Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 6.4, ed. Kühn, 1826, vol. 11, p. 861-867. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:6.4

12. α΄. Περὶ δαμασωνίου. Δαμασώνιον ἢ καὶ
13. ἄλισμα. περὶ ταύτης τῆς πόας ἐν τῷ τρίτῳ Διοσκουρίδης
14. λέγει ὡς τῆς ῥίζης, εἰ ποθείη, δυσεντερίας ἰωμένης καὶ κοιλίαν
15. ἱστάσης καὶ οἰδήματα πραϋνούσης. ἡμεῖς δὲ τούτων
16. μὲν οὐκ ἐπειράσθημεν· ὅτι δὲ τοὺς ἐν νεφροῖς συνισταμένους
17. λίθους θρύπτει τὸ ὕδωρ πινόμενον, ἐν ᾧπερ ἂν ἑψηθεῖσα
18. τύχῃ πεπειράμεθα. δῆλον οὖν ὅτι ῥυπτικήν τινα δύναμιν
19. ἔχει.

1. β΄. Περὶ δαύκου. Δαῦκος, ὃν δή τινες σταφυλῖνον
2. ὀνομάζουσιν. ὁ μὲν ἄγριος ἧττον ἐδώδιμος τοῦ ἡμέρου,
3. σφοδρότερος δ’ ἐν πᾶσιν· ὁ δὲ ἥμερος ἐδώδιμος μὲν, ἀσθενέστερος
4. δέ. δριμείας δέ ἐστι καὶ θερμαντικῆς δυνάμεως, καὶ
5. διὰ τοῦτο καὶ λεπτυντικῆς. ἡ μὲν οὖν ῥίζα πρὸς τοῖς εἰρημένοις
6. καὶ φυσῶδές τι κέκτηται καὶ ἀφροδισιαστικόν. τὸ δὲ
7. σπέρμα τὸ μὲν τοῦ ἡμέρου ἔχει μέν τι καὶ αὐτὸ παροξυντικὸν
8. εἰς ἀφροδίσια, τὸ δὲ τοῦ ἀγρίου τελέως ἐστὶν
9. ἄφυσον, καὶ διὰ τοῦτο διουρητικόν τε καὶ καταμηνίων ἐστὶ
10. κινητικόν.

11. γ΄. Περὶ τοῦ δαύκου σπέρματος. Δαύκου τῆς
12. πόας τὸ σπέρμα θερμαντικὸν ἱκανῶς ἐστιν, ὡς οὐρητικόν
13. τε φάρμακον ὑπάρχειν ἐν τοῖς μάλιστα δραστήριον, ἐμμήνων
14. τε κινητικόν. ἔστι δὲ καὶ διαφορητικὸν ἱκανῶς ἔξωθεν ἐπιτιθέμενον.
15. καὶ ἡ πόα δ’ αὐτῆς παραπλησίας μέν ἐστι δυνάμεως,
16. ἀσθενεστέρας δὲ ἢ κατὰ τὸ σπέρμα διὰ τὴν τῆς
17. ὑδατώδους ὑγρότητος ἐπιμιξίαν. ἔστι γε μὴν καὶ αὕτη θερμὴ
18. τὴν κρᾶσιν.

1. δ΄. Περὶ δάφνης τοῦ δένδρου. Δάφνης τοῦ
2. δένδρου καὶ τὰ φύλλα καὶ ὁ καρπὸς ξηραίνει καὶ θερμαίνει
3. σφοδρῶς, καὶ μᾶλλον ὁ καρπὸς αὐτῆς τῶν φύλλων. ὁ
4. δὲ φλοιὸς τῆς ῥίζης ἧττον μέν ἐστι δριμὺς καὶ θερμὸς, μᾶλλον
5. δὲ πικρὸς, καί τι καὶ στύψεως ἔχει. ταῦτ’ ἄρα καὶ λίθους
6. θρύπτει καὶ ἥπατι ὠφελεῖ. πίνεται δὲ σὺν οἴνῳ
7. εὐώδει τριοβόλου σταθμός.

8. ε΄. Περὶ δάφνης τῆς πόας. Δάφνης τῆς πόας, ἣν καὶ
9. Ἀλεξανδρείαν ὀνομάζουσιν, ἡ κρᾶσις ἐναργῶς ἐστι θερμὴ, καὶ
10. γευομένοις ἐστὶ δριμεῖά τε καὶ ὑπόπικρος, καὶ πινομένοις
11. ἔμμηνά τε καὶ οὖρα προτρέπει. τῆς δὲ χαμαιδάφνης καὶ
12. ἐσθίονται οἱ ἁπαλοὶ κλῶνες. παραπλησία δὲ καὶ ἥδε τὴν
13. δύναμίν ἐστι τῇ Ἀλεξανδρείᾳ δάφνῃ, καθάπερ καὶ τὸ δαφνοειδὲς
14. ὀνομαζόμενον.

15. στ΄. Περὶ δικτάμνου. Δίκταμνον ἐκ λεπτομερεστέρας
16. ἐστὶν οὐσίας ἢ κατὰ γλήχωνα. τὰ δ’ ἄλλα παραπλήσιον
17. αὐτῇ τὸ δὲ καλούμενον ψευδοδίκταμνον ἀσθενέστερον εἰς
18. ἅπαντα τοῦ δικτάμνου.

1. ζ΄. Περὶ διψάκου Διψάκου τῆς ἀκάνθης ἡ ῥίζα ξηραντικὴ
2. τάξεως δευτέρας ἐστὶν, ἔχει δέ τι καὶ ῥυπτικόν.

3. η΄. Περὶ δορυκνιδίου. Δορυκνίδιον ὅμοιον τῇ κράσει
4. μήκωνι καὶ μανδραγόρᾳ καὶ τοῖς οὕτω ψυκτικοῖς ἐστιν, ἐπικρατούμενον,
5. ὑδατώδει ψυχρότητι πάνυ δραστηρίῳ. καροῖ
6. μὲν γὰρ ὀλίγον, ἀναιρεῖ δὲ πλέον συλληφθέν.

7. θ΄. Περὶ δρακοντίου. Δρακόντιον ἔχει μέν τι παραπλήσιον
8. ἄρῳ καὶ τοῖς φύλλοις καὶ τῇ ῥίζῃ. δριμύτερον δέ
9. ἐστιν αὐτοῦ καὶ πικρότερον, καὶ διὰ τοῦτο καὶ θερμαντικώτερόν
10. τε καὶ λεπτομερέστερον. ἔχει δέ τινα καὶ στύψιν
11. βραχεῖαν, ἧς συνιούσης ταῖς προειρημέναις δύο ποιότησι, τῇ
12. τε δριμείᾳ καὶ τῇ πικρᾷ, δραστήριον γίγνεται τὸ φάρμακον
13. ἐν τοῖς μάλιστα. καὶ γὰρ ἡ ῥίζα διακαθαίρει τὰ σπλάγχνα
14. πάντα, τοὺς παχεῖς μάλιστα καὶ γλίσχρους λεπτύνουσα χυμοὺς,
15. καὶ τῶν κακοήθων ἑλκῶν ἄριστόν ἐστι φάρμακον, ἀποκαθαίρει
16. τε καὶ ἀποῤῥύπτει γενικῶς τά τ’ ἄλλα τὰ ῥύψεως
17. δεόμενα καὶ ἀλφοὺς σὺν ὄξει. τά τε φύλλα, παραπλήσιον
1. ἔχοντα δύναμιν ἕλκεσί τε καὶ τραύμασι νεοτρώτοις ἁρμόττει,
2. καὶ ὅσῳ ἂν ἧττον ᾖ ξηρὰ τοσοῦτον μᾶλλον κολλᾷ. τὰ γὰρ
3. ξηρότερα δριμύτερα τὴν δύναμίν ἐστιν ἢ ὡς τραύμασι πρέπει.
4. πεπίστευται δὲ καὶ τυρὸν ὑγρὸν ἄσηπτον διαφυλάττειν,
5. ἔξωθεν αὐτῷ περιτιθέμενον, διὰ τὴν τῆς κράσεως ξηρότητα.
6. ὁ δὲ καρπὸς ἰσχυρότερος οὐ τῶν φύλλων μόνον, ἀλλὰ καὶ
7. τῆς ῥίζης ἐστὶν, ὥστε καὶ καρκίνους καὶ πολύποδας ἐκτήκειν
8. πεπίστευται. καὶ ὁ χυλὸς δ’ αὐτοῦ τὰ ἐν ὀφθαλμοῖς
9. ἀποκαθαίρει.

10. ι΄. Περὶ δρυοπτερίδος. Δρυοπτερὶς μικτῆς
11. ἐστι γευομένῳ ποιότητος γλυκείας δριμείας ὑποπίκρου, κατὰ
12. δὲ τὴν ῥίζαν καὶ στρυφνῆς. δύναμιν δ’ ἔχει σηπτικὴν, ὅθεν
13. καὶ τρίχας ψιλοῖ.

14. ια΄. Περὶ δρυός. Δρυὸς ἅπαντα μὲν τὰ μόρια στυφούσης
15. μετέχει ποιότητος, ἐπιπλέον δὲ τὸ ἐν τῷ φλοιῷ τοῦ
16. πρέμνου τὸ ὑμενῶδες, καὶ τὸ ὑπὸ τῷ κελύφει τῆς βαλάνου,
17. τὸ ἐπὶ τῇ σαρκὶ τοῦ καρποῦ. διὸ καὶ πρὸς ῥοῦν γυναικεῖον,
1. αἵματός τε πτύσεις καὶ δυσεντερίας καὶ γαστρὸς ῥεύματα
2. χρόνια χρήσιμον εἶναι πεπίστευται, μάλιστα δ’ ἀφέψοντες
3. αὐτῷ χρῶνται. σφοδρότερον δ’ ἔτι στύφει φηγὸς
4. καὶ πρῖνος, εἴτ’ οὖν εἴδη δρυὸς ὀνομάζειν αὐτά τις εἴτε
5. καὶ διαφέρειν ὅλῳ τῷ γένει βούλοιτο. καὶ δὴ καὶ τὰ φύλλα
6. τὰ μὲν τούτων τῶν φυτῶν ἁπαλὰ καταπλασσόμενα ξηραίνειν
7. οὐκ ἀγεννῶς πέφυκε, τὰ δὲ τῆς ἑτέρας δρυὸς ἧττον,
8. εἰς ὅσον καὶ στύψεως ἧττον μετείληφεν. ἔγωγ’ οὖν οἶδα καὶ
9. κολλήσας ποτὲ τραῦμα δρεπάνῳ γεγονὸς, οὐδαμῶς ἑτέρου
10. παρόντος φαρμάκου, τοῖς φύλλοις τῆς δρυός. ἔτριψα δ’ ἐπὶ
11. πέτρας λείας αὐτὰ καὶ τὸ τραῦμα μετὰ τοῦ πέριξ χωρίου
12. παντὸς κατέπλασα. ἔστι δὲ τῆς αὐτῆς τοῖς φύλλοις δυνάμεως
13. καὶ ὁ καρπὸς τῆς δρυός. καὶ κέχρηνταί γε τούτῳ τινὲς
14. τῶν ἰατρῶν ἐπὶ τῶν ἀρχομένων ἔτι καὶ αὐξανομένων
15. φλεγμονῶν. ὅσαι γὰρ ἤδη σφοδραὶ τῶν στυφόντων οὐ δέονται.
16. τὰ μὲν δὴ τοιαῦτα θεραπευτικῆς μᾶλλον ἢ τῆς ἐνεστώσης
17. ἐστὶ πραγματείας. ἀπόχρη δ’ εἴς γε τὰ παρόντα γιγνώσκειν
18. ὡς στυπτικῆς μὲν εἰς ὅσον εἴρηται μετείληφε δυνάμεως
1. δρῦς, καὶ διὰ τοῦτο ξηραντικῆς τε καὶ στυπτικῆς,
2. θερμῆς δ’ ἐπ’ ὀλίγον εἶναι κατωτέρω τῶν μέσων ἐν τοῖς
3. ὡς ἂν οὕτω τις εἴποι χλιαροῖς.

Cliquer un n° de page pour en afficher l’image