1. α΄. Περὶ λαγώποδος. Λαγώπουν ξηραντικῆς
2. δυνάμεώς ἐστιν, ὡς τὰ κατὰ γαστέρα ῥεύματα καλῶς
3. ἐπιξηραίνειν.
4. β΄. Περὶ λαθυρίδος. Λαθυρίς. καὶ ταύτην τινὲς εἶδος
5. τιθυμάλλου φασὶν, ὅτι τε παραπλησίως ἐκείνοις ὀπὸν ἔχει
6. καὶ ὅτι καθαίρει τὸν αὐτὸν ἐκείνοις τρόπον, ὁμοία τε τὴν
7. ὅλην δύναμιν ἐκείνοις ἐστὶ, πλὴν ὅσον τὸ σπέρμα γλυκὺ
8. γευομένοις φαίνεται, ὃ δὴ καὶ μάλιστα τὴν καθαρτικὴν ἔχει
9. δύναμιν.
10. γ΄. Περὶ λαμψάνης. Λαμψάνη ἐσθιομένη μὲν κακόχυμός
11. ἐστι, καταπλασσομένη δὲ ῥυπτικὸν ἔχει τι καὶ
12. διαφορητικόν.
13. δ΄. Περὶ λαπάθου. Λάπαθον διαφορητικῆς μετρίως
14. ἐστὶ δυνάμεως, τὸ δὲ ὀξυλάπαθον μικτῆς. ἅμα γὰρ τῇ διαφορητικῇ
15. καὶ ἀποκρουστικῆς τι μετέχει. τὸ δὲ σπέρμα αὐτῶν
16. ἔχει τι σαφῶς καὶ στυπτικὸν, ὡς καὶ δυσεντερίας καὶ διαῤῥοίας
17. ἰᾶσθαι, καὶ μάλιστα τὸ τοῦ ὀξυλαπάθου. τὸ δ’ ἱππολάπαθον
18. ἐν ἕλεσι μὲν γεννᾶται τοὐπίπαν· ἔστι δὲ τῆς αὐτῆς
19. μὲν τοῖς εἰρημένοις, ἀσθενεστέρας δὲ δυνάμεως.
1. ε΄. Περὶ λειμωνίου. Λειμωνίου τὸν καρπὸν αὐστηρὸν
2. ὑπάρχοντα μετ’ οἴνου διδόασι κοιλιακοῖς τε καὶ δυσεντερικοῖς
3. καὶ αἱμοπτυϊκοῖς. ὀνίνησι δὲ καὶ ῥοῦν γυναικεῖον. ἀρκεῖ
4. δὲ πλῆθος ὀξυβάφου.
5. στ΄. Περὶ λειχῆνος. Λειχὴν ὁ ἐπὶ τῶν πετρῶν ἔστι
6. μὲν οἷον βρύον τι, τοῦ γένους δ’ ἂν ὀρθῶς ὀνομάζοιτο τῶν
7. φυτῶν. ὠνομάσθαι δ’ οὕτω δοκεῖ διὰ τὸ λειχῆνας θεραπεύειν.
8. ἔστι δὲ ῥυπτικῆς τε ἅμα καὶ μετρίως ψυχούσης δυνάμεως,
9. ξηραντικῆς μέντοι κατ’ ἄμφω. τὸ μὲν δὴ ῥυπτικόν τε
10. καὶ ξηραντικὸν ἀπὸ τῆς πέτρας ἴσχει, τὸ δὲ ψυκτικὸν ἀπὸ
11. τοῦ ὑδατώδους. ἐπὶ γὰρ ταῖς ὑγραῖς καὶ δροσώδεσι πέτραις
12. φύεται. τὸ δ’ ἐκ τῶν τοιούτων οὐσιῶν συγκείμενον ἀφλέγμαντον
13. ὑπάρχειν οὐδὲν θαυμαστόν. εἰ δὲ καὶ αἱμοῤῥαγίας
14. ἵστησι, ὡς Διοσκορίδης φησὶν, οὐκ ἔχω φάναι.
15. ㅤζ΄. Περὶ λεοντοπετάλου. Λεοντοπετάλου τῇ ῥίζᾳ
16. μάλιστα χρώμεθα διαφορητικῇ καὶ ξηραντικῇ καὶ θερμαντικῇ
17. κατὰ τὴν τρίτην ὑπαρχούσῃ τάξιν.
1. η΄. Περὶ λεπιδίου. Λεπίδιον ἐκ τῆς τετάρτης ἐστὶ
2. τάξως τῶν θερμαινόντων, ὅμοιον τῷ καρδάμῳ κατὰ τὴν
3. ὀσμὴν καὶ τὴν γεῦσιν καὶ τὴν δύναμιν ὑπάρχον, ἧττον δ’
4. αὐτοῦ ξηραίνει.
5. θ΄. Περὶ λευκάδος. Λευκὰς δριμείας ἐστὶ ποιότητος
6. ἐπικρατούσης, κράσεως δὲ θερμῆς καὶ ξηρᾶς κατὰ τὴν τρίτην
7. που τάξιν.
8. ι΄. Περὶ λευκακάνθου. Λευκάκανθον, οἱ δὲ πολυγόνατον,
9. οἱ δὲ ἰσχιάδα καλοῦσι, πικρὰ ταύτης ἡ ῥίζα, καὶ διὰ
10. τοῦτο τέμνει τε καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν. ἐν δὲ
11. τῷ θερμαίνειν ἐκ τῆς πρώτης ἐστὶ τάξεως.
12. ια΄. Περὶ λευκοΐου. Λευκοΐου καὶ σύμπας μὲν ὁ θάμνος
13. ῥυπτικῆς ἐστι καὶ λεπτομεροῦς δυνάμεως, ἐπὶ μᾶλλον
14. δ’ αὐτῆς μετέχει τὰ ἄνθη, καὶ τούτων τὰ ξηρότερα τῶν
15. χλωρῶν μᾶλλον, ὥστε καὶ τὰς ἐπ’ ὀφθαλμοῖς οὐλὰς τὰς
16. παχείας λεπτύνει καὶ καταμήνιά τε τὸ ἀφέψημα αὐτῶν προτρέπει
17. καὶ χόρια καὶ ἔμβρυα τεθνεῶτα προκαλεῖται, καὶ εἰ
18. ποθείη δὲ, φθόριόν ἐστι φάρμακον. καὶ γὰρ οὖν καὶ πικρόν
ㅤ
1. ἐστιν, εἴπερ τι καὶ ἄλλο, καὶ εἴ τις αὐτοῦ τὸ σφοδρὸν τῆς
2. δυνάμεως ὕδατος ἐπιμιξίᾳ πολλοῦ πραΰνειεν, ἤ τινι τῶν τοιούτων,
3. ἕξει καὶ πρὸς φλεγμονὴν ἀγαθὸν φάρμακον. οὕτω
4. γοῦν καὶ τὸ ἀφέψημα αὐτοῦ, εἰ μὴ ἄκρατον εἴη, τὰς ἐν μήτρᾳ
5. φλεγμονὰς ἰᾶται προσαντλούμενον, καὶ μάλισθ’ ὅσαι
6. κεχρονίκασι σκιῤῥωδῶς. οὕτω δὲ καὶ μετὰ κηρωτῆς ἕλκη δυσεπούλωτα
7. θεραπεύει. χρῶνται δ’ αὐτῷ τινες σὺν μέλιτι καὶ
8. πρὸς ἄφθας. ὁ δὲ καρπὸς τῆς αὐτῆς ὢν δυνάμεως ἐπιτηδειότατός
9. ἐστι πινόμενος ὅσον δυοῖν δραχμῶν πλῆθος ἢ
10. προστιθέμενοςㅤ σὺν μέλιτι, καταμήνιά τε κινεῖν πεπίστευται
11. καὶ ἔμβρυα τὰ μὲν ζῶντα διαφθείρειν, τὰ νεκρὰ δ’ ἐκβάλλειν.
12. αἱ δὲ ῥίζαι παραπλησίας οὖσαι δυνάμεως, πλὴν
13. ὅσον παχυμερέστεραί τ’ εἰσὶ καὶ γεωδέστεραι, μετ’ ὄξους ἰῶνται
14. σπλῆνας σκιῤῥουμένους. ἔνιοι δὲ καὶ τὰς σκιῤῥουμένας
15. φλεγμονὰς ἰῶνται δι’ αὐτοῦ.
16. ιβ΄. Περὶ λεύκης. Λεύκη τὸ δένδρον μικτόν πώς ἐστι
17. τὴν κρᾶσιν ἐξ ὑδατώδους τε χλιαρᾶς καὶ γεώδους λελεπτυσμένης
18. οὐσίας, ὅθεν καὶ τῆς ῥυπτικῆς μετέχει δυνάμεως.
1. ιγ΄. Περὶ λιβανωτοῦ. Λιβανωτὸς θερμαντικὸς μέν
2. ἐστι κατὰ τὴν δευτέραν τάξιν, ξηραντικὸς δὲ κατὰ τὴν πρώτην.
3. ἔχει δέ τι καὶ ὑποστῦφον ὀλίγον, ἥκιστα δὲ σαφὴς ἡ
4. στύψις ἐστὶν ἐν τῷ λευκῷ κατὰ τὴν χρόαν. ὁ δὲ φλοιὸς
5. αὐτοῦ τὴν στυπτικὴν δύναμιν ἐναργῶς κέκτηται, διὸ καὶ ξηραίνει
6. γενναίως, ὡς ἐν τῇ δευτέρᾳ τάξει συμπληρουμένῃ τῶν
7. ξηραινόντων ㅤὑπάρχων. ἔστι δὲ καὶ παχυμερέστερος τοῦ
8. λιβανωτοῦ καὶ ἥκιστα δριμύτητος μετέχων. διὰ ταύτας γοῦν
9. αὐτοῦ τὰς ποιότητάς τε καὶ δυνάμεις ἱκανὴ χρῆσίς ἐστι
10. παρὰ τοῖς ἰατροῖς, ἐπί τε τῶν αἱμοπτυϊκῶν καὶ στομαχικῶν
11. καὶ κοιλιακῶν καὶ δυσεντερικῶν, οὐ τοῖς ἔξωθεν μόνοις ἐπιτιθεμένοις
12. μιγνύντων αὐτὸν, ἀλλὰ καὶ τοῖς εἴσω τοῦ σώματος
13. μεταλαμβανομένοις. ὁ δὲ θαλλὸς αὐτοῦ ξηροτέρας ἐστὶ
14. καὶ θερμοτέρας ἢ κατὰ αὐτὸν τὸν λιβανωτὸν δυνάμεως, ὡς
15. εἰς τὴν τρίτην ἀπόστασιν ἀφικνεῖσθαι. ἔχει δέ τι καὶ ῥυπτικὸν,
16. ὥστε διὰ τοῦτο καὶ ἀνακαθαίρειν δοκεῖ καὶ πληροῦν
17. τὰ κατὰ τοὺς ὀφθαλμοὺς ἕλκη, καθάπερ καὶ ὁ ἐκ τῆς σμύρνης
18. καὶ ὁ ἐκ τοῦ στύρακος.
19. ιδ΄. Περὶ λιβανωτίδων. Λιβανωτίδες τρεῖς εἰσι· μία
ㅤ
1. μὲν ἄκαρπος, αἱ δὲ δύο φέρουσαι καρπὸν, ὁμοίας ἅπασαι
2. δυνάμεως μαλακτικῆς τε καὶ διαφορητικῆς. ὁ δὲ χυλὸς ὅ τε
3. τῆς ῥίζης καὶ ὁ τῆς πόας μέλιτι μιγνύμενος ἀμβλυωπίας,
4. ὅσαι διὰ πάχος ὑγρῶν γίνονται θεραπεύει. τῆς δὲ εἰς τοὺς
5. στεφάνους χρησίμης λιβανωτίδος, ἣν Ῥωμαῖοι καλοῦσι ῥουσμαρῖνον,
6. τὸ ἀφέψημα τοὺς ἰκτεριῶντας ὀνίνησι πινόμενον.
7. μετέχουσι γὰρ αἱ λιβανωτίδες ἅπασαι ῥυπτικῆς τε καὶ τμητικῆς
8. δυνάμεως.
9. ιε΄. Περὶ λιγνύος. Λιγνὺς ἅπασα μέν ἐστι ξηραντικὴ,
10. διὸ καὶ γεώδους ὑπάρχει τῆς οὐσίας, ἔχουσά τι καὶ τοῦ
11. κατακαύσαντος τὴν ὕλην πυρὸς λείψανον, ἀλλὰ τοῦτο μὲν
12. ὀλίγον. ἡ δ’ ὅλη φύσις αὐτῆς γεώδης ἐστὶ λεπτομερής. αἱ
13. κατ’ εἶδος δ’ ἐν αὐτῇ διαφοραὶ παρὰ τὴν καυθεῖσαν ὕλην
14. γίγνονται, ἐκ μὲν τῆς δριμυτέρας καὶ θερμοτέρας, τοιαύτης
15. καὶ τῆς λιγνύος ἀποτελουμένης,ἐκ δὲ τῆς γλυκυτέρας ὁμοίας
16. κᾀνταῦθα τῆς λιγνύος γιγνομένης. αὐτίκα γέ τοι τοῦ λιβανωτοῦ
17. τῇ λιγνύϊ χρῶνται, μιγνύντες εἰς τὰς ὀφθαλμικὰς δυνάμεις,
18. ἔτι τὰς ἐπὶ φλεγμαινόντων ἔτι τῶν ὀφθαλμῶν ἁρμοττούσας
ㅤ
1. καὶ ῥευματιζομένων καὶ ἕλκη ἐχόντων. καὶ γὰρ ἀνακαθαίρεται
2. ταῦτα καὶ σαρκοῦται πρὸς αὐτῶν, ἔτι τε καὶ
3. εἰς τὰς καλλιβλεφάρους ὀνομαζομένας δυνάμεις αὐτῷ χρῶνται,
4. καὶ ἡ τῆς τερμίνθης τε καὶ ἡ τῆς σμύρνης ἄλυπός ἐστι
5. παραπλησίως τῇ τοῦ λιβανωτοῦ, ἡ δὲ τοῦ στύρακος ἰσχυροτέρα
6. τούτων, ἔτι δὲ μᾶλλον ἡ τῆς ὑγρᾶς πίττης, καὶ ταύτης
7. ἔτι μᾶλλον ἡ τῆς κέδρου. χρῶνται δὲ τοῖς δριμυτέροις μὲν ἐπί
8. τε τῶν πτίλων ὀνομαζομένων βλεφάρων καὶ τῶν περιβεβρωμένων
9. κανθῶν καὶ ὑγρῶν ὀφθαλμῶν ἄνευ φλεγμονῆς. ταῖς
10. μαλακωτέραις δὲ καὶ πρὸς ταῦτα μὲν, ἀλλὰ καὶ πρὸς ἃ μικρῷ
11. πρόσθεν εἴρηται ἁρμόττειν τοῦ λιβανωτοῦ τὴν λιγνύν.
12. ιστ΄. Περὶ λιβυστικοῦ. Λιβυστικοῦ καὶ ἡ ῥίζα καὶ
13. τὸ σπέρμα θερμαινόντων εἰς τοσοῦτόν ἐστιν, ὡς ἔμμηνά τε
14. κινεῖν καὶ οὖρα προτρέπειν, ἔτι δὲ καὶ ἄφυσα.
15. ιζ΄. Περὶ λινοσπέρμου. Λινόσπερμον ἐσθιόμενον φυσῶδές
16. ἐστι, κᾂν φρυχθῇ, οὕτως ἄρα περιττωματικῆς ὑγρότητος
17. ὑπάρχει μεστόν. ἔστι δὲ καὶ θερμὸν ἐν τῇ πρώτῃ που τάξει
18. καὶ ὑγρότητός τε καὶ ξηρότητος ἐν τῷ μέσῳ που τέτακται.
1. ㅤιη΄. Περὶ λινοζώστιδος. Λινοζώστιδι χρῶνται
2. μὲν ἅπαντες εἰς τὰς τῆς γαστρὸς καθάρσεις μόνον. οὐ μὴν
3. ἀλλ’ εἰ καὶ πειραθῆναί τις βούλοιτο καταπλάττων αὐτὴν,
4. εὑρήσει διαφορητικῆς ἱκανῶς δυνάμεως.
5. ιθ΄. Περὶ λογχίτιδος. Λογχίτιδος τῆς μὲν τὸ σπέρμα
6. τρίγωνον ἐχούσης ἐοικὸς λόγχῃ κατὰ τὸ σχῆμα, παραπλησία
7. μάλιστά πως ἡ ῥίζα τῇ τοῦ δαύκου τετύχηκεν οὖσα, καὶ
8. διὰ τοῦτο καὶ οὐρητικόν ἐστι φάρμακον. τῆς δὲ τῷ σκολοπενδρίῳ
9. παραπλησίας τὰ φύλλα χλωρὰ μὲν εἰς κόλλησιν
10. τραύματος ἐπιτήδεια, ξηρὰ δὲ μετ’ ὄξους πινόμενα σπλῆνας
11. ἰᾶται σκιῤῥουμένους.
12. κ΄. Περὶ λυκίου. Λύκιον ἢ πυξάκανθον ἀκανθῶδες
13. δένδρον, ἐξ οὗ καὶ τὸ καλούμενον γίγνεται λύκιον. τοῦτο
14. δὴ τὸ ὑγρὸν φάρμακον, ᾧ πρὸς ὑπώπιά τε χρῶνται καὶ πρὸς
15. τὰς ἐν ἕδρᾳ καὶ στόματι φλεγμονὰς καὶ ἑλκώσεις, ἕρπητάς
16. τε καὶ σηπεδόνας καὶ τὰ κακοήθη τῶν ἑλκῶν καὶ ὦτα πυοῤῥοοῦντα
17. καὶ παρατρίμματα καὶ παρωνυχίας. ἔστι γὰρ ξηραντικῆς
18. δυνάμεως ἐξ ἑτερογενῶν οὐσιῶν συγκείμενον, τῆς μὲν
ㅤ
1. ἑτέρας λεπτομεροῦς τε καὶ διαφορητικῆς καὶ θερμῆς, τῆς δ’
2. ἑτέρας γεώδους ψυχρᾶς, ἐξ ἧς ἔχει τὴν στύψιν. ἀλλ’ αὐτὴ
3. μὲν ἡ ποιότης ὀλίγη παντάπασιν ὑπάρχει τῷ φαρμάκῳ, τὸ
4. διαφορεῖν δὲ καὶ ξηραίνειν οὐκ ὀλίγον, ἀλλὰ κατὰ τὴν δευτέραν
5. ἀπόστασιν, ἐν θερμότητι δὲ περὶ τὰ μέσα πως τέτακται
6. καὶ σύμμετρα. διὸ καὶ πρὸς διαφέροντα πάθη χρῶνται
7. τῷ φαρμάκῳ, ὡς ῥυπτικῷ μὲν πρὸς τὰ ἐπισκοτοῦντα τῶν
8. κορῶν, ὡς συνακτικῷ δὲ κοιλιακοῖς τε καὶ δυσεντερικοῖς καὶ
9. ῥῷ γυναικείῳ προσφέροντες. τοῦτο μὲν οὖν τὸ λύκιον ἐν
10. Λυκίᾳ τε καὶ Καππαδοκίᾳ πλεῖστον γίγνεται. τὸ δ’ ἕτερον,
11. τὸ Ἰνδικὸν, ἰσχυρότερόν ἐστιν εἰς ἅπαν.
12. κα΄. Περὶ λυσιμαχίου. Λυσιμάχιος ἐπικρατοῦσαν
13. ἔχει τὴν στυπτικὴν ποιότητα, δι’ ἣν καὶ τραύματα κολλᾷ
14. καὶ τὰς ἐκ μυκτήρων αἱμοῤῥαγίας ἵστησιν ἐμπλασσόμενος,
15. καὶ τῶν ἄλλων δὲ αἱμοῤῥαγιῶν ἴσχαιμόν ἐστι φάρμακον,
16. αὐτή τε καὶ ὁ χυλὸς αὐτῆς, ἔτι καὶ μᾶλλον καὶ
17. πινομένη δυσεντερίας τε καὶ αἵματος ἀναγωγὰς καὶ ῥοῦν
18. γυναικεῖον ἰᾶται.
1. ㅤκβ΄. Περὶ λυχνίδος. Λυχνίδος τῆς εἰς τοὺς στεφάνους
2. τὸ σπέρμα θερμόν ἐστι κατὰ τὴν δευτέραν που τάξιν
3. ἢ καὶ τρίτην ἤδη, καὶ δὴ καὶ ξηρὸν κατὰ τὸν αὐτὸν
4. τρόπον.
5. κγ΄. Περὶ λωτοῦ ἡμέρου. Λωτὸς ὁ ἥμερος, ὃν ἔνιοι
6. τρίφυλλον ὀνομάζουσι πεπτικῆς μετρίως ἐστὶ δυνάμεως, οὕτως
7. δὲ καὶ ξηραντικῆς. ἐν δὲ τῇ κατὰ θερμότητα καὶ ψύξιν
8. συζυγίᾳ μέσος πώς ἐστιν ㅤκαὶ εὔκρατος. ὁ δ’ ἄγριος
9. λωτὸς ἐν Λιβύῃ μὲν πλεῖστος γεννᾶται. τὸ σπέρμα δ’ αὐτοῦ
10. τῆς δευτέρας τάξεώς ἐστι τῶν θερμαινόντων, ἔχει δέ τι
11. καὶ ῥυπτικόν. τοῦ δ’ Αἰγυπτίου τὸ σπέρμα καὶ ἀρτοποιοῦται.
12. κδ΄. Περὶ λωτοῦ τοῦ δένδρου. Λωτὸς τὸ δένδρον
13. στυπτικῆς μὲν οὐ πολλῆς μετέχει ποιότητος, ἔστι δὲ καὶ λεπτομερὲς
14. καὶ ξηραντικόν. τὰ γοῦν ῥινήματα τῶν ξύλων αὐτῶν
15. πρός τε ῥοῦν γυναικεῖον ἁρμόττει καὶ δυσεντερίας καὶ
16. κοιλιακὰς διαθέσεις. ἐναφέψεται δὲ ποτὲ μὲν ὕδατι, ποτὲ
17. δὲ οἴνῳ, ὡς ἂν καὶ ἡ χρεία κελεύῃ, καὶ οὐκ ἐνίεται μόνον,
18. ἀλλὰ καὶ πίνεται. καὶ μὴν καὶ τὸ τὰς ῥεούσας τρίχας ἐπέχειν
ㅤ
1. αὐτὸν ὅτι στυπτικῆς τινος ἅμα τῷ μετρίως ξηραίνειν
2. ἐστὶ δυνάμεως οὐ μικρὸν σημεῖον. ἐῤῥέθη γὰρ κᾀν τῷ περὶ
3. λαδάνου λόγῳ τοιᾶσδε δεῖν εἶναι δυνάμεως τὸ μέλλον ἐφέξειν
4. ῥεούσας τρίχας.