶν σκιῤῥουμένων φάρμακα, τοσοῦτον πάλιν
10. κᾀνταῦθα τῆς θεραπευτικῆς ἐφαψάμενοι πραγματείας, ὅσον
11. εἰς τὸ σαφῆ γενέσθαι τὰ λεχθησόμενα συντελέσει. σκίῤῥον
12. μὲν οὖν ὀνομάζουσι τὸν παρὰ φύσιν ὄγκον ἀνώδυνόν τε
13. καὶ σκληρόν. ἔνιοι δ’ αὐτῶν ὅταν ἐπὶ πλεῖστον αὐξηθῶσί
14. τε καὶ σκληρυνθῶσιν, οὐκ ἀνώδυνοι μόνον, ἀλλὰ καὶ δυσαίσθητοι
15. καὶ ἀναίσθητοι γίγνονται. γένεσις δ’ αὐτῶν ἐκ παχέος
16. καὶ ψυχροῦ χυμοῦ. τοιοῦτοι δ’ εἰσὶν ἐν τοῖς τῶν ζώων
17. σώμασι δύο μόνοι, χολὴ μέλαινα καὶ τὸ ὑπερξηρανθὲν φλέγμα.
18. καὶ διὰ τοῦτο καὶ οἱ σκιῤῥώδεις ὄγκοι πάντως ἢ φλεγματικοὶ
1. τὴν οὐσίαν εἰσὶν, ἢ μελαγχολικοὶ, ἢ ἐξ ἀμφοῖν μικτοί.
2. περὶ μὲν δὴ τῆς διαγνώσεως αὐτῶν οὐ τοῦ παρόντος
3. καιροῦ διελθεῖν· περὶ δὲ τῶν μαλακτικῶν φαρμάκων ἤδη
4. μοι λέγειν καιρὸς, ὡς ἰδίως ὀνομάζουσι μαλακτικὰ
5. τὰ τῶν γεγονότων ὑπὸ φλέγματος ἐξηρασμένου καὶ παχέος
6. χυλοῦ ὄγκων σκιῤῥωδῶν ἰατικά. συνίστανται δ’ οὗτοι μάλιστα
7. περί τε τὰς κεφαλὰς τῶν μυῶν καὶ τοὺς ἐκφυομένους
8. αὐτῶν τένοντας. ὅσα μὲν γὰρ ὑπὸ μελαγχολικοῦ σκιῤροῦται
9. χυλοῦ, καρκινώδη τε πάντα ἐστὶν καὶ παροξύνονται
10. ὑπὸ τῶν μαλακτικῶν φαρμάκων. ἀλλὰ τούτων μὲν ὅπως
11. χρὴ μεμνῆσθαι, διὰ τῶν τῆς θεραπευτικῆς μεθόδου λεχθήσεται
12. γραμμάτων· ὅσα δ’ ὑπὸ γλίσχρου καὶ παχέος χυμοῦ
13. παγέντος ἐσκιῤῥώθη, θερμαινόντων μὲν δεῖται καὶ ξηραινόντων
14. φαρμάκων, οὐ μὴν ἰσχυρῶν τε καὶ βιαίων, ἀλλ’ ἀρκεῖ
15. τῆς δευτέρας μὲν ἢ καὶ τῆς τρίτης ἐνίοτε τάξεως τῶν
16. θερμαινόντων, τῆς πρώτης δ’ εἶναι τῶν ξηραινόντων αὐτά.
17. πλάτους δ’ ὑπάρχοντος οὐ μικροῦ κατὰ τὸ μᾶλλόν τε καὶ
18. ἧττον ἐν τοῖς ἐσκληρυμμένοις σώμασιν ἀνάγκη δήπου καὶ
1. τῶν ἰωμένων αὐτὰ φαρμάκων οὐκ ὀλίγον εἶναι τὸ πλάτος,
2. οἷον αὐτίκα καὶ τὸ αἴγειόν ποτε στέαρ ὠφέλησε τὰ οὕτως
3. ἐσκληρυμμένα καὶ τὸ τῆς ἀλεκτορίδος. ἀλλὰ ταῦτα μὲν
4. ἀσθενέστερά ἐστι καὶ τὰς μετρίας μαλάττει σκληρότητας, ἰσχυρότερον
5. μέντοι τῶν ἀλεκτορίδων τε καὶ ἀλεκτρυόνων τὸ
6. χήνειόν ἐστι, τοῦ δὲ τῶν αἰγῶν τὸ τράγειον ἰσχυρότερόν τε
7. καὶ τὸ ταύρειον, ἀλλ’ ἧττον τοῦ τραγείου. καὶ μὲν δὴ καὶ
8. ὁ ἐλάφειος μυελὸς ἱκανῶς μαλάττει, καὶ μετ’ αὐτὸν ὁ μόσχειος.
9. θερμὰ γὰρ ἐστι πάντα τὰ τοιαῦτα φάρμακα καὶ
10. μετρίως ξηρὰ, καὶ πολύ γε μᾶλλον θερμαίνειν πέφυκεν ἢ ξηραίνειν.
11. ὅθεν εἰ καί τις αὐτὰ θερμὰ καὶ ὑγρὰ ταῖς δυνάμεσιν
12. εἴποι ποτὲ, συγχωρητέον· ὀλίγον γὰρ ἀφέστηκε μήτε
13. ξηραινόντων μήθ’ ὑγραινόντων. ἐκ ταὐτοῦ δὲ γένους
14. ἐστὶ τοῖς εἰρημένοις, ἀλλ’ ἰσχυρότερα, τό τ’ ἀμμωνιακὸν θυμίαμα
15. καὶ ὁ στύραξ καὶ ἡ χαλβάνη καὶ τὸ βδέλλιον τὸ Σκυθικόν.
16. καλλίω δ’ ἐξ αὐτῶν εἰς τὸ μαλάττειν τὰ νέα· παλαιούμενα
17. γὰρ ἰσχυροτέρως ἢ χρὴ ξηραίνει. τοῦτο μέν γε καὶ
18. μυελὸς καὶ στέαρ ἔχουσι. καὶ γὰρ καὶ ταῦτα παλαιούμενα 
1. δριμύτερα γίγνεται σφῶν αὐτῶν καὶ ξηρότερα. καὶ μὲν δὴ
2. καὶ τὸ Σικυώνιον ἔλαιον ἐκ τοῦ γένους ἐστὶ τούτου, καὶ τὸ
3. παλαιὸν οὐχ ἥκιστα, καὶ τῶν σκευαζομένων τὸ σούσινον.
4. ἀλλὰ γὰρ οὐ περὶ τῶν συνθέτων λέγειν ἐν τῷδε πρόκειται.
5. ἔπειτα καὶ ἀλθαίας ῥίζα καὶ ἀγρίου σικύου καὶ ἄλλα ἄττα
6. φυτὰ καθεψηθέντα τὰ μὲν ἐν ἐλαίῳ, τὰ δὲ ἐν ὕδατι τῆς
7. τῶν φαρμάκων γίγνεται τῶν μαλακτικῶν δυνάμεως, ὥσπερ
8. οὖν καὶ τῆς ἀγρίας μαλάχης τὰ φύλλα, καὶ ὠμὰ καὶ ἑφθά.
9. τοῦτο μὲν οὖν ἐστιν ἁπλοῦν φάρμακον, ὥσπερ τὸ στέαρ
10. τὸ χοίρειον, τὸ παλαιωθέν. οὐ χρὴ δὲ ἔχειν ἁλῶν οὐδὲ
11. τοῦτο, καθάπερ οὐδὲ τἄλλα ὅσα μαλάττει· ξηραίνουσι γὰρ
12. σφοδρῶς οἱ ἅλες. ὅσα δ’ ἄλλα μαλάττειν πέφυκεν, ἁπλᾶ
13. τε καὶ σύνθετα φάρμακα, λεχθήσεται γὰρ αὖθις κἀκεῖνα,
14. θερμὰ μέν ἐστιν ἐκ τῆς δευτέρας ἢ τρίτης ἐνίοτε τάξεως,
15. ἀτρέμα δὲ ξηρά. χρὴ μέν τι καὶ τούτοις ἐμπλαστικὸν ὑπάρχειν,
16. ὥσπερ καὶ τοῖς διαπυητικοῖς, ἀλλ’ ὅσῳ κενωτικώτερα
17. προσῆκεν ὑπάρχειν αὐτὰ, τοσούτῳ καὶ ἧττον ἐμπλάττεσθαι
18. τοῖς πόροις.

Cliquer un n° de page pour en afficher l’image