3. α΄. Περὶ καλαμίνθης. Καλαμίνθη λεπτομερὴς
4. τὴν οὐσίαν ἐστὶ καὶ θερμὴ καὶ ξηρὰ τὴν κρᾶσιν, ἐκ
5. τῆς τρίτης που τάξεως κατ’ ἀμφοτέρας τὰς ποιότητας.
6. ἐναργῆ δὲ τούτων τὰ γνωρίσματα τά τε τῇ γεύσει φαινόμενα
7. καὶ τὰ διὰ τῆς πείρας γιγνωσκόμενα. τῇ μὲν γὰρ γεύσει
8. δριμεῖά τε καὶ θερμὴ σαφῶς ἐστι καὶ βραχύ τι παντελῶς
9. ὑπόπικρον ἔχει. πειρωμένοις δ’ αὐτῆς καὶ προσάγουσι
10. τῷ σώματι πρῶτον μὲν ἔξωθεν ἐπιτιθεμένη λίαν θερμαίνει
11. τε καὶ δάκνει καὶ ἀμύττει τὸ δέρμα καὶ τελευτῶσα ἕλκος
12. ἐργάζεται. λαμβανομένη δὲ εἴσω τοῦ σώματος αὐτή τε
13. καθ’ ἑαυτὴν ξηρὰ καὶ διὰ μελικράτου, θερμαίνει τε σαφῶς
14. καὶ ἱδρῶτας κινεῖ καὶ διαφορεῖ καὶ ξηραίνει τὸ πᾶν σῶμα.
15. διὰ τοῦτο γοῦν αὐτῇ τινες ἐχρήσαντο καὶ πρὸς τὰ κατὰ
16. περίοδον ῥίγη, ἔξωθεν μὲν ἐναφέψοντες ἐλαίῳ καὶ συναλείφοντες
17. ὅλον τὸ σῶμα μετὰ τρίψεως γενναίως, ἔσωθεν δὲ
18. λαμβάνοντες, ὡς εἴρηται. καὶ μέν γε καὶ κατὰ τῶν ἰσχίων
ㅤ
1. καταπλάττουσί τινες αὐτὴν ἐπὶ τῶν ἰσχιαδικῶν ἀῤῥωστημάτων
2. ὡς γενναῖον βοήθημα· καὶ γὰρ ἕλκει τὰ ἐκ τοῦ βάθους
3. εἰς τὴν ἐκτὸς ἐπιφάνειαν καὶ θερμαίνει σύμπαν τὸ ἄρθρον,
4. ἐπικαίει τε σαφῶς τὸ δέρμα καὶ καταμήνιά τε πινομένη
5. καὶ προστιθεμένη προσκαλεῖται πάνυ δραστηρίως. ἀγαθὸν
6. δὲ καὶ τῶν ἐλεφαντιώντων φάρμακον, οὐ μόνον τῷ
7. γενναίως διαφορεῖν τοὺς λεπτοὺς χυμοὺς, ἀλλὰ καὶ τῷ λεπτύνειν
8. καὶ τέμνειν ἰσχυρῶς τοὺς παχεῖς, οἷοί πέρ εἰσιν οἱ
9. τὸ τοιοῦτο νόσημα γεννῶντες, οὕτω δὲ καὶ οὐλὰς μελαίνας
10. λαμπρύνει καὶ ὑπώπια διαφορεῖ. κάλλιον δ’ ἐπὶ τῶν τοιούτων
11. χλωρὰν ἐν οἴνῳ ἑψηθεῖσαν καταπλάττειν αὐτὴν μᾶλλον,
12. ἢ ξηράν. ἰσχυροτέρα γὰρ ξηρανθεῖσα γίγνεται καὶ καίειν
13. ἑτοιμοτέρα. τῷ δ’ εἶναι τοιαύτη καὶ πρὸς τὰ τῶν ἰοβόλων
14. θηρίων δήγματα παραλαμβάνεται, καθάπερ τά τε καυτήρια
15. καὶ ὅσα τῶν φαρμάκων ἐστὶ θερμὰ καὶ δριμέα καὶ λεπτομερῆ
16. καὶ ῥᾳδίως ἐκ τοῦ βάθους ἐπισπώμενα πρὸς ἑαυτὰ
17. τὴν παρακειμένην ἅπασαν ὑγρότητα. ἡ δὲ συνοῦσα πικρότης
18. αὐτῇ βραχεῖα μέν ἐστι παντελῶς· δρᾷ δ’ ἅπερ ἡ ἰσχυροτάτη
ㅤ
1. πρὸς ἔνια, διὰ τὸ συνεῖναι σφοδρᾷ θερμότητι μετὰ
2. λεπτομεροῦς οὐσίας. οὕτω γοῦν ἀσκαρίδας τε καὶ ἕλμινθας
3. ὁ χυλὸς αὐτῆς ἐνιέμενός τε καὶ πινόμενος ἀναιρεῖν πέφυκε.
4. κατὰ δὲ τὸν αὐτὸν ㅤλόγον καὶ τοὺς ἐν ὠσὶ σκώληκας,
5. ἢ εἴ που καθ’ ἕλκους σηπεδονώδους ἑτέρωθι τοῦ σώματος
6. ἡ τοιαύτη γένοιτο διάθεσις. οὕτω δὲ καὶ τὰ κυούμενα πινομένη
7. τε καὶ προστιθεμένη διαφθείρει τε καὶ ἐκβάλλει. ἡ
8. μὲν οὖν τμητικὴ δύναμις ὑπάρχει διά τε τὸ θερμὸν αὐτῆς
9. καὶ λεπτομερὲς καὶ πικρὸν, ἡ δὲ ῥυπτικὴ διὰ τὸ πικρὸν
10. μόνον. καὶ τοίνυν ὀνίνησι τοὺς μὲν ἀσθματικοὺς διὰ πάντα
11. τὰ εἰρημένα, τοὺς δ’ ἰκτεριώδεις διὰ τὴν πικρότητα μάλιστα,
12. καθάπερ καὶ τἄλλα σχεδὸν ἅπαντα τὰ πικρὰ τῷ ῥύπτειν
13. τε καὶ καθαίρειν τὰς κατὰ τὸ ἧπαρ ἐμφράξεις. ἔστι
14. δ’ εἰς ἅπαντα τὰ εἰρημένα πρακτικωτέρα ἡ ὄρειος.
15. β΄. Περὶ καλάμου ἀρωματικοῦ. Κάλαμος ἀρωματικὸς
16. καὶ στύψεως βραχείας καὶ δριμύτητος ἐλαχίστης μετέχει.
17. τὸ δὲ πλεῖστον αὐτοῦ γεώδους οὐσίας ἐστὶ καὶ ἀερώδους,
18. εὔκρατον ἐν τῇ κατὰ θερμότητα καὶ ψυχρότητα συζυγίᾳ.
ㅤ
1. ὅθεν οὐρητικός τε μετρίως ἐστὶν καὶ ταῖς πρὸς ἧπαρ
2. καὶ στόμαχον ἐπιτιθεμέναις μίγνυται δυνάμεσιν, εἴς τε τὰς
3. τῆς ὑστέρας πυρίας, ὅσαι φλεγμονῆς ἕνεκεν ἢ καταμηνίων
4. ἐρεθισμοῦ παραλαμβάνονται, χρησίμως μίγνυται. κείσθω τοίνυν
5. δευτέρας τάξεως τῶν θερμαινόντων καὶ ξηραινόντων, καὶ
6. σφοδρότερόν γε ξηραινόντων ἢ θερμαινόντων. ἔχει δέ τι καὶ
7. λεπτομερὲς, ὥσπερ καὶ τἄλλα σύμπαντα ἀρώματα. ἀλλ’ ἐκείνων
8. μὲν τοῖς πλείστοις πάμπολυ τὸ λεπτομερὲς ὑπάρχει,
9. τῷ καλάμῳ δ’ οὐ πολύ.
10. γ΄. Περὶ καλάμου φραγμίτου. Καλάμου φραγμίτου
11. τὴν ῥίζαν σὺν βολβοῖς ἀκίδας καὶ σκόλοπας ἐκ βάθους ἐπισπᾶσθαί
12. τινες ἔγραψαν, ὡς ἂν ἑλκτικῆς τινος ὑπαρχούσης
13. αὐτῇ δυνάμεως. οὐ μὴν ἡμεῖς γε ἐπειράθημεν, ὅσον μέντοι
14. τῇ γεύσει τεκμήρασθαι, ῥυπτικῆς μετέχει δυνάμεως οὐκ ὀλίγης,
15. ἥκιστα δριμείας. τὰ μέντοι φύλλα τὰ χλωρὰ μετρίως
16. ἐμψύχει, μετέχοντα τῆς ῥυπτικῆς καὶ ταῦτα δυνάμεως. ὁ
17. φλοιὸς δὲ αὐτοῦ καυθεὶς λεπτομεροῦς ἱκανῶς καὶ διαφορητικῆς
18. γίνεται δυνάμεως, ἔχων τι καὶ ῥυπτικὸν, ὥστε καὶ ξηραίνειν
ㅤ
1. καὶ θερμαίνειν κατὰ τὴν τρίτην που τάξιν, καὶ πλέον
2. γε ξηραίνειν ἢ θερμαίνειν. φυλάττεσθαι δ’ αὐτοῦ προσήκει
3. τὴν καλουμένην ἀνθήλην. ἐμπίπτουσα γὰρ τοῖς ὠσὶν ἐμπλάττεται
4. ἀναπολύτως καὶ κακοῖ τὴν ἀκοὴν, ὥστε κωφώσεις
5. ἐργάζεσθαι πολλάκις.
6. δ΄. Περὶ καγκάνου. Καγκάνου ἡ ῥίζα δυνάμεως μέν
7. ἐστιν ἀδήκτου τε καὶ μετρίως ξηραντικῆς, οὐσίας δὲ παχυμεροῦς
8. ἐμπλαστικῆς. ὅθεν οἴνῳ βρεχομένη, καθάπερ ἡ τραγάκανθα
9. καὶ ἐκλειχομένη, τὰς τῆς ἀρτηρίας ἰᾶται τραχύτητας,
10. οὐδὲν δ’ ἧττον, εἰ καὶ διαμασήσαιτό τις αὐτὴν, ὁ
11. παραῤῥέων χυλὸς ὀνίνησι τὴν ἀρτηρίαν ὁμοίως τῷ τῆς
12. γλυκυρίζης.
13. ㅤε΄. Περὶ καννάβεως. Καννάβεως ὁ καρπὸς ἄφυσός
14. τε καὶ ξηραντικὸς εἰς τοσοῦτόν ἐστιν ὡς, εἰ πλείων βρωθείη,
15. ξηραίνειν τὴν γονήν. ἔνιοι δὲ χλωρὸν αὐτὸν χυλίζοντες
16. εἰς ὤτων ἀλγήματα χρῶνται τὰ κατ’ ἔμφραξιν, ὡς ἐμοὶ
17. δοκεῖ, γινόμενα.
18. στ΄. Περὶ καπνίου. Κάπνιος οἱ δὲ καπνὸν ὀνομάζουσι,
19. δριμείας ἅμα καὶ πικρᾶς μετέχει ποιότητος, οὐκ ἀπήλλακται
ㅤ
1. δὲ παντάπασιν οὐδὲ τῆς στρυφνῆς, ὅθεν οὖρά τε
2. χολώδη προτρέπει πολλὰ καὶ τὰς καθ’ ἧπαρ ἐμφράξεις τε
3. καὶ ἀτονίας ἰᾶται, καὶ ὁ χυλὸς δ’ αὐτῆς ὀξυδερκής ἐστι καὶ
4. ἐπισπώμενος οὐκ ὀλίγον δάκρυον, ὥσπερ ὁ καπνὸς, ἐντεῦθεν
5. δ’ αὐτῇ καὶ τοὔνομα. ἐχρῆτο δ’ αὐτῇ τις ἰδιώτης καὶ
6. ὡς στόμαχον ῥωννυούσῃ μετὰ τοῦ καὶ γαστέρα λαπάσσειν.
7. ἐξήραινε γὰρ τὴν πόαν πρότερον καὶ ἀπετίθετο καὶ οὕτως
8. ἀπέπασσεν ὑπαγωγῆς μὲν ἕνεκα μελικράτῳ, ῥωννύναι δὲ βουλόμενος
9. τὸν στόμαχον οἴνῳ κεκραμένῳ δηλονότι.
10. ㅤζ΄. Περὶ καππάρεως. Καππάρεως ὁ μὲν τῆς
11. ῥίζης φλοιὸς ἐπικρατοῦσαν ἔχει τὴν πικρὰν ποιότητα, δευτέραν
12. δὲ τὴν δριμεῖαν, ἐφεξῆς δὲ ταύτῃ τὴν στρυφνήν. ᾧ καὶ
13. δῆλον ὡς ἐκ διαφόρων τε καὶ μαχομένων σύγκειται δυνάμεων.
14. ῥύπτειν μὲν γὰρ δύναται καὶ διακαθαίρειν τε καὶ
15. τέμνειν τῇ συνιούσῃ πικρότητι, θερμαίνειν δὲ καὶ τέμνειν
16. καὶ διαφορεῖν τῇ δριμύτητι, συνάγειν δὲ καὶ πιλεῖν καὶ σφίγγειν
17. τῇ στρυφνότητι. καὶ διὰ τοῦτο σπλῆνας μὲν σκιῤῥώδεις,
18. εἴ πέρ τι καὶ ἄλλο, καὶ τοῦτο τὸ φάρμακον ὀνίνησιν, ἔξωθεν
19. δὲ τοῖς ἐπιτηδείοις καταπλάσμασι μιγνύμενον, εἴσω δὲ
ㅤ
1. τοῦ σώματος λαμβανόμενον, ἤτοι ἀφεψημένον ἐν ὄξει καὶ
2. ὀξυμέλιτι καὶ τοῖς τοιούτοις, ἢ ξηρὸν κεκομμένον ἀναμιγνύμενον
3. αὐτοῖς. καὶ γὰρ δὴ καὶ κενοῖ φανερῶς τοὺς γλίσχρους
4. καὶ παχεῖς χυμοὺς οὕτω ληφθὲν, οὐ δι’ οὔρων μόνον, ἀλλὰ
5. καὶ κατὰ γαστέρα. πολλάκις δὲ καὶ αἱματώδη διαχωροῦσιν,
6. ἐφ’ οἷς οἵ τε σπλῆνες ὀνίνανται καὶ αἱ κατ’ ἰσχίον ὀδύναι.
7. καὶ μὲν δὴ καὶ καταμήνια κινεῖ καὶ ἀποφλεγματίζει καὶ ῥήγμασι
8. καὶ σπάσμασι βοηθεῖ. τὸ δ’ ὅτῳ χρὴ πόματι μιγνύειν
9. αὐτὴν ἐφ’ ἑκάστου τῶν παθῶν, οὐ τῆς προκειμένης πραγματείας
10. ἐστὶν, ἀλλ’ ἤτοι τῆς περὶ συνθέσεως φαρμάκων, ἢ τῆς
11. θεραπευτικῆς μεθόδου. καὶ καταπλαττόμενος δὲ τοῖς κακοήθεσιν
12. ἕλκεσι τῆς ῥίζης ὁ φλοιὸς ἀγαθὸν φάρμακον, ὡς ἂν
13. ἀποῤῥύπτειν τε δυνάμενος αὐτὰ καὶ ξηραίνειν ἰσχυρῶς, καὶ
14. τοὺς τῶν ὀδόντων τε πόνους κατὰ τὰς προειρημένας ὠφελεῖ
15. ποιότητας, ἐνίοτε μὲν ὄξει συνεψηθεὶς, ἐνίοτε δ’ οἴνῳ,
16. πολλάκις δ’ αὐτὸς μόνος ἐνδακνόμενος. ἔστι δὲ οὐδὲ τούτων
17. τοὺς καιροὺς διορίσαι τῆς ἐνεστώσης πραγματείας. οὐ
18. γὰρ τοῦτο πρόκειται νῦν, ἀλλ’ ἐξ ἑκάστου τῶν κατὰ μέρος
ㅤ
1. ἔργων ἔνδειξίν τινα λαβεῖν τῶν δυνάμεων αὐτῆς, ἀναγαγόντα
2. τὸν λόγον ἐπὶ τὰς ἐξ ἀρχῆς ὑποκειμένας ἀρχάς. εὔδηλον
3. οὖν ἐκ τῶν εἰρημένων ὡς τμητική τις ἐν αὐτῇ δύναμίς
4. ἐστι καὶ ῥυπτικὴ καὶ διαφορητικὴ καὶ συνακτική. καὶ
5. γὰρ δὴ καὶ ἀλφοὺς ἀφαιρεῖ σὺν ὄξει καὶ χοιράδας καὶ ὄγκους
6. σκληροὺς διαφορεῖ, τοῖς ἐπιτηδείοις πρὸς ταῦτα φαρμάκοις
7. μιγνυμένη. τῷ δὲ φλοιῷ τῆς ῥίζης ὁ καρπὸς ἀνάλογον
8. ἔχει δυνάμεως, πλὴν ὅσον ἀσθενέστερός ἐστιν εἰς ἅπαντα.
9. ㅤκαὶ μὲν δὴ καὶ τὰ φύλλα καὶ ὁ καυλὸς αὐτῶν
10. ὁμοίας εἰσὶ δυνάμεως, καὶ ἔγωγέ ποτε τοῖς φύλλοις οἶδα
11. διαφορήσας ἐν ὀλίγαις ἡμέραις χοιραδώδη σκληρότητα. μίγνυμεν
12. δ’ αὐτοῖς δηλονότι τῶν ἀμβλυνόντων τι τὸ σφοδρὸν
13. τῆς δυνάμεως. οὐδὲν δὲ θαυμαστὸν εἰ καὶ τοὺς ἐν ὠσὶ
14. σκώληκας ὁ χυλὸς ἀναιρεῖ διὰ τὴν πικρότητα. ἡ δ’ ἐν τοῖς
15. θερμοῖς πάνυ χωρίοις γεννωμένη κάππαρις, ὥσπερ καὶ ἡ ἐν
16. Ἀραβίᾳ, πολὺ τῆς παρ’ ἡμῖν ἐστι δριμυτέρα, ὥστε καὶ τῆς
17. καυστικῆς ἐπιπλέον μετέχει δυνάμεως.
18. η΄. Περὶ καρδάμου. Καρδάμου τὸ σπέρμα καυστικῆς
ㅤ
1. μετέχει δυνάμεως, ὥσπερ τὸ νᾶπυ, καὶ διὰ τοῦτο ἰσχιάδας,
2. κεφαλαλγίας καὶ ὁτιοῦν ἄλλο τῶν δεομένων φοινίξεως ἐκθερμαίνουσιν
3. αὐτῷ, καθάπερ τῷ νάπυϊ. μίγνυται δὲ καὶ
4. τοῖς πρὸς τοὺς ἀσθματικοὺς διδομένοις φαρμάκοις, ὡς ἂν
5. δηλονότι τέμνειν ἰσχυρῶς τοὺς παχεῖς χυμοὺς δυνάμενον,
6. ὥσπερ καὶ τὸ νᾶπυ· προσέοικε γὰρ ἐκείνῳ τὰ πάντα. καὶ
7. ἡ πόα δὲ ξηρὰ μὲν γενομένη παραπλησίας ἐστὶ τῷ σπέρματι
8. δυνάμεως, ὑγρὰ δὲ ἔτι καὶ χλωρὰ διὰ τὴν ἐπιμιξίαν
9. τῆς ὑδατώδους ὑγρότητος ἀπολείπεται πάμπολυ καὶ οὕτως
10. ἐστὶ μέτριος ἐν τῷ τοιῷδε τὴν δῆξιν ὥστε καὶ μετ’ ἄρτου
11. δυνατὸν αὐτῇ χρῆσθαι καθάπερ ὄψῳ.
12. θ΄. Περὶ καρδαμώμου. Καρδάμωμον ἔστι μὲν ἀμέλει
13. καὶ τοῦτο θερμῆς ἱκανῶς δυνάμεως, οὐ μὴν οὕτως ἰσχυρῶς
14. ὡς τὸ κάρδαμον, ἀλλ’ ὅσον ἥδιόν τε καὶ ἀρωματικώτερον
15. ὑπάρχει καρδάμου, τοσοῦτο καὶ τῆς θερμῆς δυνάμεως
16. ἀσθενεστέρας μετείληφεν. οὐ μὴν ἑλκοῦν ἱκανόν ἐστι καὶ
17. αὐτὸ καθ’ αὑτὸ καταπλασσόμενον, ἔχει δέ τι καὶ πικρότητος
18. ἐμφερόμενον ἑαυτῷ, δι’ ἣν καὶ τὰς ἕλμινθας ἀναιρεῖ
19. καὶ ψώρας ἰσχυρῶς ἀποῤῥύπτει καὶ σὺν ὄξει.
1. ι΄. Περὶ κάρου. Κάρου τὸ σπέρμα θερμαίνει καὶ
2. ξηραίνει κατὰ τὴν τρίτην που τάξιν δριμεῖαν μετρίως ἔχον
3. τὴν ποιότητα. ταῦτά τοι καὶ ἄφυσόν ἐστι καὶ οὐρητικὸν
4. οὐ τὸ σπέρμα μόνον, ἀλλὰ τὸ φυτὸν.
5. ια΄. Περὶ κασίας. Κασία ξηραίνει καὶ θερμαίνει κατὰ
6. τὴν τρίτην που τάξιν. ἔστι δὲ καὶ λεπτομερὴς ἱκανῶς, ἐν
7. δὲ τῇ γεύσει πλεῖστον μὲν ἐν αὐτῇ τὸ δριμὺ, βραχὺ δέ τι
8. καὶ στῦφον, ὥστε καὶ διὰ πάντα ταῦτα τέμνει τε ἅμα καὶ
9. διαφορεῖ τὰ κατὰ τὸ σῶμα περιττὰ, καὶ πρὸς τούτοις ἔτι
10. ῥώμην ἐντίθησι τοῖς ὀργάνοις. ἐπιτήδειος δὲ καὶ πρὸς τὰς
11. τῶν καταμηνίων ἐπισχέσεις ἐστὶν, ὅταν ὑπὸ πλήθους τε ἅμα
12. καὶ πάχους τῶν περιττωμάτων αὐτάρκως κενοῦσθαι
13. κωλύηται.
14. ιβ΄. Περὶ καρύων. Κάρυα. τὸ δένδρον ἔχει μέν τι
15. κᾀν τοῖς βλαστοῖς κᾀν τοῖς φύλλοις στυπτικὸν, ἐναργὲς δὲ
16. καὶ πλεῖστον ἐν τῷ τοῦ καρύου λέμματι προσφάτῳ τε καὶ
17. ξηρῷ. χρῶνται γοῦν αὐτῷ διὰ τοῦτο καὶ οἱ βαφεῖς. ἡμεῖς
18. δὲ καὶ ἐκθλίβοντες αὐτὰ καὶ τὸν χυλὸν ὁμοίως τῷ τῶν
ㅤ
1. μόρων τε καὶ βάτων ἕψοντες σὺν μέλιτι στοματικῷ χρώμεθα
2. φαρμάκῳ, καὶ πρὸς τἄλλα πάντα, ㅤπρὸς ἅπερ ἁρμόττουσιν
3. οἱ προειρημένοι χυλοί· τοῦ καρύου δ’ αὐτοῦ τὸ
4. μὲν ἐδώδιμον ἐλαιῶδές τ’ ἐστὶ καὶ λεπτομερὲς, ὥστε διὰ
5. τοῦτο καὶ ἐκχυλοῦται ῥᾳδίως καὶ μᾶλλον, ὅσῳ περ ἂν ἀποκείμενον
6. χρονίζῃ, τοιοῦτο γίνεται. ἔλαιον γοῦν ἐκθλῖψαι δυνατόν
7. ἐστιν ἐξ αὐτοῦ παλαιουμένου. τηνικαῦτα δὲ καὶ διαφορητικὸν
8. ἱκανῶς γίγνεται. ὥστε τινὲς καὶ γαγγραίνας αὐτῷ
9. καὶ ἄνθρακας καὶ αἰγίλωπας ἰῶνται, τινὲς δὲ καὶ πρὸς
10. τὰ νευρότρωτα χρῶνται. πρόσφατον δ’ ὑπάρχον ἔχει τι καὶ
11. τῆς στυφούσης ποιότητος. τὸ δ’ ἀτελὲς ἔτι καὶ μηδέπω ξηρὸν,
12. ὁμοίως τοῖς ἄλλοις καρποῖς, ὅσοι χλωροὶ, πλῆρές ἐστιν
13. ὑγρότητος ἡμιπέπτου. τὸ μέντοι λέπος αὐτοῦ τὸ ξηρὸν καυθὲν
14. λεπτομερές τε γίνεται καὶ ξηραντικὸν καὶ ἄδηκτον φάρμακον.
15. ἔστι δὲ καὶ ἕτερόν τι γένος καρύων μικροτέρων, ἃ
16. δὴ Ποντικὰ προσαγορεύεται, πλείονος μετέχον τῆς γεώδους
17. οὐσίας ψυχρᾶς, ὥστε καὶ αὐστηρότερον γευομένῳ τό τε φυτὸν
18. αὐτὸ καὶ ὁ καρπὸς καὶ ὁ φλοιὸς φαίνεται, τὰ δ’ ἄλλα
ㅤ
1. παραπλήσιον ὑπάρχει τῷ μεγάλῳ καρύῳ τῷ καλουμένῳ πρός
2. τινων βασιλικῷ. προσαγορεύεται δὲ τὸ μικρὸν τοῦτο κάρυον
3. ὑπὸ τῶν πολλῶν λεπτοκάρυον.
4. ㅤιγ΄. Περὶ καυκαλίδος. Καυκαλίς. ἔνιοι δὲ τοῦτο
5. δαῦκον ἄγριον ὀνομάζουσιν· ἔστι γὰρ ὅμοιον αὐτῷ καὶ κατὰ
6. τὴν γεῦσιν καὶ κατὰ τὴν δύναμιν. θερμαίνει τε γὰρ ὡς
7. ἐκεῖνο καὶ ξηραίνει καὶ διουρεῖται, καὶ ταριχεύεταί γε εἰς
8. ἀπόθεσιν.
9. ιδ΄. Περὶ καρπησίου. Καρπήσιον ὅμοιον μὲν ὑπάρχει
10. τῷ καλουμένῳ φοῦ κατά τε τὴν γεῦσιν καὶ τὴν δύναμιν,
11. ἐπιπλέον δ’ ἐστὶ λεπτομερὲς, διὸ καὶ μᾶλλον ἐκείνου
12. ῥύπτει τὰς τῶν σπλάγχνων ἐμφράξεις καὶ οὖρα κινεῖ καὶ
13. νεφροὺς ἐκκαθαίρει λιθιῶντας. οὐ μὴν εἰς τοσοῦτόν γε λεπτομερές
14. ἐστιν, ὡς ἀντὶ κινναμώμου χρῆσθαι μὴ παρόντος,
15. ὥσπερ ὁ Κόϊντος ἔπραττεν. ἄμεινον μὲν οὖν ἐστι τὸ Ποντικὸν
16. καρπήσιον τοῦ Λαερτικοῦ, οὐ μὴν οὐδ’ αὐτὸ πλησίον
17. κινναμώμου τὴν δύναμιν, ἀλλὰ καὶ τῆς ἀρίστης κασίας οὐκ
18. ὀλίγῳ λειπόμενον. ὠνόμασται δ’ ἑκάτερον ἀπό τινων ὀρῶν
ㅤ
1. τῆς Παμφυλίας, ἐν οἷς γεννᾶται καὶ πλείστων αὐτῶν εὐπορήσαις
2. ἂν ἐν Συρίῃ.
3. ιε΄. Περὶ κέγχρου. Κέγχρος ψύχει μὲν κατὰ τὴν πρώτην
4. τάξιν, ξηραίνει δὲ ἤτοι κατὰ τὴν τρίτην ἐκλελυμένην
5. ἢ τὴν δευτέραν ἐπιτεταμένην. ἔστι δέ περ καὶ λεπτομερὴς
6. ἐπ’ ὀλίγον. ἐξ οὖν τῆς τοιαύτης συστάσεώς τε καὶ κράσεως
7. ἐσθιόμενος μὲν ὡς ἔδεσμα παντελῶς ὀλιγότροφόν ἐστιν
8. ἁπάντων σχεδόν τι τῶν σιτηρῶν ἐδεσμάτων. ἀτὰρ οὖν καὶ
9. τὴν κοιλίαν ἐπιξηραίνει, ἔξωθεν δὲ ἐπιτιθέμενος διά τε μαρσύππων
10. ἐπιτήδειός ἐστι πυρία τοῖς ἀδήκτως ξηρανθῆναι
11. δεομένοις, καὶ καταπλασσόμενος δὲ ξηραίνειν πέφυκεν, ἱκανῶς
12. μέντοι ψαθυρὸν καὶ διὰ τοῦτο δύσχρηστον γίγνεται τὸ
13. δι’ αὐτοῦ κατάπλασμα.
14. ㅤιστ΄. Περὶ κέδρου. Κέδρος ἐστὶ μὲν διττὴ
15. κατ’ εἶδος, ἡ μὲν ἑτέρα θαμνώδης, ὁμοίως ταῖς ἀρκεύθοις,
16. ἡ δ’ ἑτέρα δένδρον οὐ μικρόν. εἰσὶ δ’ ἀμφότεραι θερμῆς
17. καὶ ξηρᾶς κράσεως, ἐκ τῆς τρίτης που τάξεως κατ’ ἄμφω.
18. ἡ μέντοι κεδρέα, καλεῖται δ’ οὕτω τὸ ἔλαιον τὸ ἐκ τῆς
19. κέδρου, καὶ τῆς τετάρτης ἂν ἤδη δόξειεν ἐφάπτεσθαι τάξεως,
ㅤ
1. ἱκανῶς θερμή τε ἅμα καὶ λεπτομερὴς ὑπάρχουσα. τὰς μὲν
2. οὖν ἁπαλὰς σάρκας ἑτοίμως τε ἅμα καὶ ἀνωδύνως σήπει,
3. καθάπερ καὶ τἄλλα, τὰ τῆς μὲν αὐτῆς τάξεως ὑπάρχοντα
4. κατὰ τὸ θερμαίνειν, λεπτομερῆ δὲ ταῖς οὐσίαις ὄντα· ἐπὶ δὲ
5. τῶν σκληρῶν ἐν χρόνῳ τε πλείονι καὶ μόγις ἐνεργεῖ. καλεῖται
6. μὲν οὖν τὰ τοιαῦτα φάρμακα πάντα σηπτικά τε καὶ
7. σηπτά. διαφέρει δ’ ἀλλήλων κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον.
8. ἔστι δὲ καὶ αὐτῶν τῶν τοιούτων φαρμάκων ἐκ τῆς πρώτης
9. τε καὶ ἀσθενεστάτης τάξεως ἡ κεδρέα· τὰ πλεῖστα γὰρ αὐτῶν
10. ἐστιν ἱκανῶς δραστήρια. τὰ μὲν οὖν τοιαῦτα καὶ τὰς
11. τῶν νεκρῶν σωμάτων διαφθείρει σάρκας· ἡ μέντοι κεδρέα
12. ξηραίνει τε καὶ ἄσηπτα διαφυλάττει τὰ τεθνεῶτα σώματα,
13. τὰς μὲν ὑγρότητας αὐτῶν ἐκβοσκομένη τὰς περιττὰς, τῶν
14. στερεῶν δ’ οὐχ ἁπτομένη σωμάτων. ἐπὶ δὲ τῶν ζώντων ἡ
15. θερμότης ἡ ἐν τοῖς σώμασι συναυξάνουσα τὴν δύναμιν τῆς
16. κεδρέας αἰτία γίγνεται τοῦ τὰς ἁπαλὰς σάρκας ὑπ’ αὐτῆς
17. διακαίεσθαι. θαυμαστὸν δ’ οὐδὲν, εἰ τοσαύτη τὴν δύναμιν
18. καὶ φθεῖρας καὶ κονίδας καὶ ἀσκαρίδας καὶ τοὺς ἐν τοῖς
19. ὠσὶ σκώληκας ἀναιρεῖν πέφυκεν, ἔμβρυά τε προστιθεμένη
ㅤ
1. τὰ μὲν ζῶντα κτείνει, τὰ δὲ νεκρὰ ἐκβάλλει. καθάπερ οὖν
2. καὶ αὐτὸ τὸ κατὰ συνουσίαν σπέρμα, περιαλειφομένη τῷ
3. αἰδοίῳ. καὶ διὰ ταῦτ’ ἀτόκιόν ἐστι φάρμακον οὕτω χρωμένοις
4. οὐδενὸς δεύτερον, ἄλλα τε πολλὰ κατὰ μέρος ἐργάζεται
5. τοιαῦτα. τεκμήριον γοῦν τοῦ θερμαίνειν ἰσχυρῶς, ὥσπερ
6. κᾀπειδὰν τοῖς τῶν ὀδόντων ἐνσταχθῇ τρήμασι· τὸ μὲν γὰρ
7. ἄλγημα πρᾳΰνει, θραύει δ’ αὐτούς. λεπτύνει δὲ καὶ τὰς τῶν
8. ὀφθαλμῶν οὐλὰς καὶ τὰς διὰ πάχος ὑγρῶν ἀμβλυωπίας ἰᾶται.
9. τὸ δὲ λιπαρώτατον ἐξ αὐτῆς καὶ ἀκριβῶς ἐλαιωδέστατον,
10. ὃ διὰ τῶν ὑπεραιωρουμένων ἐρίων ἑψομένης ἀθροίζεται,
11. λεπτομερέστερον μὲν γίγνεται τῆς ὅλης κεδρέας, ἧττον
12. δὲ δριμὺ, καίτοι θερμαῖνον οὐχ ἧττον. ἔχει γὰρ ὡς πρὸς
13. τὸ ὑπολειπόμενον τῆς κεδρέας τὸ παχυμερέστερον τὸν αὐτὸν
14. λόγον, ὅνπερ καὶ τὸ ἔλαιον πρὸς τὴν ἀμόργην. ὅθεν ἐκεῖνο
15. μὲν, ὡς ἂν παχυμερὲς ὑπάρχον, δακνῶδές τ’ ἐστὶ καὶ ἀναστομωτικὸν,
16. καὶ διὰ τοῦτο τῶν ἑλκῶν ἐρεθιστικόν τε ἅμα
17. καὶ φλεγμονῶδες. ἡ δ’ ἐλαιώδης κεδρέα πραεῖα τὴν δύναμίν
18. ἐστιν εἰς τοσοῦτον, ὥστε τῇ πείρᾳ μαθόντες οἱ ἰδιῶται τὰ
ㅤ
1. γιγνόμενα τραύματα τοῖς κειρομένοις προβάτοις ὑπὸ τῶν
2. ψαλίδων ἐπαλείφοντες αὐτὴν θεραπεύουσιν, ὥσπερ καὶ τὴν
3. ὑγρὰν πίσσαν. χρῶνται δ’ αὐτῇ καὶ πρὸς τὰς ψώρας τῶν
4. προβάτων καὶ τοὺς κρότωνας. αἱ δὲ κεδρίδες, οὕτω γὰρ
5. ὀνομάζουσιν τὸν καρπὸν τῆς κέδρου, μετριωτέραν ἔχουσι τὴν
6. δύναμιν, ὥστε καὶ ἐσθίεσθαι δύνασθαι. πλείους μέντοι καὶ
7. τούτων, εἴ τις προσενέγκαιτο, τήν τε κεφαλὴν ἀλγεῖ καὶ
8. θερμαίνεται καὶ δάκνεται κατὰ τὴν γαστέρα.
9. ㅤιζ΄. Περὶ κενταυρίου τοῦ μεγάλου. Κενταυρίου
10. τοῦ μεγάλου ἡ ῥίζα ὥσπερ ἐν τῇ γεύσει ποιότητας ἐναντίας,
11. οὕτω κᾀν τῇ χρείᾳ τὰς ἐνεργείας ἐπιδείκνυται. κατὰ μὲν οὖν
12. γεῦσιν δριμεῖά τε ἅμα καὶ στύφουσα φαίνεται μετά τινος
13. βραχείας γλυκύτητος, κατὰ δὲ τὰς ἐνεργείας ἡ μὲν δριμύτης
14. τὰ τῆς θερμότητος ἔργα διαδείκνυται, προτρέπουσα καταμήνια
15. καὶ ἔμβρυα νεκρὰ κατασπῶσα καὶ ζῶντα διαφθείρουσά
16. τε καὶ ἐκβάλλουσα, ἡ δὲ στύψις τὰ τῆς παχυμεροῦς καὶ
17. γεώδους ψυχρότητος, ἔν τε τῷ κολλᾷν τὰ τραύματα καὶ
18. τοὺς αἷμα πτύοντας ὠφελεῖν. δίδονται δ’ αὐτοῖς δραχμαὶ
ㅤ
1. δύο, τοῖς μὲν πυρέσσουσι μεθ’ ὕδατος, τοῖς δὲ ἀπυρέτοις·
2. μετ’ οἴνου, κατὰ δὲ τὴν ἐξ ἁπασῶν τῶν ποιοτήτων ἐνέργειαν
3. καὶ ῥήγμασι καὶ σπάσμασι καὶ δυσπνοίᾳ καὶ ταῖς πεπαλαιωμέναις
4. ἁρμόττει βηξίν. οὐ γὰρ ἐκκενῶσαι χρὴ μόνον ἐπὶ
5. τούτων τὸ παρὰ φύσιν, ἀλλὰ καὶ ῥῶσαι καὶ τονῶσαι τὰ
6. ἐκκαθαρθέντα. εἰς μὲν οὖν τὸ κενῶσαι χρήσιμος ἡ δριμύτης,
7. ὅταν μὴ μόνη μηδ’ εἰλικρινὴς ὑπάρχει, ἀλλ’ ἤτοι γλυκύτητί
8. τινι μίγνυται, ἢ οὐ πάντως γε πικρότητι. τὸ γὰρ ἰσχυρὸν
9. οὕτω γε καὶ τὸ βίαιον οὐχ ἕξει, μεμιγμένης αὐτῇ τινος οὐσίας
10. εὐκράτου, τοιαύτη γὰρ ἡ γλυκεῖα. εἰς δὲ τὸ ῥῶσαι καὶ
11. τὸ συναγαγεῖν τὰ κενωθέντα τῆς στύψεως ἡ χρεία. τὰ δ’
12. αὐτὰ τῇ ῥίζῃ καὶ ὁ χυλὸς αὐτῆς ἐργάζεται καί τινες ἀντὶ
13. λυκίου χρῶνται τῷ φαρμάκῳ.
14. ㅤιη΄. Περὶ κενταυρίου μικροῦ. Κενταυρίου τοῦ
15. μικροῦ μὲν ἡ ῥίζα παντάπασιν ἄπρακτος, οἱ δὲ κλῶνές γε
16. καὶ μᾶλλον τὰ φύλλα τὰ ἐπ’ αὐτῶν καὶ τὰ ἄνθη χρησιμώτατα.
17. κρατεῖ δ’ ἐν αὐτοῖς ἡ πικρὰ ποιότης, ὀλίγον τι καὶ
18. στύψεως μετέχουσα, καὶ διὰ τὴν τοιαύτην κρᾶσιν ἰσχυρῶς
ㅤ
1. ξηραντικόν ἐστι τὸ φάρμακον, ἄνευ δήξεως. ὅτι δὲ πάντα
2. τὰ τοιαῦτα χρησιμώτερα καὶ πρόσθεν μὲν εἴρηται καὶ νῦν
3. δ’ οὐδὲν ἧττον ἀναμνῆσαι καιρὸς, ἁπάσας αὐτοῦ τὰς κατὰ
4. μέρος ἐνεργείας διελθόντες. τά τε οὖν μεγάλα τραύματα κολλᾶται
5. καταπλαττόμενα, τῆς πόας αὐτῆς ἔτι προσφάτου, καὶ
6. τὰ παλαιὰ δὲ καὶ τὰ δυσκατούλωτα τῶν ἑλκῶν ἐπουλοῦται,
7. κατὰ τὸν αὐτὸν τρόπον χρωμένων, καὶ ξηρανθεῖσα δὲ ταῖς
8. κολλητικαῖς τε καὶ ξηραντικαῖς μίγνυται δυνάμεσιν, ὅσαι
9. κόλπους καὶ σύριγγας ἰᾶσθαι πεφύκασι, καὶ τὰς παλαιὰς
10. σκληρότητας μαλάσσειν καὶ τὰ κακοήθη τῶν ἑλκῶν ἰᾶσθαι.
11. μίγνυται δὲ τοῖς τὰς ῥευματικὰς διαθέσεις ἰωμένοις, ἐφ’ ὧν
12. ἄριστα φάρμακά ἐστιν ὅσα ξηραίνοντα σφοδρῶς ἅμα τινὶ
13. στύψει μηδεμίαν ἔχει δῆξιν. τὸ δ’ ἀφέψημα τῆς πόας ἐνιᾶσί
14. τινες ἰσχιαδικοῖς, ὡς ἄγον χολώδη τε καὶ παχέα, καὶ γὰρ
15. καθαίρει τοιαῦτα, καὶ μὲν δὴ καὶ ὅταν ἐνεργήσῃ σφοδρῶς,
16. ὡς αἱματώδη κενοῦν, ὠφελεῖ μᾶλλον. ὁ δὲ χυλὸς αὐτοῦ
17. πλησίας ὑπάρχων δυνάμεως, τουτέστι τῆς ξηραντικῆς τε καὶ
18. ῥυπτικῆς, τά τε ἄλλα τὰ προειρημένα καλῶς ἐργάζεσθαι πέφυκε
ㅤ
1. καὶ μετὰ μέλιτος ὑπαλείφεται τοῖς ὀφθαλμοῖς, ἔμμηνὰ
2. τε προστιθέμενος ἄγει καὶ ἔμβρυα. διδόασι δ’ αὐτοῦ πίνειν
3. ἔνιοι καὶ τοῖς τὰ νεῦρα πεπονθόσιν, ὡς κενοῦντός τε καὶ
4. ξηραίνοντος ἀλύπως τὰ ἐμπεπλασμένα. καὶ γὰρ οὖν καὶ τῶν
5. καθ’ ἧπαρ ἐμφράξεων ἄριστόν ἐστι φάρμακον, ἀγαθὸν δὲ
6. καὶ σπληνὶ σκιῤῥουμένῳ, καὶ ἔξωθεν μὲν ἐπιτιθέμενον, οὐδὲν
7. δὲ ἧττον εἰ καὶ πίνειν τις ἐθέλει.
8. ㅤιθ΄. Περὶ κεράσου. Κέρασος τὸ δένδρον καρπὸν
9. φέρει, στύψεως οὐκ ἴσης ἐν ἅπασι τοῖς κατὰ μέρος φυτοῖς
10. μετέχον· καὶ γὰρ καὶ τούτων, ὥσπερ καὶ τῶν ῥοιῶν
11. καὶ τῶν μήλων, ἐν τισὶ μὲν ἡ αὐστηρὰ ποιότης, ἐν τισὶ δὲ
12. ἡ γλυκεῖα, ἐν τισὶ δὲ ἡ ὀξεῖα κρατεῖ. καὶ μὲν δὴ καὶ αὐτῶν
13. τῶν γλυκέων ὅσα μήπω πέπειρα τὰ μὲν ἱκανῶς στρυφνὰ
14. τετύχηκεν ὄντα, τὰ δὲ ὀξέα τοῖς μόροις ὡσαύτως. ἀλλ’ ἐν
15. μὲν τοῖς μόροις τοῖς ἀώροις ἡ ὀξεῖα ποιότης ἐπικρατεῖ τῆς
16. στρυφνῆς, ἐν δὲ τοῖς κερασίοις οὐκ ἀεί. τὰ μὲν οὖν γλυκύτερα
17. μᾶλλον μὲν ὑπάγει τὰ κατὰ τὸ ἔντερον, ἧττον δ’ ἐστὶν
18. εὐστόμαχα, τὰ δ’ αὐστηρὰ τοὔμπαλιν. ὅσα δὲ ὀξέα φλεγματώδεσι
ㅤ
1. καὶ περιττωματικοῖς στομάχοις ἁρμόττει. ξηραίνει τε
2. γὰρ μᾶλλον τῶν αὐστηρῶν καί τι καὶ τμητικὸν ἔχει. τὸ δὲ
3. κόμμι τοῦ δένδρου τὴν μέν τινα· κοινὴν ἔχει δύναμιν ἅπασι
4. τοῖς γλίσχροις τε ἅμα καὶ ἀδήκτοις φαρμάκοις, ἣ καὶ πρὸς
5. τὰς τετραχυσμένας ἀρτηρίας ἁρμόττει, τὴν δ’ ἴδιον, εἴ γε
6. ἀληθές ἐστιν ὃ γράφουσί τινες, ὡς μετ’ οἴνου πινόμενον
7. ὀνίνησι λιθιῶντας. ὑπάρχοι ἂν γὰρ οὕτω γέ τις αὐτῷ λεπτομερὴς
8. δύναμις.
9. κ΄. Περὶ κερατωνίας. Κερατωνία ξηραντικῆς ἐστι καὶ
10. στυπτικῆς δυνάμεως, ὥσπερ καὶ ὁ καρπὸς αὐτῆς τὰ κεράτια
11. καλούμενα, μετέχων δηλονότι καὶ γλυκύτητός τινος. πέπονθε
12. δέ τι καὶ ταῦτα τοῖς κερασίοις παραπλήσιον. ὑγρὰ μὲν γὰρ
13. μᾶλλον ὑπάγει τὴν γαστέρα, ξηρὰ δ’ ἵστησι μᾶλλον, ὡς ἂν
14. ἀποπνέοντα μὲν τὴν ὑγρότητα, τὸ γεωδέστερον δὲ τῆς οὐσίας
15. ὑπολειπόμενον ἔχοντα.
16. κα΄. Περὶ κέστρου. Κέστρον ἢ ψυχότροφον, Ῥωμαϊστὶ
17. δὲ βετονίκη, δύναμιν ἔχει τμητικὴν, ὡς ἡ γεῦσις δηλοῖ. πικροτέρα
18. γάρ ἐστι καὶ ὑπόδριμυς ἡ πόα, ὡς δηλοῖ καὶ ἡ κατὰ
ㅤ
1. μέρος ἐνέργεια. καὶ γὰρ τοὺς ἐν νεφροῖς λίθους διαιρεῖ καὶ
2. πνεύμονα καὶ θώρακα καὶ ἧπαρ καθαίρει τε καὶ διαῤῥύπτει
3. καὶ καταμήνια κινεῖ καὶ ἐπιλήπτους ὠφελεῖ καὶ ῥήγματα
4. καὶ σπάσματα θεραπεύει, καὶ πᾶσι τοῖς τῶν θηρίων δήγμασιν
5. ἐπιπλαττομένη τῷ ἕλκει βοηθεῖ καὶ ὀξυρεγμιῶντάς τε καὶ
6. ἰσχιαδικοὺς ὀνίνησι πινόμενον.
7. κβ΄. Περὶ κηκίδος. Κηκὶς ἡ μὲν ὀμφακῖτις ὀνομαζομένη
8. στρυφνὸν ἱκανῶς ἐστι φάρμακον, οὐσίας γεώδους ψυχρᾶς
9. τὸ πλεῖστον μετέχουσα, δι’ ἣν ξηραίνει καὶ ἀποκρούεται
10. ῥεύματα καὶ συνάγει καὶ σφίγγει τὰ χαλαρὰ καὶ ἄῤῥωστα
11. μόρια καὶ πᾶσι τοῖς ῥοώδεσι πάθεσι γενναίως ἀνθίσταται.
12. καὶ κείσθω τῆς τρίτης μὲν ἐν τῷ ξηραίνειν, τῆς δευτέρας
13. δὲ ἐν τῷ ψύχειν τάξεως. ἡ δ’ ἑτέρα κηκὶς, ἡ ξανθὴ
14. καὶ χαύνη καὶ μεγάλη, ξηραίνει μὲν καὶ αὐτὴ, ἀλλ’ εἰς τοσοῦτον
15. ἧττον, εἰς ὅσον καὶ τῆς στρυφνῆς ποιότητος ἧττον
16. μετείληφεν. ἑψομένη τοιγαροῦν αὐτὴ καθ’ αὑτὴν, εἶτα λειουμένη,
17. κατάπλασμα τῶν ἐν ἕδρᾳ φλεγμονῶν ἐστι καὶ προπτώσεων
18. οὐκ ἀγεννές. ἑψεῖν δὲ χρὴ μετρίας μὲν τῆς στύψεως
ㅤ
1. δεόμενον ἐν ὕδατι, σφοδροτέρας δ’ ἐν οἴνῳ, καὶ εἰ
2. μᾶλλον ἔτι δέοιτο παραυξῆσαι τὴν στύψιν, ἔστω σοι καὶ ὁ
3. οἶνος αὐστηρότερος. οἰνοκηκίδα ταύτην ὀνομάζουσιν οἱ παρ’
4. ἡμῖν ἄγροικοι. ㅤκαυθεῖσαι δὲ αἱ κηκίδες ἰσχαίμου δυνάμεως
5. γίγνονται καὶ δηλονότι θερμότητος καὶ δριμύτητος
6. ἐκ τῆς καύσεως μεταλαμβάνουσι, καὶ λεπτομερέστεραι τῶν
7. ἀκαύστων εἰσὶ καὶ ξηραντικώτεραι. χρὴ δὲ ὅταν ἰσχαίμους
8. αὐτὰς ποιῆσαι βουληθῇς, διαπύρους ἐπ’ ἀνθράκων ἐργασάμενον
9. καὶ οἴνῳ, ἢ ὄξει σβεννύναι.
10. κγ΄. Περὶ κηροῦ. Κηρὸς ἐν τῷ μέσῳ πώς ἐστι τῶν
11. θερμαινόντων τε καὶ ψυχόντων, ὑγραινόντων τε καὶ ξηραινόντων.
12. ἔχει δέ τι καὶ παχυμερὲς καὶ ἐμπλαστικὸν, διὸ οὐ
13. μόνον οὐ ξηραίνειν, ἀλλὰ καὶ κατὰ συμβεβηκὸς ὑγραίνειν ἂν
14. ἴσως δόξειε κωλύων τὰς διαπνοὰς, ὅθεν καὶ ὕλη τῶν ἄλλων
15. ἐστὶ φαρμάκων τῶν θερμαινόντων τε καὶ ψυχόντων, αὐτὸς
16. δὲ καθ’ ἑαυτὸν ἐκ τῶν πεπτικῶν ἂν εἴη τῶν ἀσθενῶν,
17. οὔτ’ εἴσω τοῦ σώματος λαμβανόμενον, ἀλλὰ τῶν ἔξωθεν
ㅤ
1. ἐπιτιθεμένων. ἔχει γάρ τι βραχὺ διαφορητικῆς τε καὶ θερμῆς
2. δυνάμεως, ἧς πλείστης τὸ μέλι μετείληφε.
3. κδ΄. Περὶ κίκεως. Κίκεως ὁ καρπὸς ὥσπερ καὶ καθαίρει,
4. ῥυπτικήν τε καὶ διαφορητικὴν ἔχει δύναμιν, οὕτω
5. καὶ τὸ φύλλον, ἀλλὰ πάντῃ ἀσθενέστερον. τό γ’ ἔλαιον τὸ
6. ἐκ τοῦ καρποῦ θερμότερόν τε καὶ λεπτομερέστερόν ἐστι
7. τοῦ κοινοῦ ἐλαίου καὶ διὰ τοῦτο καὶ διαφορητικόν.
8. ㅤκε΄. Περὶ κινναμώμου. Κιννάμωμον ἄκρως ἐστὶ
9. λεπτομερὲς, οὐ μὴν ἄκρως γε θερμὸν, ἀλλ’ ἐκ τῆς τρίτης
10. τάξεως· οὐδὲν δ’ οὕτω ξηραίνει τῶν ἐξ ἴσου θερμαινόντων
11. αὐτῷ διὰ τὸ λεπτομερὲς τῆς οὐσίας. ἡ μέντοι κινναμωμὶς
12. οἷόν περ ἀσθενές τί ἐστι κιννάμωμον, ἔνιοι δ’ αὐτὴν ψευδοκιννάμωμον
13. ὀνομάζουσιν.
14. κστ΄. Περὶ κιρκέας. Κιρκέας τῆς πόας τὴν μὲν ῥίζαν
15. φησὶ Διοσκουρίδης σὺν οἴνῳ γλυκεῖ πινομένην ὑστέρας ἐκκαθαίρειν,
16. οὖσαν εὐώδη τε καὶ θερμαντικὴν, τὸν δὲ καρπὸν
17. ἐν ῥοφήματι διδόμενον εἰς γένεσιν γάλακτος συνεργεῖν.
1. κζ΄. Περὶ κίστου. Κίστος, ἢ κίσθαρος, στυπτικὸς θάμνος
2. ἐν τῇ γεύσει καὶ ἅπασι τοῖς κατὰ μέρος ἔργοις. τὰ μέντοι
3. φύλλα καὶ οἱ μικροὶ βλαστοὶ λειωθέντες εἰς τοσοῦτο ξηραίνουσι
4. καὶ στύφουσι, ὡς κολλᾷν τραύματα. τὰ δ’ ἄνθη
5. δραστικώτερα, ὡς μετ’ οἴνου πινόμενα δυσεντερίας καὶ γαστρὸς
6. ἀτονίας καὶ ῥεύματα καὶ ὑγρότητας ἰᾶσθαι. καταπλαττόμενα
7. δὲ τὰ σηπεδονώδη τῶν ἑλκῶν ὀνίνησιν, ἔστι γὰρ ἡ
8. δύναμις αὐτῶν οὐκ ἀγεννῶς ξηραντικὴ, σχεδόν που κατὰ τὴν
9. δευτέραν ἀπόστασιν, ἀπὸ τῶν συμμέτρων ἤδη που συμπληρουμένων.
10. ἔστι δὲ ψυχρὸς εἰς τοσοῦτον ὁ θάμνος, ὡς χλιαρᾶς
11. μετέχειν θερμότητος. ἡ δὲ ὑποκιστὶς ὀνομαζομένη πολὺ δή
12. τι καὶ τῶν φύλλων ἐστὶ στυπτικωτέρα, δραστικὸν ἱκανῶς
13. φάρμακον εἰς ἅπαντα τὰ ῥοώδη πάθη, οἷον αἵματος ἀναγωγὰς,
14. ῥοῦς γυναικείους, κοιλιακάς τε καὶ δυσεντερικὰς
15. διαθέσεις. ㅤἀλλὰ καὶ ῥωννύναι τι μόριον εἰ βουληθείης
16. μὲν, ἔκλυτον ὑγρότητι πλείονι γεγενημένον, ἐντίθησιν
17. αὐτῷ τόνον οὐκ ἀγεννῶς. οὕτω τοι καὶ στομαχικοῖς
18. ἐπιθέμασι καὶ ἡπατικοῖς μίγνυται καὶ εἰς τὴν διὰ
ㅤ
1. τῶν ἐχιδνῶν ἀντίδοτον ἐμβάλλεται ῥώσεως ἕνεκα καὶ τόνου
2. τῶν σωμάτων.
3. κη΄. Περὶ κίσθου. Κίσθος ἢ λάδανον. ἐν μὲν τοῖς
4. θερμοτέροις χωρίοις οὗτος ὁ κίσθος γεννώμενος, οὐχ ἕτερος
5. ὢν τῷ γένει τοῦ παρ’ ἡμῖν, ἐξαίρετον ἐκτήσατο διὰ τὸ χωρίον
6. ἰδίαν καὶ διαφορητικὴν θερμότητα καὶ κατ’ ἄμφω τοῦ
7. παρ’ ἡμῖν διήλλαξε, τῷ τε τὴν ψύξιν ἀποθέσθαι καὶ τῷ
8. προσλαβεῖν θερμότητα. τὰ μὲν οὖν ἄλλα τοῦ κίσθου παραπλήσια
9. τοῖς ἐπὶ τοῦ παρ’ ἡμῖν, τὸ δὲ καλούμενον λάδανον
10. ἐξ αὐτοῦ γίγνεται φάρμακον θερμὸν μὲν κατὰ τὴν πρώτην
11. ἀπόστασιν, ἤδη που συμπληρουμένην, ὡς καὶ τῆς δευτέρας
12. ἅπτεσθαι, μετέχον δὲ καὶ στύψεώς τινος βραχείας, ἔστι δὲ
13. καὶ λεπτομερὲς τὴν οὐσίαν καὶ διὰ ταῦτα μαλακτικόν τέ ἐστι
14. μετρίως καὶ διαφορητικὸν ὡσαύτως καὶ δηλονότι καὶ συμπεπτικόν.
15. οὐδὲν οὖν θαυμαστὸν τοῖς κατὰ μήτραν ἐξαιρέτως
16. ἁρμόττειν αὐτὸ διότι πρὸς τοῖς εἰρημένοις ἔχει τι καὶ
17. στυπτικὸν βραχὺ, διὸ καὶ τὰς ῥεούσας κρατύνει τρίχας. ὅσα
18. μὲν γὰρ ὑγρὰ μοχθηρὰ κατὰ τὰς ῥίζας αὐτῶν ἐστιν ἐκδαπανᾷ,
ㅤ
1. συνάγει δὲ καὶ σφίγγει τῇ στύψει τοὺς πόρους, οἷς
2. ἐμπεπήγασιν. ἀλωπεκίας δὲ καὶ ὀφιάσεις ἀδυνατόν ἐστιν ἰᾶσθαι,
3. κᾂν διαφορητικωτέρας δυνάμεως ἢ κατὰ λάδανον χρῄζοντα
4. παθήματα. γίγνεται γὰρ ταῦτα διὰ μοχθηροὺς χυμοὺς,
5. γλίσχρους καὶ παχεῖς, οὓς τὰ τέμνοντα καὶ διαφοροῦντα
6. φάρμακα μάλιστα ἐξάγει καὶ κενοῖ. λεπτομεροῦς δ’ εἶναι
7. χρὴ δυνάμεως αὐτὰ καὶ ἥκιστα στυπτικῆς, οὐ μὴν εἰς τοσοῦτόν
8. γε λεπτομεροῦς καὶ ξηραντικῆς, ὡς ὑπερξηραίνειν τε καὶ
9. συνεκβόσκεσθαι τοῖς παρὰ φύσιν ἠθροισμένοις αὐτόθι χυμοῖς,
10. τὴν φυσικὴν ὑγρότητα αὐξάνουσαν τὰς τρίχας. οὕτω
11. γὰρ οὐκ ἀλωπεκίας ἰάσεται μᾶλλόν περ ἢ φαλάκρωσιν ἐργάσεται·
12. τῆς θεραπευτικῆς δέ ἐστιν ἤδη ταῦτα μεθόδου.
13. κθ΄. Περὶ κισσοῦ. Κισσὸς ἐξ ἐναντίων σύγκειται δυνάμεων,
14. ἔχει μὲν γάρ τι καὶ στυπτικῆς οὐσίας, ἣν δὴ γεώδη
15. ψυχρὰν ἐδείκνυμεν ὑπάρχειν, ἔχει δὲ καὶ δριμείας, ἣν θερμὴν
16. εἶναι καὶ ἡ γεῦσις μαρτυρεῖ, καὶ τρίτην δ’ ἐπὶ ταύταις
17. ὑδατώδους οὐσίας μετέχει χλιαρᾶς, ὅ γε χλωρός. ἐν γὰρ τῷ
ㅤ
1. ξηραίνεσθαι ταύτην μὲν ἀνάγκη διαφορεῖσθαι πρώτην, ὑπολείπεσθαι
2. δὲ τὴν γεωδεστέραν, τήν τε ψυχρὰν καὶ τὴν στύφουσαν
3. καὶ τὴν θερμὴν τὴν δριμεῖαν. ἀλλ’ ὅ γε χλωρὸς
4. ἑψηθέντων τῶν φύλλων σὺν οἴνῳ καὶ τῶν μεγάλων τραυμάτων
5. ἐστὶ κολλητικὸς καὶ τῶν κακοηθευομένων ἰατικός.
6. ἐπουλοῖ δὲ καὶ τὰς ἐκ πυρὸς ἑλκώσεις. σὺν ὄξει δ’ ἑψηθέντα
7. τὰ φύλλα σπληνικοὺς ὠφελεῖ. τὰ δὲ ἄνθη αὐτοῦ ἰσχυρότερά
8. πώς ἐστιν, ὡς μετὰ κηρωτῆς λειούμενα τοῖς πυρικαύτοις
9. ἁρμόττειν. ὁ δὲ χυλός ἐστι μὲν καὶ ἔῤῥινον φάρμακον καὶ
10. τὰ χρόνια δὲ τῶν ὤτων ἰᾶται ῥεύματα καὶ τῶν ἑλκῶν τὰ
11. παλαιὰ κατά τε τὰ ὦτα καὶ τὰς ῥῖνας. ὡς ἂν δὲ δριμύτερος
12. φαίνηται, ῥοδίνῳ ἢ ἐλαίῳ γλυκεῖ μίγνυται. τὸ δὲ δάκρυον
13. αὐτοῦ φθεῖρας κτείνει καὶ τρίχας ψιλοῖ, θερμῆς εἰς
14. τοσοῦτον ὑπάρχον δυνάμεως, ὡς καίειν ἀμυδρῶς. ἔστι γὰρ
15. οἷον ὑδατώδης τις ὀπὸς, ὥσπερ καὶ ἄλλα δάκρυα.
16. ㅤλ΄. Περὶ κλινοποδίου. Κλινοπόδιον θερμαντικῆς
17. ὑπάρχει δυνάμεως, οὐδέ πω καυστικῆς. ἔστι δὲ καὶ λεπτομερὲς
ㅤ
1. τὴν οὐσίαν καὶ θείη ἄν τις αὐτὸ τῆς τρίτης τάξεως
2. ἔν τε τῷ θερμαίνειν καὶ ξηραίνειν.
3. λα΄. Περὶ κληματίδος. Κληματίδος τὰ φύλλα δριμείας
4. τε καὶ καυστικῆς ἐστι δυνάμεως, ὥστε καὶ λέπρας ἀποδέρειν.
5. εἴη ἂν οὖν ἐκ τῆς τετάρτης τάξεως τῶν θερμαινόντων ἀρχομένης.
6. ὀνομάζεται δὲ κληματὶς καὶ τὸ δαφνοειδὲς, ὅπερ
7. ἔνιοι μυρσινοειδὲς, ἔνιοι δὲ πολυγονοεδὲς καλοῦσιν. ἀλλ’ οὐκ
8. ἔστιν ἑλκωτικὸν οὐδὲ δριμὺ, καθάπερ τὸ προειρημένον, ἀλλὰ
9. διαῤῥοίας καὶ δυσεντερίας ὠφελεῖ μετ’ οἴνου πινόμενον. ὀδόντων
10. τε ἀλγήματα διαμασώμενον πραΰνει, καὶ τὰς τῶν ὑστερῶν
11. ὀδύνας ἐν πεσσῷ προστιθέμενον ὠφελεῖ, τοσοῦτον ἀποδεῖ
12. τοῦ καίειν, ἢ ἑλκοῦν, ὡς τὸ πρότερον. ἀλλ’ ὅ γε θαυμασιώτατος
13. Πάμφιλος, ὥσπερ τὰ ἄλλα πάντα ληρεῖ, περὶ ὧν
14. οὐκ οἶδε γράφων, οὕτω καὶ ταῦτα ἄμφω συνέχεεν ἐς ταὐτόν.
15. Διοσκουρίδης δ’ ἀμφοῖν ἐν τῷ τετάρτῳ μέμνηται, τοῦ
16. μὲν ἁπλῶς ὀνομαζομένου κληματοειδοῦς ἐπὶ τῇ τελευτῇ τοῦ
17. βιβλίου, θατέρου δὲ κατὰ τὴν ἀρχήν. ὅθεν οὐδ’ ἐμὲ χρὴ
ㅤ
1. γράφειν ἔτι τὰς ἰδέας ἀμφοῖν, ὥσπερ οὐδ’ ἐπὶ τῶν ἄλλων
2. ἐποίησα.
3. ㅤλβ΄. Περὶ κνίκου. Κνίκου τῷ σπέρματί πρὸς
4. τὰς καθάρσεις μόνον χρώμεθα., τῆς τρίτης γάρ ἐστι τάξεως
5. τῶν θερμαινόντων, εἴ τις ἔξωθεν αὐτῷ χρῆσθαι βούλοιτο.
6. λγ΄. Περὶ κόκκου Κνιδίου. Κόκκος Κνίδιος καθαίρει
7. μὲν καὶ αὐτὸς, δριμείας δ’ ἐστὶ καὶ καυστικῆς δυνάμεως.
8. λδ΄. Περὶ κόκκου βαφικοῦ. Κόκκος βαφικὸς στυπτικὴν
9. μὲν ἔχει καὶ πικρὰν ἅμα τὴν ποιότητα, ξηραίνει δ’ ἀμφοτέραις
10. ἀδήκτως, καὶ διὰ τοῦτο πρός τε τὰ μεγάλα τῶν τραυμάτων
11. ἁρμόττει καὶ πρὸς τὰς τῶν νεύρων τρώσεις. λειοῦσι
12. δ’ αὐτὴν ἔνιοι μὲν σὺν ὄξει τηνικαῦτα, σὺν ὀξυμέλιτι δ’
13. ἄλλοι.
14. λε΄. Περὶ κοκκυμηλέας. Κοκκυμηλέας ὁ καρπὸς ὑπάγει
15. γαστέρα, καὶ πρόσφατος μὲν ὑπάρχων μᾶλλον, ξηρανθεὶς
16. δ’ ἧττον. Διοσκουρίδης δ’ οὐκ οἶδ’ ὅπως τὰ Δαμασκηνὰ
17. κοκκύμηλα ξηρανθέντα φησὶν ὑπέχειν γαστέρα. ὑπάγει μὲν
18. γὰρ καὶ ταῦτα σαφῶς, ἀλλ’ ἧττον τῶν ἐκ τῆς Ἰβηρίας.
ㅤ
1. ἔστι δὲ τὰ μὲν Δαμασκηνὰ στυπτικώτερα, τὰ δ’ ἐκ τῆς Ἰβηρίας
2. γλυκύτερα, καὶ δὴ καὶ τὰ δένδρα τοῖς καρποῖς ἀνάλογον.
3. ἧττον μὲν στυπτικὰ τὰ κατὰ τὴν Ἰβηρίαν, μᾶλλον δὲ
4. τὰ κατὰ τὴν Δαμασκόν. ἁπλῶς δ’ εἰπεῖν ὧν ἐν τοῖς φύλλοις
5. ἢ τοῖς βλαστοῖς ἐμφαίνεταί τις στύψις σαφὴς, ταῦτα
6. ἀφεψόμενα διάκλυσμα γίγνεται τῶν περὶ γαργαρεῶνα καὶ
7. παρίσθμια φλεγμονῶν. ㅤὁ δὲ τῶν ἀγρίων καρπὸς στυπτικὸς
8. ἐναργῶς ἐστι καὶ σταλτικὸς γαστρός. ὀνομάζεται δὲ
9. τὸ φυτὸν τοῦτο κατὰ τὴν Ἀσίαν προῦμνον. τὸ δὲ κόμμι
10. τοῦ δένδρου φασὶν ἔνιοι μετ’ οἴνου πινόμενον λίθων εἶναι
11. θρυπτικὸν, σὺν ὄξει δὲ λειχῆνας ἰᾶσθαι παίδων, καὶ εἴπερ
12. αὐτὸ ποιεῖ, δῆλον ὡς τμητικῆς τε καὶ λεπτομεροῦς μετέχει
13. δυνάμεως.
14. λστ΄. Περὶ κόλλας. Κόλλα, ἣν εἰς τὰ βιβλία σκευάζουσιν
15. ἐκ σεμιδάμεώς τε καὶ γύρεως, ἐμπλαστικῆς τε καὶ
16. πεπτικῆς ἐστι δυνάμεως οἷς ἂν καταπλασθῇ μέρεσιν.
17. λζ΄. Περὶ κολοκύνθης. Κολοκύνθη ὑγρᾶς καὶ ψυχρᾶς
18. ἐστι κράσεως κατὰ τὴν δευτέραν ἐν ἀμφοῖν τάξιν, ὅθεν καὶ
ㅤ
1. τῶν ξυσμάτων αὐτοῦ ὁ χυλὸς πρὸς ὠταλγίας τὰς κατὰ
2. φλεγμονὴν ἁρμόττει σὺν ῥοδίνῳ χρωμένοις. οὕτω δὲ καὶ
3. ὅλη καταπλαττομένη τὰς θερμὰς φλεγμονὰς ἐμψύχει μετρίως.
4. ἔστι δὲ καὶ ἐσθιομένη πλαδώδης καὶ ἄδιψος.
5. λη΄. Περὶ κολοκυνθίδος. Κολοκυνθὶς πικρὰ μέν ἐστι
6. τὴν γεῦσιν, ἀλλ’ ὅσα πικρότητος ἔργα πρόσεστι πινομένῳ
7. φαρμάκῳ, ταῦτ’ οὐ δύναται δρᾷν ἐναργῶς ἀπὸ τῆς καθαρτικῆς
8. δυνάμεως, ἣν ἰσχυρὰν ἐν αὐτῇ κέκτηται, φθάνουσα μεθ’
9. ὧν καθαίρει διὰ τῆς γαστρὸς ἐκκρίνεσθαι. χλωρᾶς δ’ αὐτῆς
10. ὁ χυλὸς ἀνατριβόμενος ἰσχιάδας ὀνίνησι.
11. λθ΄. Περὶ κομάρου. Κόμαρος. στρυφνὸν τῇ ποιότητι
12. τὸ δένδρον ἅμα τῷ καρπῷ, μημέκυλον δὲ ὀνομάζουσιν αὐτόν.
13. ἔστι δὲ καὶ κακοστόμαχος οὗτος καὶ κεφαλαλγής.
14. μ΄. Περὶ κόμμεως. Κόμμι δάκρυόν ἐστιν ἐπιπηγνύμενον
15. τοῖς στελέχεσι τῶν γεννώντων αὐτὸ δένδρων ὥσπερ
16. καὶ ἡ ῥητίνη πολλῶν, ὅσα ῥητίνην πέφυκε γεννᾷν. ἔστι δὲ
ㅤ
1. ξηραντικῆς τε καὶ ἐμπλαστικῆς δυνάμεως καὶ δῆλον ὅτι καὶ
2. τραχυτήτων ἰατική.
3. μα΄. Περὶ κονίας. Κονία. τὸ οἷον περίπλυμα τῆς τέφρας
4. οὕτως ὀνομάζεται. ῥυπτικωτάτη δ’ ἐστὶ καὶ ξηραντικωτάτη
5. πασῶν ἡ ἐκ τῆς συκίνης τέφρας καὶ τῶν τιθυμάλλων
6. καὶ σχεδὸν ἤδη τῆς καλουμένης σηπτικῆς δυνάμεως, ἣν
7. οἵα τίς ἐστιν ἐν τῷ πέμπτῳ λόγῳ διῆλθον.
8. μβ΄. Περὶ κονύζης. Κόνυζα καὶ ἡ μείζων καὶ ἡ μικρὰ
9. παραπλησίας εἰσὶ κράσεώς τε καὶ δυνάμεως, ἐν μὲν τῇ
10. γεύσει δριμεῖαι καὶ πικραὶ φαινόμεναι, θερμαίνουσί τε πάνυ
11. σαφῶς, ἄν γέ τις λειώσας τὰ φύλλα σὺν τοῖς ἁπαλοῖς
12. κλαδίσκοις, θαμνῶδες γὰρ τὸ φυτὸν, ἐπιπλάσσῃ τι μέρος,
13. ἄν τε καὶ ἀφεψήσας ἐν ἐλαίῳ χρήσαιτο τούτῳ. δοκεῖ γοῦν
14. καὶ τῶν κατὰ περίοδον ῥιγῶν ἀλεξητήριον εἶναι τὸ τοιοῦτον
15. ἔλαιον. ㅤκαὶ τὰ ἄνθη δ’ αὐτῶν παραπλησίας ἐστὶ
16. δυνάμεως, ὥστε τινὲς καὶ ταῦτα σὺν τοῖς φύλλοις τρίψαντες
17. σὺν οἴνῳ ποτίζουσιν ὑπὲρ τοῦ καταμήνια κινῆσαι βιαίως
18. καὶ ἔμβρυα ἐκβαλεῖν. ἔστι δὲ καὶ τρίτον εἶδος κονύζης ἐν
ㅤ
1. ὑγροτέροις χωρίοις φυόμενον, ἀμφοῖν δυσωδέστερον καὶ ἀσθενέστερον.
2. ἀλλ’ αἵ γε πρῶται ῥηθεῖσαι τῆς τρίτης εἰσὶ τάξεως
3. ἐν τῷ ξηραίνειν καὶ θερμαίνειν.
4. μγ΄. Περὶ κοριάνου. Κορίανον, ἢ κόριον, ἢ ὅπως
5. ἂν ἐθέλῃς ὀνομάζειν, οἱ μὲν γὰρ Ἕλληνες οἱ παλαιοὶ κορίανον
6. καλοῦσιν, οἱ νεώτεροι δ’ ἰατροὶ πάντες ὀνομάζουσιν
7. κόριον, ὥσπερ καὶ Διοσκορίδης ψυκτικὴν λέγων εἶναι τὴν
8. πόαν οὐκ ὀρθῶς. σύγκειται γὰρ ἐξ ἐναντίων δυνάμεων πολὺ
9. μὲν ἔχουσα πικρᾶς οὐσίας, ἥτις ἐδείκνυτο λεπτομερὴς ὑπάρχειν
10. καὶ γεώδης, οὐκ ὀλίγον δὲ καὶ ὑδατώδους ὑγρότητος
11. χλιαρᾶς κατὰ δύναμιν, ἔχει δέ τι καὶ στύψεως ὀλίγης. ἐξ
12. ὧν ἁπάντων ἐνεργεῖ μὲν ποικίλως ὅσα περ ὁ Διοσκορίδης
13. ἔγραψεν, οὐ μὴν τῷ ψύχειν γε μόνῳ. ἀλλ’ ἐγὼ τὴν αἰτίαν
14. ἑκάστης τῶν κατὰ μέρος αὐτῆς ἐνεργειῶν διηγήσομαι, καίτοι
15. προὔκειτό μοι τὴν ἐμαυτοῦ γνώμην ἐν τῷ παρόντι λόγῳ
16. διέρχεσθαι μόνην. ἀλλ’ ἴσως οὐδὲν κωλύσει, μᾶλλον δ’, εἰ
17. χρὴ τἀληθὲς εἰπεῖν, ὠφελήσει τέ τι καὶ ἀναμνήσει τῶν ἔμπροσθεν
ㅤ
1. μεθόδων τὰ κατὰ τοῦτον τὸν τρόπον ἐπ’ ὀλίγων
2. φαρμάκων λεγόμενα. πρῶτον μὲν οὖν οὐχ ὁ Διοσκορίδης
3. μόνον, ἀλλὰ καὶ ἄλλοι πολλοὶ τῶν ἰατρῶν ἀδιορίστως ἀποφαίνονται
4. περὶ τῶν νοσημάτων, ὥσπερ ἀμέλει καὶ ㅤτῶν
5. νῦν ἔστιν εὑρεῖν οὐκ ὀλίγους ἰατροὺς εὐδοκίμους παρὰ τὰ
6. ἄλλα ταύτῃ μέγιστα σφαλλομένους. ἐνίοτε μὲν γὰρ μέλανος
7. καὶ πελιδνοῦ καὶ ψυχροῦ γεγενημένου τοῦ τὸ ἐρυσίπελας
8. ἐσχηκότος μορίου καὶ δεομένου μηκέτι τῶν ψυχόντων φαρμάκων
9. ὡς πρόσθεν, ἀλλ’ ἤδη τῶν ἐκκενούντων τὸν παρὰ
10. φύσιν ἐμπεπλασμένον ἐν τῷ χωρίῳ χυμὸν, οἵδε ψύχουσιν
11. ἔτι, ἐνίοτε δὲ μεταβαίνουσιν ἐπὶ τὰ διαφοροῦντα, λέγουσι δὲ
12. ἐρυσίπελας ἰᾶσθαι. καὶ δὴ καὶ γράφουσιν ἀρχομένων μὲν
13. ἔτι καὶ αὐξανομένων τῶν ἐρυσιπελάτων ἕτερα φάρμακα, παρακμαζόντων
14. δ’ ἕτερα. τὸ δ’ οὐχ οὕτως ἔχει. οὔτε γὰρ ἐρυσίπελας
15. ἔτι κλητέον, ὅταν οἴχεται τὸ φλογῶδες αὐτοῦ καὶ
16. ζέον καὶ χολῶδες, οὔτε ψυχρὰ ταῖς δυνάμεσιν, οὔτε τὰ τῶν
17. τοιούτων διαθέσεων ἰάματα νομιστέον, ἀλλ’ ὥσπερ εἰ καὶ
18. κατ’ ἀρχὰς εὐθὺς, ἢ πληγέντων, ἢ ὁπωσοῦν ἄλλως, ὄγκος
ㅤ
1. ἐν μορίῳ τινὶ πελιδνὸς ἢ μέλας ἐγεγένητο καὶ ψυχρὸν ἂν
2. ἐνομίζετο πάθος εἶναι καὶ δεῖσθαι τῶν διαφορούντων τε καὶ
3. θερμαινόντων φαρμάκων, κατὰ τὸν αὐτὸν εἶναι τρόπον εἰ
4. μεταπέσοι ποτὲ θερμὴ διάθεσις εἰς ψυχρὰν, ἐπιλαθέσθαι μὲν
5. τῆς προτέρας, ὀνομάζειν δ’ ἑτέρῳ τὴν δευτέραν ὀνόματι, ἢ
6. εἰ μὴ τό γε ὄνομα μεταβάλλειν ἐθέλοις, ἀλλ’ ὥσπερ ἔνιοι
7. τῆς μὲν ἀρχῆς ἕτερα, τῆς παρακμῆς δ’ ἄλλα γράφουσι βοηθήματα,
8. μήτοι γε καὶ ψυχρὰ νομίζειν εἶναι τὰ τῆς παρακμῆς
9. φάρμακα, συγχωρητέον μὲν ἐρυσίπελας ὀνομάζειν, εἴ τις
10. βούλοιτο, τὴν τοιαύτην διάθεσιν, οὐ μὴν θερμήν γ’ ἔτι καλεῖν
11. αὐτὴν συγχωρητέον, ὁπότε κατέψυκται. μὴ τοίνυν μηδὲ
12. τὸ τηνικαῦτα βοηθοῦν αὐτῇ ψυκτικὸν εἶναι νομίζωμεν,
13. ὥσπερ ὁ Διοσκορίδης τὸ κορίανον, ὅτι καταπλαττόμενον,ὡς
14. αὐτός φησι, μετ’ ἄρτου ἢ ἀλφίτων ἰᾶται τὸ ἐρυσίπελας.
15. ἀκριβὲς γὰρ ἐρυσίπελας, ὃ δὴ φλογῶδές τε καὶ ξανθόν ἐστιν,
16. οὐκ ἄν ποτε ἰάσαιτο σὺν ἄρτῳ κορίανον, ἀλλὰ τὸ ἀποψυχόμενον
17. ἤδη. ㅤδιὰ τοῦθ’ ἡμεῖς ἐν τοῖς ἔμπροσθεν λόγοις,
18. ὁπότε τῇ διωρισμένῃ πείρᾳ δοκιμάζειν ἑκάστου τῶν φαρμάκων
ㅤ
1. τὴν δύναμιν ἠξιοῦμεν, ἁπλοῦν ὡς ἔνι μάλιστα τὸ
2. πάθος ἐκλέγεσθαι συνεβουλεύομεν. οἱ πολλοὶ δὲ τῶν ἰατρῶν
3. οὐδ’ ὅτι τὰ πλεῖστα τῶν νοσημάτων εὐθὺς ἀπ’ ἀρχῆς
4. εἰσβάλλει σύνθετα γιγνώσκουσιν, οὐδὲ ὡς ἄλλο μέν τι
5. πάθος ἐρυσίπελάς ἐστιν ἀκριβὲς, ἄλλο δ’ ἡ καλουμένη πρὸς
6. ἁπάντων ἡμῶν ἤδη συνήθως, ἢ πρός γε τῶν παλαιῶν, φλεγμονή.
7. ἄλλα δ’ ἐν τῷ μεταξὺ πάμπολλα τὰ μὲν ὡς ἂν
8. εἴποι τις ἐρυσιπέλατα φλεγμονώδη, τὰ δ’ οἶον φλεγμοναί
9. τινες ἐρυσιπελατώδεις. εὕροις δ’ ἄν ποτε καὶ μηδέτερον ἐπικρατοῦν,
10. ἀλλ’ ἀκριβῶς ἰσάζοντα, καίτοι καὶ οἰδηματῶδες
11. ἐνίοτε φαίνεται γιγνόμενον ἐρυσίπελας, ὥσπερ ἕτερον σκιῤῥῶδες,
12. ὥστε καὶ τῶν συνθέτων νοσημάτων οὐκ ὀλίγον
13. ἀθροίζεσθαι πλῆθος. ὑπὲρ ὧν ἐπὶ πλέον μὲν ἐν ἄλλοις τέ
14. τισιν εἴρηται καὶ τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασι,
15. λεχθήσεται δὲ καὶ νῦν, τό γε τοσοῦτον ἀναγκαῖον αὐτῶν
16. μνημονεῦσαι, ὡς ἀκριβὲς ἐρυσίπελας οὐκ ἄν ποτε τὸ προειρημένον
17. ἰάσαιτο κατάπλασμα. καλῶ δ’ ἀκριβὲς, ἐπειδὰν ὑπὸ
18. χολώδους ῥεύματος ἐμπλησθῇ τὸ μόριον. ὅτι δὲ πόῤῥω τοῦ
ㅤ
1. ψύχειν ἐστὶ κορίανον, ἔνεστί σοι κᾀξ αὐτῶν ὧν Διοσκορίδης
2. ἔγραψε καταμαθεῖν. χοιράδας γοῦν φησι διαλύειν αὐτὸ μετ’
3. ἐρεγμοῦ. ὅτι δ’ οὐδὲν τῶν ψυχόντων φαρμάκων ἱκανόν ἐστι
4. διαλύειν χοιράδας, οὐδ’ αὐτὸν οἶμαι τὸν Διοσκορίδην ἀμφισβητήσειν
5. μυρία μὲν ἀναγράψαντα φάρμακα χοιράδων ἰατικὰ,
6. πάντα δ’ ὁμολογοῦντα καὶ θερμὰ ταῖς κράσεσι καὶ
7. διαφορητικὰ ταῖς ἐνεργείαις ὑπάρχειν.
8. μδ΄. Περὶ κορωνόποδος. Κορωνόποδος ἡ ῥίζα πεπίστευται
9. κοιλιακοὺς ὠφελεῖν ἐσθιομένη.
10. με΄. Περὶ κόστου. Κόστος βραχείας μὲν πάνυ τῆς
11. πικρᾶς, πλείστης δὲ τῆς δριμείας καὶ θερμῆς μετέχει ποιότητός
12. τε καὶ δυνάμεως, ὡς ἤδη καὶ ἑλκοῦν, ὅθεν ἀνατρίβουσιν
13. αὐτῷ μετ’ ἐλαίου τὸ σῶμα πρὸ τῆς καταβολῆς ἐπὶ
14. τῶν κατὰ περίοδον ῥιγούντων. οὕτω δὲ κᾀπὶ τῶν ἰσχιαδικῶν
15. καὶ παραλελυμένων τε καὶ ὅλως ἐφ’ ὧν ἤτοι θερμῆναί
16. τι πρόκειται μόριον, ἢ ἐκ τοῦ βάθους εἰς τὴν ἐπιφάνειαν
17. ἕλξαι τινὰ χυμὸν, ἐπὶ τὸν κόστον ἔρχονται. διὰ δὲ τὴν αὐτὴν
18. αἰτίαν οὐρητικός τ’ ἐστὶ καὶ ἐμμήνων ἀγωγὸν καὶ πρὸς
ㅤ
1. ῥήγματά τε καὶ σπάσματα καὶ πόνους πλευρῶν ἁρμόττει.
2. διὰ δὲ τὴν συνοῦσαν πικρότητα καὶ πλατείας ἕλμινθας ἀναιρεῖ,
3. δι’ ἥνπερ καὶ πρὸς τὰς ἐφήλεις αὐτῷ χρῶνται μεθ’
4. ὕδατος ἢ μέλιτος. ἐνυπάρχει δ’ αὐτῷ τις τῇ κράσει φυσώδης
5. ὑγρότης, δι’ ἣν καὶ πρὸς ἀφροδίσια παρορμᾷ μετ’
6. οἰνομέλιτος.
7. μστ΄. Περὶ κοτυληδόνος. Κοτυληδὼν μικτῆς ἐστι
8. δυνάμεως ὑγρᾶς, ὑποψύχρου καὶ τινὸς ἀμυδρῶς ὑποστυφούσης
9. καὶ σὺν αὐτῇ βραχείας πικρᾶς, ὅθεν ἐμψύχει καὶ ἀποκρούεται
10. καὶ ῥύπτει καὶ διαφορεῖ. φλεγμονάς τε οὖν τὰς
11. ἐρυσιπελατώδεις καὶ ἐρυσιπέλατα φλεγμονώδη θεραπεύει, καὶ
12. μάλιστα στομάχου καυσουμένου χρήσιμον ἱκανῶς ἐστιν ἐπίπλασμα.
13. πεπίστευται δὲ τὰ φύλλα σὺν τῇ ῥίζῃ ἐσθιόμενα
14. λίθους τε θρύπτειν καὶ οὖρα κινεῖν.
15. ㅤμζ΄. Περὶ κρανίας. Κρανίας τοῦ δένδρου καὶ
16. ὁ καρπὸς στρυφνὸς ἱκανῶς ἐστιν ἐδώδιμος ὑπάρχων, ὥστε
17. οὐδὲν θαυμαστὸν ἕλκειν καὶ ἰσχυρῶς ἐπέχειν αὐτὸν τὴν γαστέρα,
18. καθάπερ καὶ τὰ μέσπιλα. καὶ τὰ φύλλα δὲ καὶ οἱ
ㅤ
1. βλαστοὶ στρυφνοὶ γευόμενοί εἰσι καὶ ξηραίνουσιν ἰσχυρῶς,
2. ὥστε καὶ τὰ μέγιστα τραύματα κολλᾷν δύνανται καὶ μάλιστα
3. τῶν σκληρῶν σωμάτων. μικροῖς δὲ τραύμασιν ἢ μαλακοῖς
4. σώμασιν ἐναντίοι μᾶλλόν εἰσιν, συντείνουσι γὰρ
5. ταῦτα ξηραίνοντα ἐπιπλέον τοῦ δέοντος.
6. μη΄. Περὶ κράμβης. Κράμβη ἐδώδιμος ξηραντικῆς ἐστι
7. δυνάμεως, ἐσθιομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη. οὐ μὴν
8. ἤδη γέ πως δριμείας ἱκανῶς, ἀλλ’ ὥστε καὶ τραύματα
9. κολλᾷ καὶ τὰ κακοήθη τῶν ἑλκῶν ἰᾶται, καὶ τὰς φλεγμονὰς
10. τὰς ἤδη σκιῤῥουμένας τε καὶ δυσλύτους καὶ τῶν ἐρυσιπελάτων
11. τὰ τοιαῦτα. κατὰ δὲ τὴν αὐτὴν δύναμιν ἐπινυκτίδας
12. καὶ ἕρπητας ἰᾶται. ἔχει δέ τι καὶ ῥυπτικὸν ἐν αὑτῇ,
13. καθ’ ὃ καὶ λέπρας θεραπεύει. τὸ δὲ σπέρμα πινόμενον ἕλμινθας
14. ἀναιρεῖ καὶ μάλιστα τῆς Αἰγυπτίας κράμβης, ὅσῳπερ
15. καὶ ξηροτέρα τὴν κρᾶσίν ἐστι, καὶ δηλονότι πικρᾶς μετέχει
16. ποιότητος τὸ σπέρμα, ὥσπερ καὶ τἄλλα πάντα φάρμακα
17. τὰ πρὸς ἕλμινθας ἁρμόττοντα. κατὰ τὴν αὐτὴν δύναμιν
18. ἐφήλιδάς τε καὶ φακοὺς ὅσα τε ἄλλα μετρίας δεῖται
19. ῥύψεως ὀνίνησιν. οἵ τε καυλοὶ τῆς κράμβης καυθέντες ἰσχυρῶς
ㅤ
1. ξηραίνουσαν ποιοῦσι τέφραν, ὡς ἤδη τι καὶ τῆς καυστικῆς
2. μετέχειν δυνάμεως. κατὰ τοῦτ’ οὖν αὐτῇ καὶ μιγνύντες
3. στέαρ παλαιὸν εἴς ㅤτε τὰ τῶν πλευρῶν ἀλγήματα
4. χρόνια κᾂν εἴπου τι τοιοῦτον ἕτερον εἴη χρῶνται. διαφορητικὸν
5. γὰρ ἰσχυρῶς ἀποτελεῖται τὸ φάρμακον.
6. μθ΄. Περὶ κράμβης ἀγρίας. Κράμβη ἀγρία θερμοτέρα
7. καὶ ξηροτέρα τῆς ἡμέρου τὴν κρᾶσίν ἐστιν, ὥσπερ καὶ
8. τὰ ἄλλα σύμπαντα σχεδόν τι τὰ ἄγρια τῶν ὁμογενῶν ἡμέρων
9. ἰσχυρότερα κατ’ ἀμφοτέρας ἐστὶ τὰς δυνάμεις. ὅθεν
10. οὐδ’ ἐντὸς τοῦ σώματος ἀλύπως λαμβάνεται ποῤῥωτέρω τῆς
11. ἀνθρωπίνης κράσεως ἀποκεχωρηκυῖα. δι’ αὐτὸ δὲ τοῦτο καὶ
12. πικροτέρα γευομένοις ἐστὶ τῆς ἡμέρου. ἔχει μὲν γάρ τι καὶ
13. ἡ ἥμερος ὑπόπικρον καὶ δριμὺ, ἀλλ’ ἰσχυρὸν ἑκάτερον ἡ ἀγρία,
14. διὸ καὶ διαφορεῖ καὶ ἀποῤῥύπτει τῆς ἡμέρου σφοδρότερον.
15. ν΄. Περὶ κράμβης θαλαττίας. Κράμβη θαλαττία πρὸς
16. τὸ τὴν γαστέρα λαπάττειν, ὑφάλμυρός τε καὶ ὑπόπικρος
17. οὖσα τὴν γεῦσιν, εἴη ἂν καὶ εἰς τὰς ἔξωθεν τοῦ σώματος
ㅤ
1. χρείας, εἰς ὅσα περ αἱ τοιαῦται ποιότητες ἁρμόττουσιν
2. ἐπιτήδειος.
3. να΄. Περὶ κραταιογόνου. Κραταιογόνου τῆς πόας ὁ
4. καρπὸς καὶ δριμὺς γευομένοις ἐστὶ καὶ σφοδρῶς χρωμένοις,
5. κέγχρῳ παραπλήσιος ὑπάρχων.
6. νβ΄. Περὶ κρήθμου. Κρῆθμον ἁλμυρόν πώς ἐστι
7. γευομένοις, ἅμα βραχείᾳ πικρότητι, διὸ καὶ ἡ δύναμις αὐτοῦ
8. ῥυπτική τε ἅμα καὶ ξηραντική. ἀσθενέστερον δ’ ἐστὶ κατ’
9. ἄμφω τῶν πικρῶν.
10. ㅤνγ΄. Περὶ κριθῶν. Κριθαὶ τῆς πρώτης εἰσὶ
11. τάξεως ἐν τῷ ξηραίνειν τε καὶ ψύχειν, ἔχουσι δέ τι καὶ
12. ῥυπτικὸν ὀλίγον. εἰσὶ δὲ τοῦ τῶν κυάμων ἀλεύρου τοῦ χωρὶς
13. τοῦ λέμματος βραχεῖ τινι ξηραντικώτεραι. τὰ δ’ ἄλλα
14. πάντα παραπλήσια χρωμένοις ἔξωθεν. ἐσθιόμεναι δὲ ταύτῃ
15. πλεονεκτοῦσι κυάμων, ὅτι τὸ φυσῶδες ἀποτίθενται. κυάμῳ
16. δὲ ὅπως ἂν ἑψηθῇ παραμένει τὸ φυσῶδες. παχυμερεστέρας
17. γάρ ἐστιν οὐσίας ἢ κατὰ κριθὴν, διὰ τοῦτο καὶ τροφιμώτερος
18. αὐτῆς ἐστιν. ἐπεὶ δ’ ὀλίγον ἄμφω τῆς μεσότητος ἀποκεχωρήκασι,
19. διὰ τοῦτό εἰσι πολύχρηστοι. τὰ γὰρ τοιαῦτα
ㅤ
1. φάρμακα πολλὰ ἑτέροις μίγνυται, καθάπερ τινὲς ὗλαι, καὶ
2. διὰ τοῦτο καὶ ὁ κηρὸς καὶ τὸ ἔλαιον οὐκ ὀλίγοις ἐπιπλέκεται
3. φαρμάκοις. τὰ δ’ ἄλφιτα πολὺ καὶ τῶν κριθῶν αὐτῶν
4. ἐστι ξηραντικώτερα.
5. νδ΄. Περὶ κρίμνου. Κρίμνον. τὸ παχυμερὲς οὕτως
6. ὀνομάζεται τοῦ τε πυρίνου καὶ τοῦ ἐκ τῶν ζειῶν ἀλεύρου.
7. ἔστι δὲ τροφιμώτερον μὲν ἀλφίτου, δυσπεπτότερον δέ. καλεῖται
8. δὲ τὸ ἐξ αὐτοῦ ῥόφημα πολτὸς, καὶ ἔστιν ὁ ἀπὸ τῆς
9. ζειᾶς στατικὸς ἠρέμα τῆς κοιλίας καὶ μᾶλλον εἰ φρυχθείη.
10. νε΄. Περὶ κρίνου. Κρίνου τὸ μὲν ἄνθος κράσει μικτόν
11. ἐστιν ἐκ λεπτομεροῦς τέ τινος καὶ γεώδους οὐσίας, ἐξ
12. ἧσπερ ἔχει καὶ τὴν ἐν τῇ γεύσει πικρότητα, καί τινος ὑδατώδους
13. εὐκράτου. ὅθεν καὶ τοὔλαιον τὸ ἐξ αὐτοῦ καὶ τὸ
14. μύρον ἀδήκτου διαφορητικῆς τε καὶ μαλακτικῆς ἐστι δυνάμεως,
15. ἐξ ὧνπερ καὶ ταῖς ἐν μήτραις σκληρότησιν ἐπιτηδειότατόν
16. ἐστιν, καὶ ἡ ῥίζα δὲ καὶ τὰ φύλλα καθ’ ἑαυτὰ λειούμενα
17. ξηραίνει καὶ ῥύπτει καὶ διαφορεῖ μετρίως. οὕτω γοῦν
18. κᾀπὶ τῶν κατακαυμάτων ἁρμόττει. δεῖται γὰρ καὶ ταῦτα
ㅤ
1. μετρίως ξηραντικῆς τε ἅμα καὶ ῥυπτικῆς δυνάμεως. τὴν μὲν
2. οὖν ῥίζαν ὀπτήσαντες, εἶθ’ ἅμα ῥοδίνῳ λειώσαντες ἐπιτιθέασι
3. τοῖς κατακαύμασιν ἄχρι συνουλώσεως. ἔστι γὰρ καὶ
4. ἄλλως ἁπάντων ἑλκῶν εἰς ἐπούλωσιν ἀγαθὸν φάρμακον. οὐ
5. μὴν ἀλλὰ καὶ ὑστέρας μαλάττει καὶ καταμήνια προκαλεῖται.
6. τὰ δὲ φύλλα προσέψοντες ἐπιτιθέασιν καὶ αὐτὰ μέχρι κατουλώσεως
7. οὐ τοῖς καύμασι μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις
8. ἕλκεσιν. καὶ ταριχεύουσι δέ τινες ἐν ὄξει καὶ χρῶνται τραυματικοῖς.
9. πλεῖον δ’ ἐν τῇ ῥίζῃ τῆς ῥυπτικῆς ἐστι δυνάμεως
10. ἤπερ ἐν τοῖς φύλλοις, οὐ μὴν οὐδ’ ἐν ταύτῃ πολὺ, καθὰ
11. προείρηται· τῆς πρώτης γάρ εἰσι τάξεως τῶν ῥυπτικῶν φαρμάκων,
12. ὅθεν ὅταν ἀλφοὺς ἢ ψώραν ἢ λέπραν ἢ ἀχῶρας ἤ
13. τι τοιοῦτον ἀποῤῥῦψαι βουληθῶμεν, ἐπιμίγνυμεν αὐτῇ τῶν
14. ἄλλων τι τῶν ἰσχυροτέρων φαρμάκων, οἷόν πέρ ἐστιν καὶ
15. τὸ μέλι. συμμέτρως δὲ αὐτῇ τοῦτο μιχθὲν καὶ πρὸς τὰς
16. τῶν νεύρων ἁρμόττει διαιρέσεις καὶ πρὸς τὰ ἄλλα σύμπαντα
17. ὅσα δεῖται ξηραίνεσθαι σφοδρῶς ἄνευ δήξεως. ἀπεθέμεθα δέ
ㅤ
1. ποτε καὶ τὸν τῶν φύλλων χυλὸν, ἑψήσαντες σὺν ὄξει καὶ
2. μέλιτι. πενταπλάσιος δ’ ἦν ὁ χυλὸς ἑκατέρου καὶ ἦν εὐδόκιμον
3. τὸ φάρμακον εἰς πάντα τὰ ξηραίνεσθαι σφοδρῶς δεόμενα
4. χωρὶς τοῦ δάκνεσθαι, καθάπερ ὅσα τε τραύματα μεγάλα
5. καὶ μάλιστα κατὰ τὰς κεφαλὰς γίγνεται τῶν μυῶν,
6. ὅσα τε πλαδαρὰ καὶ χρόνια καὶ δυσεπούλωτα τῶν ἑλκῶν
7. ἐστι. ταυτὶ μὲν οὖν ἤδη τῆς περὶ συνθέσεως φαρμάκων
8. πραγματείας ἐστὶ, ㅤἧς ἀπέχεσθαι μὲν ὡς οἷόν τε
9. πειρῶμαι τό γε νῦν εἶναι, πολλάκις δ’ αὐτῆς τῶν πραγμάτων
10. ἡ φύσις ἀναγκάζει προσάπτεσθαι, καὶ ἀποχωρεῖν τε χρὴ
11. ταχέως αὖθις αὐτῶν ἐπανέρχεσθαί τε πρὸς τὰ νῦν ἡμῖν
12. προκείμενα.
13. νστ΄. Περὶ κροκοδειλίου. Κροκοδειλίου τὸ σπέρμα
14. δριμὺ μέν ἐστι καὶ ἀρωματίζον οὐρητικόν τε καὶ καταμηνίων
15. κινητικὸν, ὥστε καὶ θερμῆς ἂν εἴη δυνάμεως καὶ διαφορητικῆς
16. καὶ ξηραντικῆς. καὶ ὁ χυλὸς δὲ τοῦ τε καυλοῦ
17. καὶ τοῦ σπέρματος ὁμοίας ὢν δυνάμεως μὲν ὠφελεῖ τοὺς
18. νεφριτικούς. ἡ δὲ ῥίζα ταῖς τοῦ θώρακος ἀναπτύσεσιν ἰσχυρῶς
ㅤ
1. συνεργεῖ, δριμεῖα μὲν ἧττον ὑπάρχουσα τοῦ σπέρματος,
2. πικρὰ δ’ οὐχ ἧττον οὖσα. ἄγει δὲ καὶ διὰ ῥινῶν αἷμα.
3. νζ΄. Περὶ· κρόκου. Κρόκος ἔχει μέν τι καὶ στῦφον
4. ὀλίγον, ὅπερ ἐδείχθη γεῶδες ψυχρόν. ἐπικρατεῖ δ’ ἐν αὐτῷ
5. θερμαίνουσα ποιότης τε καὶ δύναμις, ὥστε τὴν ὅλην οὐσίαν
6. αὐτοῦ τῆς δευτέρας μὲν εἶναι τῶν θερμαινόντων τάξεως,
7. τῆς πρώτης δὲ τῶν ξηραινόντων, καὶ διὰ τοῦτο καὶ πεπτικὸν
8. ἔχει τι, συντιμωρούσης εἰς τοῦτο καὶ τῆς βραχείας στύψεως.
9. οἷς γὰρ ἂν μὴ σφοδρῶς θερμαίνουσι φαρμάκοις ὀλίγη
10. προσῇ στύψις, ἶσον δύναται ταῖς ἐμπλαστικαῖς καλουμέναις
11. οὐσίαις, ἃς, ὅταν θερμότητι συνυπάρχωσι, μὴ σφόδρα πεπτικὰς
12. ἐδείκνυμεν ὑπάρχειν.
13. ㅤνη΄. Περὶ κρομμύου. Κρόμμυον ἐκ τῆς τετάρτης
14. ἐστὶ τάξεως τῶν θερμαινόντων. ἡ δ’ οὐσία παχυμερής ἐστιν
15. αὐτοῦ μᾶλλον, ὅθεν καὶ τὰς αἱμοῤῥοΐδας ἀναστομοῖ προστιθέμενον
16. καὶ σὺν ὄξει καταχριόμενον ἐν ἡλίῳ τοὺς ἀλφοὺς
17. ἀποῤῥύπτει καὶ παρατριβόμενον ἀλωπεκίαις θᾶττον ἀλκυονίου
18. παρορμᾷ τὰς τρίχας. εἰ δ’ ἀποχωρίσειεν αὐτοῦ τις
ㅤ
1. τὸν χυλὸν, ὅσον μὲν ὑπόλοιπον ἱκανῶς ἐστι γεώδους οὐσίας
2. θερμῆς, αὐτὸς δ’ ὁ χυλὸς ὑδατώδους τε καὶ ἀερώδους θερμότητος.
3. οὕτω οὖν καὶ τοὺς ὑποχεομένους καὶ ἀμβλυώττοντας
4. ἐπὶ πάχει χυμῶν ὀνίνησιν ὑπαλειφόμενος. ἐκ δὲ τῆς τούτου
5. κράσεως ὅλον τὸ κρόμμυον φυσῶδές ἐστιν ἐσθιόμενον,
6. καὶ διὰ τοῦτο ὅσα ξηρότερα τὴν κρᾶσιν ἀφυσότερα.
7. νθ΄. Περὶ κυάμου. Κύαμος καθ’ ἑκάτερα τῆς μέσης
8. κράσεώς ἐστιν, ἐγγυτάτω κατὰ τὸ ξηραίνειν καὶ κατὰ τὸ ψύχειν.
9. μετέχει δέ τινος ἐπ’ ὀλίγον καὶ ῥυπτικῆς δυνάμεως ἡ
10. σὰρξ αὐτοῦ, καθάπερ τὸ λέμμα τῆς στυπτικῆς, καὶ διὰ τοῦτο
11. τῶν ἰατρῶν ἔνιοι τὸν κύαμον ὅλον ἑψήσαντες σὺν ὀξυκράτῳ
12. τοῖς δυσεντερικοῖς καὶ τοῖς κοιλιακοῖς καὶ τοῖς ἐμετικοῖς
13. ἔδοσαν. ἔστι δὲ ὡς ἔδεσμα μὲν εἴπερ τι καὶ ἄλλο φυσῶδές
14. τε καὶ δύσπεπτον, ἀναπτύσεσι μέντοι ταῖς ἐκ θώρακός τε
15. καὶ πνεύμονος ἐπιτήδειον. ὡς φάρμακον δ’ ἔξωθεν ἐπιτιθέμενον
16. ἀλύπως ξηραίνει. ἐπὶ μέντοι ποδαγρικοῖς ἐχρησάμεθα
17. πολλάκις αὐτῷ δι’ ὕδατος ἑψήσαντες, εἶτα μίξαντες
18. ὕειον στέαρ. ἐπὶ δὲ τῶν κατὰ νεῦρα θλασμάτων τε καὶ
ㅤ
1. ἑλκῶν δι’ ὀξυμέλιτος τὸ ἄλευρον ἐπεθήκαμεν· ἐπὶ δὲ τῶν
2. ἤδη φλεγμαινόντων ἐκ πληγῆς σὺν ἀλφίτοις. καὶ διδύμων δ’
3. ἐστὶ καὶ μαστῶν ἀγαθὸν κατάπλασμα, ㅤφιλεῖ γὰρ ταῦτα
4. τὰ μόρια μετρίως ψύχεσθαι φλεγμαίνοντα, καὶ μάλιστα,
5. ὅταν ἐκ γάλακτος ἐν αὐτοῖς τυρωθέντος οἱ μαστοὶ φλεγμαίνωσι.
6. τοιγαροῦν καὶ τὸ γάλα σβέννυται πρὸς τοῦ τοιούτου
7. καταπλάσματος, ὥσπερ καὶ τὸ τῶν παίδων ἐφήβαιον
8. ἐπιπλασσόμενον ἀλεύρῳ κυαμίνῳ μέχρι πλέονος ἄνηβον
9. διαμένει.
10. ξ΄. Περὶ κυκλαμίνου. Κυκλάμινος ποικίλος τὴν δύναμίν
11. ἐστι· καὶ γὰρ καὶ ῥύπτει καὶ τέμνει καὶ ἀναστομοῖ καὶ
12. ἐπισπᾶται καὶ διαφορεῖ. δῆλον δ’ ἐκ τῶν κατὰ μέρος ἔργων.
13. ὁ μὲν γὰρ χυλὸς αὐτῆς αἱμοῤῥοΐδας ἀναστομοῖ καὶ
14. προκαλεῖται βιαίως εἰς ἀπόπατον, ἐν κροκύδι προστιθέμενος.
15. οὕτω δὲ καὶ ταῖς τὰ φύματα καὶ τὰς χοιράδας ἁπάσας τε
16. τὰς ἄλλας σκληρότητας διαφορούσαις δυνάμεσι μίγνυται καὶ
17. τοῖς ὑποχεομένοις ἁρμόττει, μετὰ μέλιτος ὑπαλειφόμενος, καὶ
18. πρὸς τούτοις ἔτι διὰ ῥινῶν καθαίρει. σφοδρὰ δ’ οὕτως
19. ἐστὶν ἡ δύναμις αὐτοῦ, ὥστε καὶ τοῦ ἐπιγαστρίου καταχριομένου
ㅤ
1. κοιλίαν ὑπάγει καὶ ἔμβρυα διαφθείρει, καὶ γὰρ καὶ
2. ἄλλως φθόριον ἰσχυρὸν ἐν πεσσῷ προστιθέμενος. ἡ δ’ ὅλη
3. ῥίζα τοῦ χυλοῦ μέν ἐστιν ἀσθενεστέρα, σφοδρὰ δ’ ἐστὶ καὶ
4. αὐτή. καὶ γὰρ ἔμμηνα κινεῖ πινομένη τε καὶ προστιθεμένη
5. καὶ ἰκτεριῶντας ὀνίνησιν, οὐ μόνον ἐκκαθαίρουσα τὸ σπλάγχνον,
6. ἀλλὰ τὴν ἐν ὅλῳ τῷ σώματι χολὴν ἐκκρίνουσα δι’
7. ἱδρώτων. ὅθεν ἐπὶ τῇ πόσει συνεργεῖν δεῖ παντὶ τρόπῳ τῇ
8. τῶν ἱδρώτων γενέσει. χρὴ δ’ εἶναι τὸ πινόμενον πλῆθος
9. αὐτῆς ἄχρι τριῶν δραχμῶν, ἤτοι μετὰ γλυκέος ἢ μελικράτου.
10. ῥύπτει δὲ καὶ τὸ δέρμα, κατά τε τὰ ἄλλα κᾀν τῷ τὰς ἀλωπεκίας
11. καὶ τὰς ἐφηλίδας, ἅπαντά τε τὰ ἐξανθήματα θεραπεύειν.
12. ὀνίνησι δὲ καὶ τοὺς σκληροὺς σπλῆνας ἐπιπλαττομένη
13. πρόσφατός τε καὶ ξηρά. διδόασι δ’ ἔνιοι τὴν ξηρὰν
14. ῥίζαν καὶ τοῖς ἀσθματικοῖς. ἡ δ’ ἑτέρα κυκλάμινος, ἣν ἔνιοι
15. κισσάνθεμον ὀνομάζουσι, διὰ τὸ κισσῷ κατὰ τὸ ἄνθος ἐοικέναι,
16. τὴν ῥίζαν ἄχρηστον ἔχουσα τὸν καρπὸν ἔχει δραστικὸν
17. ἱκανῶς, ὥστε καὶ μετ’ οἴνου λευκοῦ κυάθων δυοῖν πινόμενος
18. ἐπὶ πλείους ἡμέρας ἰᾶται σπλῆνας, κινῶν οὖρα
ㅤ
1. καὶ τὴν κοιλίαν ὑπάγων, ἐκβάλλει δὲ καὶ τὰ χόρια καὶ τοῖς
2. ἀσθματικοῖς ἀρήγει. ἡ ποιότης δ’ αὐτοῦ γευομένῳ δριμεῖά
3. τε καὶ ὑπόγλισχρός ἐστι.
4. ξα΄. Περὶ κυμίνου. Κυμίνου τῷ σπέρματι μάλιστα
5. χρώμεθα, καθάπερ ἀνίσου τε καὶ λιβυστικοῦ καὶ κάρου καὶ
6. πετροσελίνου. ἔστι δὲ καὶ θερμαντικῆς δυνάμεως, ὥσπερ
7. κᾀκείνων ἕκαστον, οὐρητικῆς τε καὶ ἀφύσου κατὰ τὴν τρίτην
8. τάξιν ὑπάρχων τῶν θερμαινόντων.
9. ξβ΄. Περὶ κυνοσβάτου. Κυνόσβατος. τούτου τοῦ θάμνου
10. ὁ μὲν καρπὸς οὐκ ἀγεννῶς στυπτικός ἐστι, τὰ δὲ φύλλα
11. μετρίως, ὥστε καὶ ἡ κατὰ μέρος αὐτῶν χρῆσις πρόδηλος.
12. φυλάττεσθαι δὲ τὸ ἐν τῷ καρπῷ ἐριῶδες, ὡς ἀρτηρίας
13. κακωτικόν.
14. ξγ΄. Περὶ κυπαρίσσου. Κυπαρίσσου τὰ φύλλα καὶ οἱ
15. βλαστοὶ καὶ τὰ σφαιρία τὰ νέα καὶ μαλακὰ μεγάλων τραυμάτων
16. ἐν σκληροῖς σώμασίν ἐστι κολλητικά. ἐξ οὗ δῆλον
17. ὡς ξηραντικῆς ἐστι δυνάμεως, οὐδὲν ἐπιφανὲς ἐχούσης δριμὺ
18. καὶ θερμὸν, ὥσπερ οὖν καὶ ἡ γεῦσις μαρτυρεῖ· φαίνεται γὰρ
19. ἐν αὐτῇ βραχὺ μέν τι τὸ δριμὺ, πλεῖστον δὲ τὸ πικρὸν καὶ
ㅤ
1. πολὺ πλέον ἔτι τὸ στρυφνὸν ἐν ὅλῳ τῷ φυτῷ. τοσοῦτον
2. δ’ ἐστὶν ἐν αὐτῇ τὸ δριμὺ καὶ τό θερμὸν,ㅤ ὅσον ποδηγεῖν
3. μὲν τὴν στρυφνότητα πρὸς τὸ βάθος, οὐδεμίαν δ’
4. αὐτὸ θερμότητα καὶ δῆξιν ἐργάζεσθαι τοῖς σώμασιν. διὰ
5. τοῦτο τὰς κατὰ τὸ βάθος ὑγρότητας ἐν ταῖς πλαδαραῖς καὶ
6. σηπεδονώδεσι διαθέσεσιν ἀλύπως τε ἅμα καὶ ἀσφαλῶς ἐκβόσκεται,
7. τῶν θερμαινόντων καὶ ξηραινόντων ἐκδαπανᾷν μὲν
8. τὰς περιεχομένας δυνάμεων, ἑτέρας δ’ ἐπισπωμένων τῇ δριμύτητι
9. καὶ θερμότητι. οὕτω δὲ καὶ τοὺς ἐντεροκηλικοὺς
10. ὠφελεῖ. καὶ γὰρ ξηραίνει καὶ τόνον ἐντίθησι τοῖς δι’ ὑγρότητα
11. χαλαροῖς σώμασιν, ὡς ἂν τῆς στύψεως εἰς βάθος καταδυομένης,
12. τῷ ποδηγεῖσθαι πρὸς τῆς μεμιγμένης αὐτῇ θερμότητος,
13. εἰς τοσοῦτον ἡκούσης μέτρον, ὡς ποδηγεῖν μὲν δύνασθαι,
14. δάκνειν δ’ οὐδέπω δύνασθαι. χρῶνται δ’ αὐτῇ τινες
15. καὶ ἐπ’ ἀνθράκων καὶ ἑρπήτων, ἀλφίτοις μιγνύντες, ὡς ἐκδαπανώσῃ
16. χωρὶς τοῦ θερμαίνειν τὰς ἐργαζομένας ὑγρότητας
17. τὰ τοιαῦτα νοσήματα. ἔνιοι δὲ καὶ πρὸς ἐρυσιπέλατα χρῶνται,
18. μιγνύντες ἀλφίτου μεθ’ ὕδατος ἢ ὀξυκράτου ὑδαροῦς.
1. ξδ΄. Περὶ κυπέρου. Κυπέρου χρήσιμοι μάλιστ’ εἰσὶν
2. αἱ ῥίζαι, θερμαίνουσαι καὶ ξηραίνουσαι χωρὶς δήξεως. ὅθεν
3. τὰ δι’ ὑγρότητα πολλὴν ἕλκη δυσεπούλωτα θαυμαστῶς ὀνίνησιν.
4. ἔχουσι γάρ τι καὶ στυπτικὸν καὶ διὰ τοῦτο καὶ τοῖς
5. ἐν στόμασιν ἕλκεσίν εἰσιν ἐπιτήδειοι, καὶ μὴν καὶ τμητικήν
6. τινα δύναμιν αὐταῖς μαρτυρητέον ἐστὶν, ᾗ καὶ λιθιῶσιν ἁρμόττουσιν
7. καὶ οὖρα καὶ καταμήνια κινοῦσι.
8. ㅤξε΄. Περὶ κύπρου. Κύπρος. τούτου τοῦ δένδρου
9. τὰ φύλλα καὶ οἱ ἀκρέμονες εἰς χρείαν ἥκουσι, μάλιστα μικτῆς
10. ὄντα δυνάμεώς τε καὶ κράσεως. ἔχει μὲν γάρ τι καὶ διαφορητικὸν
11. ἐξ ὑδατώδους οὐσίας θερμῆς συμμέτρως, ἔχει δέ
12. τι στυπτικὸν ἐκ τῆς ψυχώσεως γεώδους, ὅθεν ἀφεψοῦντες
13. μὲν αὐτὰ καταντλοῦσι τῷ ὕδατι τὰ πυρίκαυτα. χρῶνται δὲ
14. καὶ κατὰ τῶν πυρωδῶν φλεγμονῶν καὶ ἀνθράκων· ἔστι γὰρ
15. ἀλύπως τε καὶ ἀδήκτως ξηραντικά. καὶ μὲν καὶ τοῖς ἐν τῷ
16. στόματι γιγνομένοις ἕλκεσιν αὐτομάτοις καὶ μάλιστα τοῖς
17. ἀφθώδεσιν αὐταῖς τε τῶν παίδων ταῖς ἄφθαις ἁρμόττει
18. διαμασώμενα.
1. ξστ΄. Περὶ κυτίσου. Κυτίσου τὰ φύλλα διαφορητικῆς
2. τ’ ἐστὶ δυνάμεως ἐπιμεμιγμένης ὑδατώδει χλιαρᾷ, καθάπερ
3. καὶ τὰ τῆς μαλάχης.
4. ξζ΄. Περὶ κωνείου. Κώνειον ὅτι τῆς ἄκρως ψυκτικῆς
5. ἐστι δυνάμεως ἅπαντες ἴσασι.
6. ξη΄. Περὶ κώνου. Κώνου ὁ καρπὸς, ὃν δὴ καὶ κόκαλον
7. ὀνομάζουσι καὶ στρόβιλον, ὅλος μὲν χλωρὸς, ἔχει τι μεθ’
8. ὑγρότητος πικρὸν καὶ δριμὺ καὶ διὰ τοῦτο καὶ τοῖς ἐμπύοις,
9. ὅσοι τ’ ἄλλοι ㅤδέονται τὰ κατὰ θώρακα καὶ πνεύμονα,
10. ῥᾳδίως ἀναβήττειν τε καὶ ἀναπτύειν ἐπιτήδειός ἐστιν. ὁ δ’
11. ἐδώδιμος ἐξ αὐτοῦ καρπὸς ἔστι μὲν τροφὴ δύσπεπτός τε
12. καὶ ἰσχυρὰ, ἔστι δὲ καὶ ὡς φάρμακον ἐκλεαίνειν τραχύτητας
13. ἐπιτήδειον, καὶ μάλισθ’ ὅταν ἐν ὕδατι βρεχθεὶς ἀπόθηται
14. κατ’ αὐτὸ πᾶν ὅσον ἔχει δριμύ. τὸ γὰρ λοιπὸν ἅπαν
15. ἀδηκτότερόν τε καὶ ἐμπλαστικώτερον γίνεται, θερμῆς μὲν
16. καὶ ψυχρᾶς ποιότητος ἐν τῷ μέσῳ καθεστηκὸς, ἐξ ὑδατώδους
17. τε καὶ γεώδους οὐσίας κεκραμένον, ἀερώδους δ’ ἥκιστα μετέχον.