6. α΄. Περὶ ζειᾶς. Ζειὰ μεταξύ πώς ἐστι
7. τὴν δύναμιν ἅπασαν πυρῶν τε καὶ κριθῶν, ὥστ’ ἐξ ἐκείνων
8. γινωσκέσθω.
9. β΄. Περὶ ζιγγιβέρεως. Ζιγγιβέρεως ἡ ῥίζα χρήσιμός
10. ἐστιν, ἥνπερ δὴ κομίζουσιν ὡς ἡμᾶς ἐκ τῆς βαρβάρου. θερμαίνει
11. μὲν οὖν ἰσχυρῶς, ἀλλὰ οὐ κατὰ τὴν πρώτην προσβολὴν
12. ὡς τὸ πέπερι. ταύτῃ τοι καὶ λεπτομερέστερον ἧττον
13. αὐτὸ πεπέρεως ὑποληπτέον ὑπάρχειν. ἐλύετο γὰρ ἂν εἰς
14. λεπτὰ μόρια καὶ διὰ ταχέων ἐνεργείᾳ θερμὸν ἐγίγνετο, καθάπερ
15. ἐκεῖνο. φαίνεται γοῦν ἀκατεργάστου τινὸς ἔτι καὶ
16. παχυμερεστέρας οὐσίας μετέχον καὶ ταύτης ㅤοὐ ξηρᾶς
17. καὶ γεώδους, ἀλλ’ ὑγρᾶς καὶ ὑδατώδους μᾶλλον. διὰ τοῦτό
18. γέ τοι καὶ τιτρᾶται ῥᾳδίως, ὅτι μέτεστιν αὐτῆς περιττωματικῆς
ㅤ
1. ὑγρότητος. οὐδὲν γοῦν τοῦτο πάσχει τῶν ἤτοι ξηρῶν
2. ἀκριβῶς ἢ ὑγρῶν μὲν, ἀλλὰ τῶν κατειργασμένην τε καὶ
3. οἰκείαν ἐχόντων ὑγρότητα. ταὐτὸν τούτῳ καὶ τὸ μακροπέπερι
4. πεπονθὸς, καὶ διὰ τοῦτο παραμένει μέχρι πλείονος ἡ
5. ἀπὸ ζιγγιβέρεως καὶ μακροπεπέρεως θερμότης ἤπερ ἡ ἀπὸ
6. λευκοῦ τε καὶ μέλανος. ὡς γὰρ ἡ ἀπὸ τῶν ξηρῶν καλάμων
7. φλὸξ ἀνάπτεται μὲν ἅμα, καὶ πάντῃ σκίδναται τάχιστα,
8. κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ ἀπὸ τῶν ξηρῶν τῇ
9. δυνάμει φαρμάκων. ἡ δ’ ἀπὸ τῶν ὑγροτέρων ἀνάλογον τοῖς
10. χλωροῖς ξύλοις καὶ βραδύτερον ἐξάπτεται καὶ παραμένει
11. μέχρι πλείονος, ὅθεν καὶ ἡ χρεία διάφορος ἑκατέρου τῶν
12. φαρμάκων. ὅταν μὲν γὰρ τὸ πᾶν σῶμα῾ ἐκθερμῆναι βουλώμεθα
13. διὰ ταχέων, ὅσα ταχέως μὲν ἐκθερμαίνει πλησιάζοντα
14. τῷ τοῦ ζώου θερμῷ, ταχέως δὲ πάντῃ φέρεται δοτέον.
15. ἐπειδὰν δέ τι μόριον ἐψυγμένον ἐκθερμῆναι βουληθῶμεν,
16. ἔμπαλιν πρακτέον, ὅσα βραδέως θερμαινόμενα μέχρι
17. πλείστου παραμένει, ταῦτα προσφέρονται. τὸ μὲν οὖν ζιγγίβερι
18. καὶ τὸ μακροπέπερι, κᾂν εἰ διαφέρει ταύτῃ τοῦ
ㅤ
1. μέλανος πεπέρεως, ἀλλ’ ἐπ’ ὀλίγον. κάρδαμον δὲ καὶ νᾶπυ
2. καὶ θαψία καὶ ὁ τῶν ἀγρίων περιστερῶν ἀπόπατος ἐν
3. χρόνῳ τε πλείονι τελέως ἐκπυροῦται καὶ μέχρι πλείστου παραμένει.
4. γ΄. Περὶ ζύθου. Ζύθος δριμύτερός ἐστι τῶν κριθῶν
5. οὐ σμικρῷ, κακόχυμος, ὡς ἂν ἐκ σηπεδόνος γεγενημένος. ἔστι
6. δὲ καὶ φυσώδης, καὶ τὸ μέν τι δριμὺ καὶ θερμαῖνον ἔχον, τὸ
7. πλεῖστον δὲ ψυχρὸν ὑδατῶδες ὀξύ.
8. δ΄. Περὶ ζύμης. Ζύμη λεπτομερὴς μέν ἐστι καὶ μετρίως
9. θερμή. διὰ τοῦτο τοίνυν ἀλύπως τε καὶ ἀδήκτως
10. ἐπισπᾶταί τε ἅμα τὰ ἐκ τοῦ βάθους καὶ διαφορεῖ. μέμικται
11. δὲ ἐξ ἐναντίων καὶ ἥδε δυνάμεων, ὥσπερ καὶ ἄλλα
12. πολλά. καὶ γὰρ ὀξύτητος μετέχει ψυχρᾶς καὶ σηπεδονώδους
13. θερμότητος καὶ προσέτι τῆς ἀπὸ τῶν ἁλῶν καὶ τῆς ἀπὸ
14. τοῦ ἀλεύρου κατὰ φύσιν.