4. α΄. Περὶ ἐβίσκου. Ἐβίσκος ἢ ἀλθαία. ἔστι
5. δὲ μαλάχη ἡ ἀγρία διαφορητικὴ, χαλαστικὴ, ἀφλέγμαντος,
6. πραϋντικὴ, πεπτικὴ φυμάτων δυσπέπτων. καὶ ἡ ῥίζα δὲ αὐτῆς
7. καὶ τὸ σπέρμα τὰ μὲν ἄλλα ὁμοίως ἐνεργεῖ τῇ πόᾳ
8. χλωρᾷ, λεπτομερεστέραν δὲ ἐκείνης καὶ ξηραντικωτέραν καὶ
9. προσέτι ῥυπτικωτέραν ἐπιδείκνυνται τὴν δύναμιν, ὥστε καὶ
10. ἀλφοὺς ἀποῤῥύπτειν καὶ τὸ σπέρμα τοὺς ἐν νεφροῖς λίθους
11. διαιρεῖν. τὸ δὲ τῆς ῥίζης ἀφέψημα καὶ πρὸς δυσεντερίαν
12. καὶ διάῤῥοιαν καὶ πρὸς αἵματος ἀναγωγὴν ὠφέλιμόν ἐστιν
13. ἐχούσης τινὰ δύναμιν στυπτικήν.
14. β΄. Περὶ ἐβένου. Ἔβενος τῶν εἰς χυλὸν ἀναλυομένων
15. ἐστὶ ξύλων εἰ παρατρίβοιτο μεθ’ ὕδατος, ὥσπερ ἔνιοι τῶν
16. λίθων. ἡ δὲ δύναμις θερμαντική τέ ἐστι καὶ ῥυπτικὴ καὶ
17. λεπτομερὴς, ὅθεν καὶ τὰ ταῖς κόραις ἐπισκοτοῦντα πεπίστευται
18. ῥύπτειν. ταῖς τε ἄλλαις ὀφθαλμικαῖς μίσγεται δυνάμεσιν,
ㅤ
1. ὅσαι πρὸς ἕλκη παλαιὰ καὶ ῥεύματα καὶ φλυκταίνας
2. ἁρμόττουσιν.
3. ㅤ
ㅤγ΄. Περὶ ἐλαίας. Ἐλαίας οἱ μὲν θαλλοὶ
4. τοσούτῳ μετέχουσι ψύξεως, ὅσον καὶ στύψεως. ὁ δὲ καρπὸς
5. ὁ μὲν ἀκριβῶς πέπειρος θερμὸς συμμέτρως ἐστὶν, ὁ δ’
6. ἄωρος στυπτικώτερός ἐστι καὶ ψυχρότερος.
7. δ΄. Περὶ ἐλαίου. Ἔλαιον τὸ μὲν ἐκ τῆς ἐλαίας, ὅπερ
8. καὶ κυριώτατον καλοῦμεν ἔλαιον, ὁποῖόν τι τὴν κρᾶσίν
9. ἐστιν ἐν τοῖς ἔμπροσθεν λόγοις διώρισται. ὑγραντικόν τε
10. γὰρ ἐδείκνυτο καὶ συμμέτρως θερμόν. τοιοῦτο δ’ ἐστὶν τὸ
11. γλυκύτατον, ἐκ δρυπετοῦς μάλιστα τοῦ καρποῦ γενόμενον.
12. τὸ δ’ ὠμοτριβὲς καὶ ὀμφάκινον ὀνομαζόμενον εἰς ὅσον στύψεως
13. μετείληφεν, εἰς τοσοῦτον καὶ ψύξεως. τὸ δὲ παλαιὸν
14. ἔλαιον τὸ μὲν ἐκ τοῦ γλυκέος παλαιουμένου γιγνόμενον
15. θερμότερόν τε καὶ διαφορητικώτερόν ἐστι, τὸ δ’ ἐξ ὠμοτριβοῦς,
16. ἄχρι μὲν ἀποσώζει τι τῆς στύψεως, μικτῆς ὑπάρχει
17. δυνάμεως, ἐπειδὰν δ’ ἀποβάλλῃ τελέως αὐτὴν, ὁμοιοῦται
ㅤ
1. τῷ ἄλλῳ καὶ μὲν δὴ καὶ ὅσοι κατὰ τὴν σκευασίαν ἐπεμβάλλουσι
2. θαλλὸν, καὶ οὗτοι παραπλήσιον ὀμφακίνῳ τὸ
3. ἔλαιον ἀπεργάζονται. χρὴ δ’ οὐχ ὅπως ἐσκεύασται πυνθανόμενον,
4. ἀλλ’ αὐτοῦ γευόμενον, εἰ μὲν ἐμφαίνοι τι στύψεως,
5. εἰς ὅσον ταύτης μετείληφεν, εἰς τοσοῦτον καὶ ψύξεως αὐτὸ
6. μετέχειν ὑπολαμβάνειν, ὥσπερ καὶ τὸ ἀπὸ τῆς Ἰβηρίας κομιζόμενον,
7. ὅπερ Σπανὸν ὀνομάζουσιν. εἰ δὲ μηδ’ ὅλως γευόμενον
8. φαίνοιτο στύφειν, ἀλλ’ ἀκριβῶς εἴη γλυκὺ, θερμὸν
9. ἡγεῖσθαι τοῦθ’ ὑπάρχειν συμμέτρως. εἰ δὲ καὶ λεπτομερὲς
10. φαίνοιτο, τοιοῦτο δ’ ἐστὶ τό τε καθαρὸν καὶ διαυγὲς ὁρῶντι,
11. κᾀπειδὰν ὀλίγον ληφθὲν ἐπιπλεῖστον ἐκτείνηται τοῦ σώματος
12. καὶ ἑαυτῷ μένῃ συνεχὲς, ἀναπίνηταί τε πρὸς τοῦ χρωτὸς,
13. ἡγεῖσθαι τοῦτο κάλλιστόν τε καὶ τὴν ἐλαίου μάλιστα
14. κεκτημένον ἀρετὴν, οἷόν πέρ ἐστι τὸ Σαβῖνον. ὅτι δὲ τὸ
15. πεπλυμένον ἔλαιον ἀδηκτότατόν ἐστιν εἴρηται καὶ πρόσθεν.
16. ὅπως δ’ ἄν τις κάλλιστα πλύνοι, διὰ τῆς ἐφεξῆς ἐρῶ πραγματείας
17. τῆς περὶ συνθέσεως φαρμάκων· ἔνθα καὶ περὶ Σικυωνίου
18. καὶ εἴ τι τοιοῦτόν ἐστιν ἔλαιον εἰρήσεται. νυνὶ δὲ
ㅤ
1. περὶ τῶν ἁπλῶν διέξειμι καὶ προσθήσω ἤδη τὸν περὶ τῶν
2. ἄλλων ἐλαίων λόγον. ὀνομάζεται γὰρ δή τι καὶ κίκινον
3. ἔλαιον, ἐν Αἰγύπτῳ μάλιστα γιγνόμενον, ἐκ τοῦ καρποῦ τοῦ
4. κίκεως, καὶ ῥαφάνινον δὴ καὶ σησάμινον, ἀμυγδάλινόν τε καὶ
5. καρύϊνον, ἔτι τε σινάπινον, σχίνινον, δάφνινον, μελάνθινον,
6. τερμίνθινον, μαστίχινον, μύρσινον, βαλάνινον, ὑοσκυάμινον,
7. ἄλλα τε πρὸς τούτοις οὐκ ὀλίγα τῶν καρπῶν ἐκθλιβόμενα
8. πάντα. διαφέρει δ’ ἀλλήλων ταῦτα τὰς αὐτὰς διαφορὰς
9. ἅσπερ καὶ οἱ καρποί. τὸ μὲν γὰρ κίκινον λεπτομερέστερόν
10. τε καὶ διαφορητικώτερόν ἐστιν, ὅμοιον μάλιστα τῷ ἐκ τῆς
11. ἐλαίας ἐλαίῳ τῷ παλαιῷ. διὸ καὶ χρηστέον ἔνθ’ ἂν ᾖ κίκινον
12. ἔλαιον γεγραμμένον ἔν τινι συνθέσει φαρμάκου, μὴ
13. παρόντος αὐτοῦ, τῷ κοινῷ ἐλαίῳ, καὶ μάλιστ’ εἰ Σαβῖνον
14. εἴη. τὸ δὲ ῥαφάνινον ὅμοιον μὲν τἄλλα τῷδε, θερμότερον
15. δὲ, καὶ τούτου μᾶλλον ἔτι τὸ σινάπινον. ὅμοιον δὲ αὐτῷ
16. τὸ ἐκ τοῦ μελανθίου. ἔμπαλιν δὲ τούτοις τὸ μύρσινόν τε
17. καὶ σησάμινον, τὸ μὲν τῷ στύφειν, τὰ δ’ ὅτι παχυμερῆ.
ㅤ
1. μικτῆς δέ ἐστι δυνάμεως τό τε σχίνινον καὶ τὸ τερμίνθινον
2. καὶ τὸ μαστίχινον, οὐ γὰρ μαλάττει μόνον, ἀλλὰ καὶ στύφει.
3. ㅤτὸ δ’ ἀμυγδάλινον ἐπικρατοῦσαν μὲν ἔχει τὴν πικρότητα,
4. μετέχει δέ τινος καὶ στύψεως, οὐ μὴν τό γε καρύϊνον,
5. ἀλλ’ ἁπλῆς μάλιστα δυνάμεώς ἐστι τοῦτο τῆς διαφορητικῆς.
6. θερμότερον δ’ αὐτοῦ καὶ διαφορητικώτερον ὑπάρχει
7. τὸ δάφνινον, καὶ τούτου μᾶλλον ἔτι τὸ κέδρινον. ἐγγὺς
8. δ’ αὐτῷ τὸ ἀπὸ τῆς ὑγρᾶς πίττης τὸ δάδινον, ἧττον μὲν
9. τοῦ δαφνίνου θερμὸν, ξηραίνει δὲ μᾶλλον. τὸ δ’ ὑοσκυάμινον
10. μικτῆς ἐστι δυνάμεως, μαλακτικῆς τε ἅμα καὶ ψυκτικῆς.
11. τὸ δὲ κίκινον ἔλαιον ὑπάγει γαστέρα. τοῦτου δ’ ἔτι
12. μᾶλλον τὸ ἐκ τοῦ κνιδίου κόκκου, καὶ τοσούτῳ γε μᾶλλον
13. ὅσῳ ὁ κόκκος αὐτοῦ τοῦ κίκους καθαρτικώτερος ὑπάρχει.
14. ἔστι δὲ καὶ τὸ ἐκ τῆς ἀγρίας ἐλαίας ἔλαιον οὐχ ἁπλῆς κράσεως,
15. ἀλλὰ ῥυπτικόν τε ἅμα καὶ στυπτικόν. αὐχμηρότερον
16. δ’ ὡς ἐν ἐλαίοις τοῦτο καὶ μετὰ τοῦτο τὸ Ἰστρικόν. ἐφεξῆς
17. δ’ αὐτοῖς τὸ Σπανόν. λιπαρώτατον δὲ τό τε Λιβυκόν
18. ἐστι καὶ τὸ Κιλίκιον, ἅμα δὲ λιπαρόν τε καὶ λεπτομερὲς τὸ
ㅤ
1. Σαβῖνον. ἐν τῷ μέσῳ δὲ τῶν εἰρημένων ἁπάντων τό τε κατὰ
2. τὰς Κυκλάδας νήσους ἐστὶ καὶ τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν.
3. κρίνεται δὲ τὸ μὲν λιπαρὸν ἔλαιον τῇ γλισχρότητι, τὸ δὲ
4. λεπτομερὲς τῷ τε διαυγεῖ καὶ καθαρῷ, καὶ τῷ πλεῖστον
5. ἀλείφεσθαι τοῦ σώματος ὑπ’ ἐλαχίστου καὶ τῷ πρὸς τοῦ
6. χρωτὸς ἀναπίνεσθαι ῥᾳδίως. ἐκ δὲ τῶν εἰρημένων ἔνεστί
7. σοι καὶ περὶ τῶν ἄλλων ἐλαίων, ὁπόσα τοῖς μύροις ὁμωνύμως
8. λέγεται, γιγνώσκειν ἤδη, λέγω δὲ ῥοδίνου τε καὶ μηλίνου
9. καὶ κρινίνου καὶ ὅσα τοιαῦτα καρπῶν ἢ ἀνθῶν ἢ
10. βλαστῶν ἢ φύλλων ἐναποβρεχομένων ἐν ἐλαίῳ γίγνεται. τούτων
11. γὰρ ἕκαστον, ὅταν ἅμα τοῖς ἀρώμασι σκευασθῇ, μύρον
12. ἀποτελεῖται. λεχθήσεται δ’ ἐπιπλέον ὑπὲρ αὐτῶν ἐν τῆ περὶ
13. συνθέσεως φαρμάκων πραγματείᾳ. τὸ δ’ εἰς τὸν παρόντα
14. χρήσιμον εἰπὼν ἀπαλλάξομαι. κατὰ φύσιν ἑκάστου τῶν
15. ἐμβληθέντων ἀλλοιωθήσεται τὸ ἔλαιον. ἐξ ὧν οὖν ὑπὲρ
16. ἑκάστου τῶν ἐμβαλλομένων ἐν τῷδε τῷ λόγῳ παντὶ καθόλου
17. μανθάνεις, ἐκ τούτων ἂν εἴη σοι καὶ περὶ τοῦ καθέκαστον
18. αὐτῶν ἐλαίου γιγνώσκειν.
1. ε΄. Περὶ ἐλατίνης. Ἐλατίνη μετρίως ἐστὶ ψυκτική τε
2. καὶ στυπτική.
3. στ΄. Περὶ ἐλαφοβόσκου. Ἐλαφόβοσκος θερμῆς καὶ
4. λεπτομεροῦς ἐστι δυνάμεως καὶ διὰ τοῦτο καὶ ξηραντικῆς
5. κατὰ τὴν δευτέραν που μάλιστα τῶν ἀποστάσεων.
6. ζ΄. Περὶ Ἐλενίου. Ἐλενίου τῆς πόας ἡ ῥίζα ἐστὶ
7. μάλιστα χρήσιμος, οὐκ εὐθὺς κατὰ τὴν πρώτην προσβολὴν
8. θερμαίνουσα, καὶ διὰ τοῦτο λεκτέον αὐτὴν οὐ θερμὴν καὶ
9. ξηρὰν ἀκριβῶς, ὥσπερ τὸ μέλαν καὶ λευκὸν πέπερι, ἀλλὰ
10. σὺν ὑγρότητι περιττωματικῇ, καὶ διὰ τοῦτο καὶ τοῖς ἐκλείγμασι
11. τοῖς εἰς τὰς ἀναγωγὰς τῶν γλίσχρων καὶ τῶν παχέων
12. ἐν θώρακι καὶ πνεύμονι χυμῶν ἐπιτηδείως μίγνυται
13. καὶ φοινίσσουσιν αὐτῇ τὰ μόρια, ψυχροῖς καὶ χρονίοις ἐνοχλούμενα
14. πάθεσιν, ὥσπερ ἰσχιάδες τέ τινές εἰσι καὶ ἡμικρανίαι
15. καὶ συνεχεῖς ἄρθρων τινῶν ἐκπτώσεις δι’ ὑγρότητος.
16. ㅤη΄. Περὶ ἐλελισφάκου. Ἐλελίσφακος θερμαντικῆς
17. ἐναργῶς ἐστι κράσεως, ὑποστυφούσης ἀτρέμα.
1. ㅤθ΄. Περὶ ἐλλεβόρου. Ἐλλέβορος ἑκάτερος, ὅ τε
2. λευκὸς καὶ ὁ μέλας, ῥυπτικῆς τε ἅμα καὶ θερμαντικῆς εἰσι
3. δυνάμεως. διὸ καὶ πρὸς ἀλφοὺς καὶ λειχῆνας καὶ ψώρας καὶ
4. λέπρας ἁρμόττουσι, καὶ μὲν δὴ καὶ εἰς σύριγγα τετυλωμένην
5. ὁ μέλας, καθιέμενος ἐν δύο που καὶ τρισὶν ἡμέραις
6. ἀφίστησιν αὐτῆς τὸν τύλον, καὶ ὀδόντας δὲ σὺν ὄξει διακλυζόμενος
7. ὀνίνησι. καὶ κείσθωσαν ἐν τῇ τρίτῃ τάξει τῶν
8. θερμαινόντων τε καὶ ξηραινόντων. ἔστι δὲ τῇ γεύσει θερμότερος
9. μὲν ὁ μέλας, ὑπόπικρος δὲ ὁ λευκός.
10. ι΄. Περὶ ἑλξίνης. Ἑλξίνη, ἔνιοι δὲ περδίκιον ὀνομάζουσιν,
11. ἄλλοι δὲ παρθένιον, ἄλλοι δὲ σιδηρίτιδα, εἰσὶ δ’ οἳ
12. Ἡρακλείαν. δύναμις δ’ αὐτῆς ῥυπτική τε καὶ ἀτρέμα στυπτικὴ
13. μεθ’ ὑγρότητος ὑποψύχρου. ὅθεν ἰᾶται φλεγμονὰς
14. ἁπάσας ἐν ἀρχῇ τε καὶ ἐν ἀναβάσει μέχρι τῆς ἀκμῆς, καὶ
15. μάλιστα τὰς θερμάς. καὶ μὲν δὴ καὶ ἀρχομένοις φυγέθλοις
16. ἐπιπλάττεται. καὶ ὁ χυλὸς δ’ αὐτῆς μετὰ ῥοδίνου πρὸς
17. ὤτων ἀλγήματα φλεγμαινώδη μετρίως ἥρμοκεν. ἀνακογχυλίζονται
18. δ’ αὐτὴν ἔνιοι καὶ πρὸς παρίσθμια, καί τινες τῶν
ㅤ
1. ἰατρῶν τοῖς χρονίως βήττουσιν ἔδοσαν αὐτήν. τοῦ ῥύπτειν
2. δ’ ἐναργῆ πεῖραν παρέχεται καὶ ἐπὶ τῶν ὑαλίνων σκευῶν.
3. ια΄. Περὶ ἑλξίνης μελαίνης. Ἑλξίνη, ἡ καὶ κισσάμπελος
4. ὀνομαζομένη, δυνάμεώς ἐστι διαφορητικῆς.
5. ιβ΄. Περὶ ἐλύμου. Ἔλυμος, καλεῖται δὲ καὶ μελίνη.
6. ἔστι μὲν ἐκ τῶν ὀσπρίων, ὅμοιον κέγχρῳ τήν τε ἰδέαν καὶ
7. τὴν δύναμιν, ὀλιγότροφόν τε καὶ ξηραντικόν. ἵστησί τέ τι
8. καὶ τὰ κατὰ γαστέρα ῥεύματα, καθάπερ καὶ ὁ κέγχρος. εἰ
9. δ’ ἔξωθεν ἐπιπλασθείη, ξηραίνει τε καὶ ψύχει.
10. ιγ΄. Περὶ ἐμπέτρου. Ἔμπετρον εἰς καθάρσεις μόνας
11. δοκεῖ χρήσιμον ὑπάρχειν ἄγον φλέγμα καὶ χολήν. ἔστι δὲ
12. ἁλυκὸν τῇ γεύσει, ὥστε καὶ εἰς ἄλλα χρήσαιτ’ ἄν τις αὐτῷ
13. εἰς ἅπερ καὶ τὴν ἁλυκὴν οὐσίαν ἐδείκνυμεν δυναμένην· ὀνομάζεται
14. δὲ καὶ πρασοειδές.
15. ιδ΄. Περὶ ἐπιθύμου. Ἐπίθυμον τῆς θύμου δυνάμεώς
16. ἐστιν ἰσχυρότερον, τὰ πάντα ξηραινούσης τε καὶ θερμαινούσης
17. κατὰ τὴν τρίτην ἀπόστασιν.
1. ㅤιε΄. Περὶ ἐπιμηδίου. Ἐπιμηδίου ἡ δύναμις
2. ψυκτικὴ μετρίως ἐστὶ, μεθ’ ὑγρότητος ὑδατώδους. οὐδεμίαν
3. γοῦν ἐπίσημον ἔχει ποιότητα, δύναται δὲ καταπλαττομένη
4. μαστοὺς ὀρθίους διαφυλάττειν, φασὶ δὲ καὶ ἀτόκιον εἶναι
5. πινομένην.
6. ιστ΄. Περὶ ἐπιμήλιδος. Ἐπιμηλίς· στρυφνὸν τοῦτο
7. τὸ φυτόν ἐστι καὶ ὡς ἄν εἴποι τις ἀγρία μηλέα. καλεῖται
8. δ’ ὑπὸ τῶν κατὰ τὴν Ἰταλίαν ἀγροίκων οὐνέδων. πλεῖστον
9. δὲ ἐν τῇ Καλαβρίᾳ γίγνεται. ὁ καρπὸς δ’ αὐτῆς στρυφνὸς
10. μὲν, κακοστόμαχος δὲ καὶ κεφαλαλγής. ἀναμέμικται γὰρ αὐτῷ
11. τις ἀλλόκοτος ποιότης.
12. ιζ΄. Περὶ ἐρεβίνθου. Ἐρέβινθος, ὀσπρίον φυσῶδες,
13. τρόφιμον, εὐκοίλιον, οὐρητικὸν, γάλακτος καὶ σπέρματος γεννητικὸν,
14. προτρέπει δὲ καὶ καταμήνια. εἰσὶ δ’ οἱ κριοὶ καλούμενοι
15. τῶν ἄλλων οὐρητικώτεροι. τὸ δ’ ἀφέψημα αὐτῶν
16. τοὺς λίθους τοὺς ἐν νεφροῖς θρύπτει. τὸ δ’ ἕτερον γένος
17. τῶν ἐρεβίνθων καλοῦνται μὲν ὀροβίαι, τῆς δ’ αὐτῆς ἐστι
18. δυνάμεως, ἐπισπαστικῆς, διαφορητικῆς, τμητικῆς, ῥυπτικῆς.
ㅤ
1. εἰσὶ γὰρ θερμοὶ μὲν καὶ μετρίως ξηροὶ, μετέχουσι δέ τι καὶ
2. τῆς πικρότητος, δι’ ἣν καὶ σπλῆνα καὶ ἧπαρ καὶ νεφροὺς
3. ἐκκαθαίρουσι, καὶ ψώρας καὶ λειχῆνας ἀποῤῥύπτουσι καὶ
4. παρωτίδας, καὶ διδύμους σκιῤῥουμένους διαφοροῦσι, καὶ τὰ
5. κακοήθη δὲ τῶν ἑλκῶν ἰῶνται μετὰ μέλιτος.
6. ιη΄. Περὶ ἐρεβίνθου ἀγρίου. Ἐρέβινθος ἄγριος ἰσχυρότερος
7. εἰς πάντα τοῦ ἡμέρου, τοῦτ’ ἔστι θερμότερός τε καὶ
8. ξηραντικώτερος, ὅσον περ καὶ δριμύτερός τέ ἐστι καὶ
9. πικρότερος.
10. ιθ΄. Περὶ ἐρείκης. Ἐρείκη διαφορητικῆς ἐστι δυνάμεως.
11. τῷ δ’ ἄνθει μάλιστα καὶ τοῖς φύλλοις αὐτῆς χρηστέον.
12. κ΄. Περὶ ἑρπύλλου. Ἕρπυλλος θερμαντικῆς εἰς τοσοῦτόν
13. ἐστι δυνάμεως, ὡς καταμήνιά τε καὶ οὖρα κινεῖν.
14. ἔστι δὲ καὶ πρὸς τὴν γεῦσιν ἱκανῶς δριμύς.
15. κα΄. Περὶ ἐρυσίμου. Ἐρυσίμου τὸ σπέρμα καθάπερ
16. τῇ γεύσει παραπλήσιον φαίνεται καρδάμῳ, οὕτω καὶ τῇ δυνάμει
17. πυρῶδές τε καὶ θερμαντικὸν ὑπάρχει. ἐπειδὰν δὲ ἐκλείγματι
18. δέῃ χρῆσθαι αὐτῷ, βέλτιόν ἐστιν ὕδατι προβρέξαντας
19. φῶξαι ἢ εἰς ὀθόνιον ἐνδήσαντας, εἶτα σταιτὶ περιπλάσαντας
ㅤ
1. ὀπτῆσαι. χρήσιμον δ’ ἐστὶ μετὰ τῶν ἐκλειγμάτων εἰς
2. τὰς τῶν κατὰ θώρακα καὶ πνεύμονα. γλίσχρων τε καὶ παχέων
3. χυμῶν ἀναπτύσεις. ἀλλὰ καὶ παρωτίδας σκιῤῥουμένας
4. καὶ σκληρίας παλαιὰς ἐν μαστοῖς καὶ διδύμοις ὠφελεῖ. φησὶ
5. δὲ Διοσκουρίδης ὡς καταπλαττόμενον μεθ’ ὕδατος ἢ μέλιτος
6. ὀνίνησι τοὺς κρυπτοὺς καρκίνους.
7. ㅤκβ΄. Περὶ ἐρυθροδάνου. Ἐρυθρόδανον. ἔστι
8. δὲ ἡ τῶν βαφέων ἐρυθρὰ ῥίζα στρυφνὴ καὶ πικρὰ τὴν γεῦσιν,
9. ὅθεν ὅσα περ εἴρηται κατὰ τὸ πρὸ τούτου γράμμα
10. ποιεῖν ἐς ταὐτὸν ἀλλήλαις αἱ τοιαῦται συνελθοῦσαι δυνάμεις,
11. ἅπαντα σαφῶς ἐν τῇδε τῇ ῥίζῃ θεάσῃ. καὶ γὰρ καὶ
12. σπλῆνα καὶ ἧπαρ διακαθαίρει, καὶ οὖρα παχέα καὶ πολλὰ
13. καί ποτε καὶ αἱματώδη κενοῖ, καὶ δὴ καὶ καταμήνια προτρέπει
14. καὶ ἀποῤῥύπτει συμμέτρως, ὅσα δεῖται ῥύψεως. ἀλφοὺς
15. γοῦν λευκοὺς ὠφελεῖ μετ’ ὄξους ἐπαλειφόμενον. διδόασι δ’
16. αὐτήν τινες καὶ τοῖς ἰσχιαδικοῖς καὶ τοῖς παραλελυμένοις πίνειν
17. μετὰ μελικράτου.
1. ㅤκγ΄. Περὶ εὐπατορίου. Εὐπατόριον ἡ πόα λεπτομεροῦς
2. καὶ τμητικῆς καὶ ῥυπτικῆς ἐστι δυνάμεως, ἄνευ
3. θερμότητος ἐπιφανοῦς, ὅθεν καὶ τὰς καθ’ ἧπαρ ἐμφράξεις
4. ἐκκαθαίρει. μετέχει δὲ καὶ στύψεως βραχείας, δι’ ἣν καὶ τόνον
5. ἐντίθησι τῷ σπλάγχνῳ.
6. κδ΄. Περὶ εὐφορβίου. Εὐφόρβιον καυστικῆς ἐστι καὶ
7. λεπτομεροῦς δυνάμεως, ὁμοίως τοῖς ἄλλοις ὀποῖς.
8. κε΄. Περὶ ἐφημέρου. Ἐφήμερον οὐ τὸ δηλητήριον, ὃ
9. καὶ Κολχικὸν ὀνομάζουσιν, ἀλλὰ τὸ ἕτερον, ὃ δὴ καὶ ἴρις
10. ἀγρία καλεῖται. φύλλα μὲν καὶ καυλὸν ἔχει ὅμοιον κρίνῳ,
11. ῥίζαν δὲ μακρὰν οὐ στρογγύλην, ὥσπερ τὸ Κολχικόν. ἔστι
12. δὲ δακτύλου μὲν μάλιστα τὸ πάχος, στύφουσα δὲ καὶ εὐώδης.
13. ἐξ ὧν δῆλον ὡς μικτῆς ἐστι δυνάμεώς τε καὶ κράσεως
14. ἀποκρουστικῆς τε καὶ διαφορητικῆς. μαρτυρεῖ δὲ καὶ τὰ κατὰ
15. μέρος ἔργα. καὶ γὰρ ὀδονταλγίας ἐστὶν οὐκ ἄπρακτον ἥ γε
16. ῥίζα διάκλυσμα καὶ φυμάτων ἀναβάσεσί τε καὶ ἀκμαῖς ἁρμόζει
ㅤ
1. τὰ φύλλα. χρὴ δ’ ἕψοντας ἐν οἴνῳ, πρὶν ἐκπυῆσαι,
2. καταπλάττειν.
3. κστ΄. Περὶ ἐχίνου. Ἐχίνου τῆς πόας ὁ καρπὸς στρυφνὸς
4. καὶ διὰ τοῦτο ἀποκρουστικὸς καὶ ξηραντικός. χρῶνται
5. δ’ αὐτῷ πρός τε τὰ τῶν ὀφθαλμῶν ῥεύματα καὶ πρὸς ὦτα.