ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ
ΚΡΑΣΕΩΣ ΚΑΙ ΔΥΝΑΜΕΩΣ
ΒΙΒΛΙΟΝ Η.
1. Προοίμιον. Ἕβδομον τοῦτο περὶ τῆς τῶν ἁπλῶν
2. φαρμάκων δυνάμεως ὑπόμνημα γράφοντες ἀναγκαῖον ἡγούμεθα
3. προειπεῖν ὡς μόνοις ἔσοιτο σαφὲς, ὅσοι τοῖς ἔμπροσθεν
4. ὡμίλησαν οὐκ ἐν παρέργῳ, τοὺς δ’ ἄλλους ἡγοῦμαι
5. παρακούσεσθαι μᾶλλον ἢ μαθήσεσθαί τι τῶν ἐν αὐτῷ
6. λεχθησομένων καὶ αὐτούς τε σφαλήσεσθαι καὶ ἡμᾶς ἴσως
7. ἐπηρεάσειν, ὡς οὐκ ὀρθῶς τινα γράφοντας. ὅσοι μὲν οὖν
ㅤ
1. σώφρονές εἰσιν οἶδ’ ὅτι πεισθήσονται, καὶ εἴπερ ὅλως πεφροντίκασι
2. τῆς προκειμένης θεωρίας, ἀπὸ τῆς ἀρχῆς ἀναλέξονται
3. τὴν ὅλην πραγματείαν· ὅσοι δὲ περίεργοι μᾶλλον ἢ
4. φιλομαθεῖς ὑπάρχουσιν, ἀπειθήσουσι τῇ προσρήσει, καὶ οὐδὲν
5. ἴσως θαυμαστὸν, εἴ γε καὶ μυστηρίων βίβλους ἐτόλμησαν
6. ἔνιοι τῶν ἀμυήτων ἀναγινώσκειν. ἀλλ’ οὔτ’ ἐκείνας ἔγραψαν
7. οἱ γράψαντες τοῖς βεβήλοις οὔτ’ ἐγὼ ταῦτα τοῖς μήπω
8. περὶ τὰ πρῶτα γεγυμνασμένοις. εἰρήσονται δ’ ἐν τούτῳ
9. τῷ βιβλίῳ καὶ τῷ μετ’ αὐτὸ τῶν ὑπολοίπων φυτῶν αἱ πρῶται
10. δυνάμεις, τὴν τάξιν τῆς διδασκαλίας κᾀνταῦθα κατὰ
11. τὴν τάξιν τῶν γραμμάτων ποιησαμένων ἡμῶν, ἀφ’ ὧν ἄρχονται.
12. ἐν μὲν οὖν τῷ πρὸ τοῦδε μέχρι τοῦ ι προήλθομεν·
13. ἐνταυθοῖ δὲ τὴν ἀρχὴν ἀπὸ τοῦ κ ποιησόμεθα τοσοῦτον
14. ἔτι προαναμνήσαντες, ὡς εἰς τὰς προαποδεδειγμένας ἀρχὰς
15. ἀνάξομεν ἅπαντα· τῷ γὰρ ἐπὶ τοσόνδε θερμὸν ἢ ψυχρὸν,
16. ἢ ὑγρὸν ἢ ξηρὸν, ἢ λεπτομερὲς ἢ παχυμερὲς ὑπάρχειν ἕκαστον
17. τῶν φαρμάκων αἱ διαφοραὶ τῶν κατὰ μέρος ἐνεργειῶν
ㅤ
1. αὐτῶν γίγνονται, τὸ δ’ ἐπὶ τοσόνδε προήκειν ἐν ἑκάστῳ
2. τῶν προειρημένων ἄῤῥητόν ἐστι πρός γε τὴν ἀκριβεστάτην
3. ἀλήθειαν. ἀλλ’ ἡμεῖς καὶ τοῦτο ㅤπεριλαβεῖν ἐπειράθημεν
4. ὅροις σαφέσιν, ἱκανοῖς εἰς τὴν χρείαν τῆς τέχνης, ἓν
5. μὲν εἶναι γένος φαρμάκων ἐπιδείξαντες εἰς ὁμοίαν τοῖς σώμασιν
6. ἡμῶν ἀφικνούμενον κρᾶσιν, ἐπειδὰν ὑπὸ τῆς ἐν αὐτοῖς
7. θερμότητος ἀρχήν τινα δέξηται μεταβολῆς τε καὶ ἀλλοιώσεως,
8. ἕτερον δὲ θερμότερον ᾖ καθ’ ἡμᾶς γιγνόμενον, οὗ
9. τέτταρας ἔδοξε ποιήσασθαι τάξεις· πρώτην μὲν τὴν ἀσαφῆ
10. πρὸς αἴσθησιν, ὡς λόγου δεῖσθαι τοῦ φωράσαντος, ἑτέραν
11. δ’ ἐπ’ αὐτῇ δευτέραν, ἤδη πως σαφῆ πρὸς αἴσθησιν, ἄλλην
12. δὲ τρίτην θερμαίνουσαν μὲν ἰσχυρῶς, οὐ μὴν ἤδη γέ πως
13. καίουσαν, ἐφ’ ᾗ τετάρτην τε καὶ ὑστάτην τὴν καυστικήν.
14. οὕτω δὲ καὶ τῶν ψυχόντων πρώτην μὲν τὴν ㅤτάξιν
15. τῶν λόγου δεομένων εἰς ἀπόδειξιν τοῦ ψύχειν, δευτέραν δὲ
16. τῶν αἰσθητῶς ψυχόντων, καὶ τρίτην τῶν ἰσχυρῶς, καὶ τετάρτην
ㅤ
1. τῶν νεκρούντων. ἀνάλογον δὲ ταύταις καὶ περὶ τῶν
2. ὑγραινόντων καὶ ξηραινόντων.