12. α΄. Περὶ παγκρατίου. Παγκράτιον. ἡ ῥίζα
13. τούτου σκίλλῃ κατά τε τὴν γεῦσιν ἔοικεν καὶ κατὰ τὴν δύναμιν,
14. ὥστε καὶ χρῶνταί. τινες αὐτῷ μὴ παρούσης σκίλλης.
15. ἐνεργεῖ γὰρ ἅπαντα κατὰ γένος μὲν ὡσαύτως, ἀσθενεστέρα
16. δὲ μακρῷ.
17. ㅤβ΄. Περὶ παλιούρου. Παλιούρου τὰ φύλλα καὶ
18. ἡ ῥίζα στυπτικῆς μὲν οὐκ ἀσαφῶς μετείληφε δυνάμεως, ὡς καὶ
ㅤ
1. τὴν ῥέουσαν ἐπέχειν γαστέρα, διαφορητικῆς δ’ εἰς τοσοῦτον,
2. ὡς καὶ τὰ φύματα θεραπεύειν, ὅσα γε μὴ λίαν ὑπάρχει
3. φλεγμονώδη τε καὶ θερμά. ὁ δὲ καρπὸς τμητικῆς ἐπὶ τοσοῦτο
4. μετέχει δυνάμεως, ὡς καὶ τοὺς ἐν κύστει λίθους θρύπτειν
5. καὶ ταῖς ἐκ θώρακός τε καὶ πνεύμονος ἀναπτύσεσι
6. βοηθεῖν.
7. γ΄. Περὶ παπύρου. Πάπυρος αὐτὴ μὲν καθ’ ἑαυτὴν
8. οὐδ’ εἰς χρείαν ἰατρικὴν ἥκει. βραχεῖσα δὲ ἢ καυθεῖσα χρησίμη
9. γίνεται. ὀξυκράτῳ μὲν οὖν ἢ οἴνῳ βραχεῖσα κολλᾷ
10. τὰ πρόσφατα τῶν ἑλκῶν καὶ μάλιστα ἐν κύκλῳ περικειμένη.
11. ἀλλ’ ἐνταῦθα μὲν οἷον ὕλη τίς ἐστι δεκτικὴ τῶν ἰωμένων
12. φαρμάκων. ἐπειδὰν δὲ καυθῇ, φάρμακον ἤδη γίνεται ξηραντικὸν,
13. ὥσπερ καὶ ἡ τέφρα τοῦ κεκαυμένου χάρτου, πλὴν
14. ὅσον ἀσθενεστέρα ἐστὶν ἡ τῆς παπύρου.
15. δ΄. Περὶ πάνακος τοῦ Ἡρακλείου. Πάνακες Ἡράκλειον·
16. ἐκ τούτου καὶ ὁ καλούμενος ὀποπάναξ γίνεται τῶν
17. ῥιζῶν αὐτοῦ καὶ τῶν καυλῶν ἐκτεμνομένων. ἔστι δὲ ὁ μὲν
18. ὀποπάναξ αὐτὸς πολυχρηστότατος, θερμαίνων καὶ μαλάττων
19. καὶ διαφορῶν. καὶ θείη ἄν τις αὐτὸν κατὰ μὲν τὸ
ㅤ
1. θερμαίνειν ἐκ τῆς τρίτης τάξεως, κατὰ δὲ τὸ ξηραίνειν ἐκ τῆς
2. δευτέρας. ὁ δὲ φλοιὸς τῆς ῥίζης ξηραντικόν τε ἅμα καὶ
3. θερμαντικόν ἐστι φάρμακον, ἀλλ’ ἧττον τοῦ ὀποῦ. καὶ μέντοι
4. τι καὶ ῥυπτικὸν ἔχει. διὸ καὶ χρώμεθ’ αὐτῷ πρός τε
5. τὰ γυμνὰ τῶν ὀστῶν καὶ τὰ κακοηθευόμενα τῶν ἑλκῶν.
6. ἱκανῶς γάρ ἐστι τὰ τοιαῦτα σαρκοῦντα, κᾀν τῷ ῥύπτειν τε
7. ἅμα καὶ ξηραίνειν καὶ μὴ πάνυ σφοδρῶς θερμαίνειν, ὧν
8. ἁπάντων δεῖ τῷ μέλλοντι σαρκοῦν, ὡς ἐν τοῖς τῆς θεραπευτικῆς
9. μεθόδου γράμμασιν ἐπιδείκνυμεν. ὁ δὲ καρπὸς αὐτοῦ,
10. θερμὸς ὢν καὶ αὐτὸς, ἐμμήνων ἀγωγόν ἐστι φάρμακον.
11. εἴθισται δ’ οὐκ οἶδ’ ὅπως ἤδη σχεδὸν ἅπασιν οὐ πάνακες,
12. ἀλλὰ πάνακα προσαγορεύειν τὴν πόαν ταύτην.
13. ε΄. Περὶ πάνακος τοῦ Ἀσκληπείου. Πάνακες Ἀσκλήπειον.
14. ἧττόν ἐστι τοῦτο θερμὸν τοῦ προγεγραμμένου πάνακος,
15. ὅθεν αὐτῷ καὶ τοῖς ἄνθεσι καὶ τῷ καρπῷ πρὸς ἕλκη
16. καὶ φύματα καὶ φαγεδαίνας χρῶνται μέλιτι μιγνύντες.
17. στ΄. Περὶ πάνακος τοῦ χειρωνείου. Πάνακες χειρώνειον.
18. καὶ τοῦτο παραπλησίας ἐστὶ τῷ προγεγραμμένῳ δυνάμεως.
1. ζ΄. Περὶ παρωνυχίας. Παρωνυχία ὠνόμασται μὲν
2. ἀπὸ τῆς ἐνεργείας, ἰᾶται γὰρ παρωνυχίας· ὡς δὲ Διοσκορίδης
3. φησὶ, καὶ κηρία. δύναμις δ’ αὐτοῦ λεπτομερής τ’ ἐστὶ
4. καὶ ξηραντικὴ καὶ ἄδηκτος. τοιαῦτα γὰρ εἶναι χρὴ ταὶ τὰ
5. τῆς παρωνυχίας φάρμακα. δῆλον δ’ ὅτι τό γε τοιοῦτον καὶ
6. διαφορεῖν ἱκανόν ἐστιν ἅπανθ’ ὅσα παθήματα διαφορεῖσθαι
7. δεῖται. τοιαῦτα γάρ ἐστιν ὅσα τῆς τρίτης ㅤτάξεως
8. ὑπάρχοντα κατά τε τὸ θερμαίνειν καὶ ξηραίνειν, ὥσπερ
9. καὶ τοῦτο λεπτομεροῦς οὐσίας ἐστίν.
10. η΄. Περὶ πενταφύλλου. Πεντάφυλλον. ἡ ῥίζα ξηραίνει
11. μὲν ἰσχυρῶς, ἥκιστα δ’ ἐστὶ δριμεῖα. διὸ καὶ πολύχρηστος
12. ὑπάρχει, καθάπερ καὶ τἄλλα πάνθ’ ὅσα λεπτομεροῦς
13. ὄντα ξηραίνει χωρὶς δήξεως. ἔστι γὰρ καὶ ἥδε ἡ ῥίζα ξηραντικὴ
14. μὲν ἐκ τῆς τρίτης ἤδη που τάξεως, ἥκιστα δὲ θερμότητος
15. ἐπιφανοῦς μετέχουσα.
16. θ΄. Περὶ πέπλου. Πέπλος, ἔνιοι δὲ μήκωνα ἀφρώδη.
17. καὶ οὗτος ὁ θαμνίσκος ὀπὸν ἔχει παραπλησίως τοῖς τιθυμάλλοις,
18. τῇ τε ἄλλῃ καὶ ὅτι καθαίρει, καθάπερ ἐκεῖνοι.
1. ι΄. Περὶ πεπλίου. Πέπλιον. ὀπὸν ἔχει καὶ οὗτος ὁ
2. θαμνίσκος, ὥσπερ καὶ οἱ τιθύμαλλοι, καὶ φύεται τὰ πολλὰ
3. παρὰ τῇ θαλάττῃ, τὴν μὲν ῥίζαν ㅤἄχρηστον ἔχων
4. ὥσπερ καὶ ἡ πέπλος. ὀπὸν δὲ ἰσχυρὸν, οὐ πάνυ τι χρήσιμον
5. οὐδ’ αὐτόν, ἀλλὰ τό γε σπέρμα χρήσιμον καὶ φυσῶδες
6. ὁμοίως τῷ τοῦ πέπλου σπέρματι καθαῖρον.
7. ια΄. Περὶ πεπέρεως. Πεπέρεως ἡ μὲν ῥίζα κόστῳ
8. μάλιστα κατὰ τὴν δύναμιν ἔοικεν. ὁ δὲ καρπὸς ὁ μὲν ἄρτι
9. βλαστάνοντος αὐτοῦ τὸ μακρόν ἐστι πέπερι, διὸ καὶ ὑγρότερον
10. ὑπάρχει τοῦ πεπείρου. σημεῖον δὲ τῆς ὑγρότητος αὐτοῦ
11. τό τε ῥᾳδίως ἀποτιθέμενον τιτρῶσθαι καὶ τὸ μὴ παραχρῆμα
12. δάκνειν, ἀλλὰ μετ’ ὀλίγον μὲν ἄρχεσθαι, παραμένειν
13. δὲ ἐπιπλέον. ὁ δ’ οἷον ὄμφαξ καρπὸς τὸ λευκόν ἐστι
14. πέπερι, δριμύτερον ὑπάρχον τοῦ μέλανος. ἐκεῖνο γὰρ οἷον
15. ὑπερωπτημένον ἐστὶν ἤδη καὶ ὑπερεξηραμμένον. ἀμφότερα
16. δὲ ἰσχυρῶς θερμαίνει τε καὶ ξηραίνει.
17. ιβ΄. Περὶ περσέας. Περσέας τὰ φύλλα στυπτικῆς μετείληφε
18. συμμέτρως δυνάμεως, ὡς δύνασθαί ποτε καὶ τοῖς
19. αἱμοῤῥαγοῦσι μορίοις ἐπιτίθεσθαι συμφερόντως.
1. ιγ΄. Περὶ περικλυμένου. Περικλυμένου χρήσιμος ὅ τε
2. καρπός ἐστι καὶ τὰ φύλλα, τμητικῆς τε ἅμα καὶ θερμαινούσης
3. ὑπάρχοντα δυνάμεως εἰς τοσοῦτον, ὥστε καὶ τὸ οὖρον αἱματῶδες
4. ἐργάζεσθαι, πινόμενα μέχρι πλείονος. ἐν ἀρχῇ μέντοι
5. οὐρητικὸν μόνον ἐστὶν, ἔξωθεν δὲ μετ’ ἐλαίου συναλειφόμενον
6. θερμαίνει. ὠφελεῖ δὲ καὶ σπληνώδεις καὶ δυσπνοοῦντας.
7. ἡ δὲ συμμετρία τῆς πόσεως δραχμῆς μιᾶς πλῆθος σὺν
8. οἴνῳ. ξηραίνει δὲ καὶ σπέρμα, καί τινές φασιν εἰ ἐπὶ πλέον
9. πίνοιτο, παντάπασιν ἀγόνους γίνεσθαι τοὺς πίνοντας. ὁρίζουσι
10. δ’ ἔνιοι καὶ προθεσμίαν ἡμερῶν ἐπὶ τῇ τοιαύτῃ πόσει,
11. καθάπερ καὶ Διοσκορίδης ἑπτὰ καὶ τριάκοντα λέγων
12. ἱστορεῖσθαι αὐτάς. οὗτος δὲ καὶ τὸ οὖρον αἱματῶδες γίνεσθαί
13. φησιν ἀπὸ τῆς ἕκτης τῶν ἡμερῶν.
14. ㅤιδ΄. Περὶ περιστερεῶνος. Περιστερεὼν, ὠνόμασται
15. μὲν ἀπὸ τοῦ τὰς περιστερὰς διατρίβειν ἐν αὐτῷ.
16. δύναμιν δ’ εἰς τοσοῦτον ἔχει ξηραντικὴν, ὡς κολλᾷν
17. τραύματα.
18. ιε΄. Περὶ πετασίτου. Πετασίτης ἐκ τῆς τρίτης τάξεώς
ㅤ
1. ἐστι τῶν ξηραινόντων, ὅθεν ἐπί τε τῶν κακοήθων καὶ φαγεδαινικῶν
2. ἑλκῶν αὐτῇ χρῶνται.
3. ιστ΄. Περὶ πετροσελίνου. Πετροσελίνου τὸ σπέρμα
4. μάλιστ’ ἐστὶ χρήσιμον, οὔσης καὶ ὅλης τῆς πόας ἅμα ταῖς
5. ῥίζαις ὁμοίας μὲν, ἀσθενεστέρας δὲ δυνάμεως. ἔστι δ’ ὥσπερ
6. ἐν τῇ γεύσει δριμὺ μετὰ πικρότητος, οὕτω κᾀν τοῖς ἔργοις
7. θερμὸν ἅμα τῷ τέμνειν, καὶ διὰ ταῦτα καταμήνιά τε καὶ
8. οὖρα προτρέπει δαψιλῶς. ἔστι δὲ καὶ ἄφυσον. εἴη ἂν οὖν
9. καὶ αὐτὸ τῆς τρίτης τάξεως τῶν θερμαινόντων τε καὶ ξηραινόντων.
10. οἱ δ’ ἐν Κιλικίᾳ πετροσέλινον μόνον ὀνομάζουσιν
11. τὸ ἐν τῷ Ἀμάνῳ γεννώμενον. ἔστι δὲ σμύρνιον μᾶλλον
12. ἢ πετροσέλινον, οὐ μὴν παραλλάττει γε πολὺ τὴν πετροσελίνου
13. δύναμιν.
14. ιζ΄. Περὶ πευκεδάνου. Πευκεδάνου τῇ ῥίζῃ μὲν μάλιστα,
15. χρώμεθα δὲ καὶ τῷ ὀπῷ καὶ τῷ χυλῷ. ἔστι δὲ πάντα
16. μὲν ταῦτα τῆς αὐτῆς τῷ εἴδει δυνάμεως. ἰσχυρότερος δ’ αὐτῶν
17. ὁ ὀπὸς ἱκανῶς θερμαίνων καὶ διαφορῶν, ὅθεν καὶ τοῖς
18. κατὰ τὰ νεῦρα πάθεσιν ἅπασιν ἁρμόττειν πεπίστευται. καὶ
ㅤ
1. τὰ κατὰ πνεύμονά τε καὶ θώρακα νοσήματα τὰ διὰ πάχος
2. ἢ γλισχρότητα χυμῶν γινόμενα. καὶ εἴσω μὲν τοῦ σώματος
3. λαμβανόμενος, ἀλλὰ καὶ ὀσμώμενος ὠφελεῖ. τῷ δὲ λεπτύνειν
4. καὶ τέμνειν καὶ ὀδόντων τετρημένων ἐνίοτε παραχρῆμα τὰς
5. ὀδύνας ἔπαυσεν, ἐντεθεὶς τῷ βρώματι, διότι λεπτομερής τ’
6. ἐστὶ καὶ θερμαντικός. καὶ μὲν δὴ καὶ σπλῆνας ἐσκιῤῥωμένους
7. ὠφελεῖ τῷ τέμνειν καὶ διαφορεῖν καὶ λεπτύνειν τοὺς
8. παχεῖς χυμούς. τῇ δὲ ῥίζῃ πρὸς ταῦτα μὲν ἔστι χρῆσθαι.
9. καὶ λεπίδας δὲ ὀστῶν ἀφίστησι τάχιστα, διότι ξηραίνει σφοδρῶς,
10. ἔλαττον δὲ ἢ κατὰ τὸν ὀπὸν θερμαίνουσα. καὶ τοῖς
11. κακοήθεσιν ἕλκεσιν ἄριστόν ἐστι φάρμακον ἐπιπλαττομένη
12. ξηρά. αὐτὴ γὰρ καθαίρει καὶ σαρκοῖ καὶ μέχρι τῶν ἐπουλώσεων
13. ἄγει, θερμαίνουσα μὲν κατὰ τὴν δευτέραν τάξιν
14. ἤδη που συμπληρουμένην, ξηραίνουσα δὲ κατὰ τὴν τρίτην
15. ἀρχομένην.
16. ιη΄. Περὶ πηγάνου. Πήγανον τὸ μὲν ἄγριον ἐκ τῆς
17. τετάρτης ἐστὶν ἤδη τάξεως τῶν θερμαινόντων, τὸ δ’ ἥμερον
18. ἐκ τῆς τρίτης. ἔστι δ’ οὐ μόνον δριμὺ γευόμενον, ἀλλὰ καὶ
ㅤ
1. πικρὸν, ᾧ καὶ τὸ τέμνειν τε καὶ διαφορεῖν ἔχει τοὺς παχεῖς
2. καὶ γλίσχρους χυμούς. διὰ δὲ τὴν αὐτὴν δύναμιν καὶ
3. δι’ οὔρων κινεῖ. καὶ μὲν δὴ καὶ λεπτομερές ἐστι καὶ ἄφυσον,
4. καὶ διὰ τοῦτο πρός τε τὰς ἐμπνευματώσεις ἁρμόττει
5. καὶ τὰς πρὸς ἀφροδίσια προθυμίας ἐπέχει καὶ διαφορεῖ καὶ
6. ξηραίνει γενναίως. ἔστι γὰρ τῶν ἰσχυρῶς ξηραινόντων φαρμάκων.
7. ὃ δ’ ἐν τοῖς ἔμπροσθεν λόγοις μῶλυ καὶ βήσασαν
8. ἔφαμεν ὀνομάζεσθαι, εἴη ἂν καὶ αὐτὸ πήγανον ἄγριον.
9. ㅤιθ΄. Περὶ πίσσης. Πίσσα ἡ μὲν ξηρὰ ξηραίνει
10. καὶ θερμαίνει κατὰ τὴν δευτέραν ἀπόστασιν ἀπὸ τῶν
11. συμμέτρων καὶ πλέον γε ξηραίνειν πέφυκεν ἢ θερμαίνειν. ἡ
12. δ’ ὑγρὰ τοὔμπαλιν θερμαίνει πλέον ἢ ξηραίνει. ἔχει δέ τι
13. καὶ λεπτομερὲς, ᾧ καὶ τοὺς ἀσθματικοὺς καὶ τοὺς ἐμπυϊκοὺς
14. ὠφελεῖ. πλῆθος δ’ ἐκλαβεῖν ἀρκεῖ κύαθον μέλιτος μιγνύντας,
15. ἀλλὰ καὶ ῥυπτικὸν ἔχουσί τι καὶ συμπεπτικὸν καὶ
16. διαφορητικὸν, ὥσπερ γε καὶ κατὰ τὴν γεῦσιν ὑπόπικρόν τε
17. καὶ δριμύ. οὕτως γέ τοι καὶ λεπροὺς ὄνυχας ἐξάγουσιν μιγνύμεναι
18. κηρῷ καὶ λειχῆνας ἀποῤῥύπτουσι. συμπέπτουσι δὲ
ㅤ
1. καὶ τοὺς σκληροὺς καὶ ἀπέπτους ὄγκους ἅπαντας ἐπεμβαλλόμεναι
2. τοῖς καταπλάσμασιν, ἰσχυρότερα δ’ εἰς ἅπαντα τὰ
3. τοιαῦτα ἡ ὑγρά. ἡ δὲ ξηρὰ πίττα πρὸς μὲν ταῦτα χείρων,
4. εἰς δὲ τὰς κολλήσεις τῶν τραυμάτων ἐπιτηδειοτέρα. δῆλον
5. οὖν ἐκ τούτων ὡς ὑγρότητος θερμῆς ἀναμέμικταί τι δαψιλὲς
6. τῇ ὑγρᾷ πίττῃ.
7. κ΄. Περὶ πισσελαίου. Πισσέλαιον ἐκ τῆς ὑγρᾶς γίνεται
8. πίττης, ὅμοιον μὲν ὑπάρχον αὐτῇ τῷ γένει, λεπτομερέστερον
9. δὲ κατὰ τὴν οὐσίαν.
10. ㅤκα΄. Περὶ πιστακίου. Πιστάκιον. ἐν Συρίᾳ
11. πλεῖστον γεννᾶται τοῦτο τὸ φυτόν. ὁ καρπὸς δ’ αὐτοῦ
12. λεπτομερεστέρας πώς ἐστιν οὐσίας, ὑπόπικρόν τι καὶ ἀρωματίζον
13. ἐχούσης. ἐκφράττει τοιγαροῦν καὶ διακαθαίρει μάλιστα
14. μὲν τὰ καθ’ ἧπαρ, ἤδη δὲ καὶ τὰ κατὰ τὸν θώρακα
15. καὶ πνεύμονα.
16. κβ΄. Περὶ πιτυΐδων. Πιτυΐδες. ὀνομάζεται δ’ οὕτως
17. ὁ καρπὸς τῶν πιτύων. ἔνιοι δὲ καταχρώμενοι καὶ τὸν τῆς
18. πεύκης ὡσαύτως προσαγορεύουσιν, μικτῆς εἰσι δυνάμεως ὡς
ㅤ
1. ἂν καὶ στύφουσαι καὶ δριμύτητά τινα κεκτημέναι μετὰ πικρότητος.
2. ὅθεν καὶ ταῖς ἐκ θώρακος καὶ πνεύμονος ἀναπτύσεσιν
3. συναίρονται.
4. κγ΄. Περὶ πίτυος. Πίτυος ὁ φλοιὸς ἐπικρατοῦσαν
5. ἔχει τὴν στυπτικὴν δύναμιν εἰς τοσοῦτον ὡς παρατρίμματά
6. τε καταπλαττόμενα ἰᾶσθαι κάλλιστα καὶ κοιλίαν ἐπέχειν, εἰ
7. ποθείη. καὶ τὰ κατακαύματα δὲ ἐπουλοῖ. καὶ ὁ τῆς πεύκης
8. δὲ φλοιὸς ὅμοιος μὲν αὐτῷ, μετριώτερος δὲ κατὰ τὴν δύναμιν.
9. ἐν δὲ τοῖς φύλλοις ἀμφοτέρων τῶν δένδρων ὡς ἂν
10. ὑγροτέροις οὖσι πολὺ τοῦ φλοιοῦ δύναμίς ἐστι κολλητικὴ
11. τραυμάτων. ἐν μέντοι τῷ κώνῳ, κᾂν εἰ παραπλησία τούτοις,
12. ἀλλ’ ἰσχυροτέρα τε ἡ δύναμίς ἐστιν, ἔν τε τῷ φλοιῷ
13. καὶ τοῖς φύλλοις, ὡς μηδὲν ἔτι τῶν προειρημένων καλῶς
14. δύνασθαι ποιεῖν, ἀλλ’ ἤδη τι δακνῶδες ἔχειν ἀνιαρόν. ἡ δὲ
15. λιγνὺς ἡ ἐκ τῶν εἰρημένων πρὸς πτίλα βλέφαρα καὶ μυδρῶντας
16. κανθοὺς καὶ περιβεβρωμένους καὶ δακρύοντάς ἐστι
17. χρήσιμος.
18. κδ΄. Περὶ πιτυούσης. Πιτυοῦσα. καὶ ταύτην τινὲς
19. εἶδος εἶναι τιθυμάλλου νομίζουσιν, ὅτι τὸν ὀπὸν ἔχει καθάπερ
ㅤ
1. ἐκεῖνοι καὶ ὅτι καθαίρει παραπλησίως ἐκείνοις καὶ τὰ
2. ἄλλα πάντα κατὰ τὴν δύναμιν ἔοικεν αὐτοῖς.
3. ㅤκε΄. Περὶ πλατάνου.΄ Πλάτανος ὑγροτέρας
4. ἐστὶ καὶ ψυχροτέρας οὐσίας οὐ πολλῷ τινι τῶν συμμέτρων.
5. διὰ τοῦτο καὶ τὰ φύλλα τὰ χλωρὰ λειωθέντα καὶ καταπλασθέντα
6. τὰς ἐν γενέσει φλεγμονὰς ὀνίνησιν οὐκ ἀσαφῶς.
7. ὁ δὲ φλοιὸς αὐτοῦ καὶ τὰ σφαιρία ξηραντικωτέρας ἤδη δυνάμεώς
8. ἐστιν, ὡς τὸν μὲν ἐν ὄξει καθεψόμενον εἰς ὀδόντων
9. ἀλγήματα παραλαμβάνεσθαι, τὰ δὲ σφαιρία μετὰ στέατος
10. ἐπὶ τῶν πυρικαύτων ἑλκῶν. εἰσὶ δ’ οἳ καὶ καύσαντες τὸν
11. φλοιὸν ξηραντικόν τε καὶ ῥυπτικὸν ἀπεργάζονται φάρμακον,
12. ὡς μεθ’ ὕδατος μὲν ἰᾶσθαι λέπρας, αὐτὸ δὲ καθ’ ἑαυτὸ
13. ἐπιπλαττόμενον τὰ δι’ ὑγρότητα πολλὴν ἕλκη παλαιὰ καὶ
14. ῥυπαρά. φυλάττεσθαι δὲ τὸν ἐπὶ τοῖς φύλλοις τοῦ δένδρου
15. χνοῦν· καὶ γὰρ τὴν ἀρτηρίαν εἰσπνευσθεὶς ἀδικεῖ, ξηραίνων
16. τε καὶ τραχύνων σφοδρῶς, καὶ κακοῖ τὴν φωνὴν, ὥσπερ γε
17. καὶ τὴν ὄψιν καὶ τὴν ἀκοὴν ὀφθαλμοῖς καὶ ὠσὶν ἐμπεσών.
18. κστ΄. Περὶ πολυγόνου. Πολύγονον ἔχει μέν τι καὶ
19. στῦφον, ἐπικρατεῖ δ’ ἐν αὐτῷ τὸ ὑδατῶδες ψυχρὸν, ὡς εἶναι
ㅤ
1. κατὰ τὴν δευτέραν τάξιν ἐν τοῖς ψύχουσι φαρμάκοις, ἢ καὶ
2. τῆς τρίτης που κατὰ τὴν ἀρχήν. ὀνίνησι γοῦν τοὺς ἐγκαιομένους
3. τὸν στόμαχον ἔξωθεν ἐπιπλασσόμενον ψυχρὸν, ὥσπερ
4. καὶ τὰ ἐρυσιπέλατα καὶ τὰς θερμὰς φλεγμονάς. ἅτε δὲ
5. τοιοῦτον ὑπάρχον καὶ ἀποκρούεται ῥεύματα καὶ ταύτῃ δοκεῖ
6. ξηραντικὸν ὑπάρχειν. διὸ καὶ τῶν ἑρπήτων ἀγαθόν ἐστιν
7. φάρμακον, ἑλκῶν τε καὶ τῶν ἄλλων, ἐναργέστατα δὲ τῶν
8. φλεγμονωδῶν τε καὶ ῥευματικῶν. ἔστι δὲ καὶ τῶν ἐναίμων
9. τραυμάτων κολλητικόν. ὀνίνησι δὲ καὶ τὰ ἐν τοῖς ὠσὶν ἕλκη,
10. κᾂν πῦον ἱκανὸν ἐν αὐτοῖς ᾖ, καὶ τοῦτο ξηραίνει. διὰ δὲ
11. τὰς αὐτὰς δυνάμεις καὶ ῥοῦν γυναικεῖον ἵστησι καὶ δυσεντερίαν
12. καὶ τὰς τοῦ αἵματος ἀναγωγὰς καὶ ὁποθενοῦν ἑτέρωθεν
13. ἀμετροτέρας φοράς. φησὶ δὲ Διοσκορίδης καὶ οὖρα
14. προκαλεῖσθαι αὐτὸ τοῖς στραγγουριῶσιν διδόμενον, οὐ μὴν
15. διαιρεῖταί γε τὴν διάθεσιν ἀκριβῶς ἐφ’ ἧς χρὴ διδόναι. ἔστι
16. δὲ εἰς ἅπαντα τὰ εἰρημένα τὸ ἄῤῥεν τοῦ θήλεος
17. ἰσχυρότερον.
18. κζ΄. Περὶ πολυγάλου. Πολύγαλον αὐστηρὰ μετρίως
ㅤ
1. ἔχει τὰ φύλλα. δοκεῖ δὲ πινόμενα γάλα γεννᾷν, ὥστ’ ἐπικρατοίη
2. ἂν ἐν αὐτῷ τὸ θερμὸν καὶ ὑγρόν.
3. κη΄. Περὶ πολυγονάτου. Πολυγόνατον μικτῆς ἐστι
4. δυνάμεώς τε καὶ ποιότητος. ἔχει γάρ τι καὶ στύψεως καὶ
5. δριμύτητος καὶ πικρότητος καί τινος ἀηδίας ἀῤῥήτου. ταῦτ’
6. ἄρα οὐδὲ πολύχρηστόν ἐστιν ἀλλ’ ἢ μόνον ὅτι τὴν ῥίζαν
7. ἐπιπλάττουσι τραύμασιν ἔνιοι. εἰσὶ δ’ οἳ τοὺς ἐν προσώπῳ
8. σπίλους ἀποῤῥύπτουσιν δι’ αὐτοῦ.
9. κθ΄. Περὶ πολεμωνίου. Πολεμώνιον, οἱ δὲ φιλεταίριον,
10. ἔνιοι δὲ ὥσπερ καὶ Καππαδόκαι χιλιοδύναμιν, λεπτομεροῦς
11. τ’ ἐστὶ καὶ ξηραντικῆς δυνάμεως, ὅθεν ἔνιοι πρὸς
12. ἰσχιάδας καὶ δυσεντερίαν καὶ σκιῤῥούμενον σπλῆνα διδόασι
13. πίνειν τὴν ῥίζαν αὐτοῦ μετ’ οἴνου.
14. ㅤλ΄. Περὶ πολίου. Πόλιον πικρὸν γευομένοις
15. ἐστὶ καὶ μετρίως δριμύ. ἐκφράττει τοιγαροῦν ἅπαντα τὰ
16. σπλάγχνα καὶ οὖρα καὶ ἔμμηνα κινεῖ, καὶ χλωρὸν μὲν ὑπάρχον
17. ἔτι κολλᾷ τὰ μεγάλα τραύματα καὶ μάλιστα τὸ θαμνῶδες
18. εἶδος αὐτοῦ. ξηρὸν δὲ γενόμενον ἰᾶται τὰ κακοήθη
ㅤ
1. τῶν ἑλκῶν ἐπιπαττόμενον καὶ μᾶλλον τοῦτο δρᾷ τὸ
2. μικρότερον.
3. λα΄. Περὶ πολίου μικροῦ. Πόλιον τὸ μικρὸν, ᾧ καὶ
4. εἰς τὰς ἀντιδότους χρώμεθα· καὶ γὰρ καὶ δριμύτερον καὶ
5. πικρότερόν ἐστι τοῦτο τοῦ μείζονος, ὡς ἐκ μὲν τῆς τρίτης
6. τάξεως εἶναι τῶν ξηραινόντων, ἐκ δὲ τῆς δευτέρας συμπεπληρωμένης
7. τῶν θερμαινόντων.
8. λβ΄. Περὶ πολυκνήμου. Πολύκνημον ξηραίνει καὶ
9. θερμαίνει κατὰ τὴν δευτέραν ἀπόστασιν, ὥστε καὶ διὰ τοῦτο
10. τραυμάτων ἐστὶ κολλητικόν.
11. λγ΄. Περὶ ποταμογείτονος. Ποταμογείτων στύφει καὶ
12. ψύχει παραπλησίως πολυγόνῳ. παχυμερεστέρα δ’ ἐστὶν ἡ
13. οὐσία αὐτοῦ τῆς πολυγόνου.
14. ㅤλδ΄. Περὶ πολυποδίου. Πολυπόδιον τὴν γλυκεῖαν
15. ἅμα καὶ αὐστηρὰν ἐπικρατοῦσαν ἔχει ποιότητα, ὡς
16. εἶναι δυνάμεως ξηραντικῆς ἱκανῶς ἀδήκτου.
17. λε΄. Περὶ πρασίου. Πράσιον ὥσπερ τῇ γεύσει πικρόν
18. ἐστιν, οὕτω καὶ χρωμένοις ὁμολογοῦσαν ἔχει τῷ τοιούτῳ
ㅤ
1. χυμῷ τὴν ἐνέργειαν, ἐκφράττον καὶ ἧπαρ καὶ σπλῆνα
2. καὶ τὰ κατὰ θώρακα καὶ πνεύμονα διακαθαῖρον, ἔμμηνά τε
3. προτρέπον. ἀλλὰ καὶ καταπλασσόμενον ῥύπτει τε καὶ διαφορεῖ.
4. καὶ θείη ἄν τις αὐτὸ κατὰ μὲν τὴν θερμότητα τῆς
5. δευτέρας που τάξεως ἤδη συμπληρουμένης, κατὰ δὲ τὴν ξηρότητα
6. τῆς τρίτης, ἤτοι μεσούσης καὶ συμπληρουμένης. τῷ
7. χυλῷ δ’ αὐτοῦ καὶ πρὸς ὀξυδερκίαν μὲν χρῶνται μετὰ μέλιτος,
8. οὐ μὴν ἀλλὰ καὶ διὰ ῥινῶν ἰκτέρους καθαίρουσι,
9. καὶ πρὸς ὤτων ὀδύνας ἤδη κεχρονισμένας αὐτὸ παραλαμβάνουσι,
10. ἐφ’ ὅσον ἐκφράξαι καὶ διακαθῆραι τόν τε πόρον αὐτὸν
11. καὶ τὰς τῶν μηνίγγων ἀποφύσεις ἐστὶ χρεία.
12. λστ΄. Περὶ προπόλεως. Πρόπολις ῥυπτικῆς μέν ἐστιν
13. οὐκ ἰσχυρᾶς δυνάμεως, ἑλκτικῆς δ’ ἱκανῶς ἰσχυρᾶς. ἔστι
14. γὰρ λεπτομερὴς τὴν οὐσίαν. θερμαίνει δὲ κατὰ τὴν δευτέραν
15. ἀπόστασιν ἤδη συμπληρουμένην καὶ τρίτην ἀρχομένην.
16. λζ΄. Περὶ πταρμικῆς. Πταρμικῆς τὰ μὲν ἄνθη πταρμικῆς
17. ἐστι δυνάμεως, ὅθεν περ καὶ τῇ πόᾳ τοὔνομα. ὅλον
18. τὸ θαμνίον ὑπώπιά τε καὶ τὰς ἄλλας ἐκχυμώσεις διαφορεῖ.
ㅤ
1. ἔστι γὰρ ἡ κρᾶσις ㅤαὐτοῦ θερμὴ καὶ ξηρὰ, χλωρὰ μὲν
2. ἔτι κατὰ τὴν δευτέραν τάξιν, εἰ δὲ ξηρανθείη, κατὰ τὴν
3. τρίτην.
4. λη΄. Περὶ πτελέας. Πτελέας τοῖς φύλλοις ἐκολλήσαμέν
5. ποτε πρόσφατον τραῦμα, θαῤῥήσαντες τῷ στυπτικήν τε
6. ἅμα καὶ ῥυπτικὴν δύναμιν ἐμφέρεσθαι αὐτοῖς. ὁ δὲ φλοιὸς
7. ἔτι καὶ μᾶλλον ὑπόπικρός τέ ἐστι καὶ στυπτικὸς, ὥστε καὶ
8. λέπραν ἰᾶται σὺν ὄξει καὶ χλωρὸς δὲ ὢν ἔτι καὶ πρόσφατος,
9. ἐὰν ὡς ἐπίδεσμος περιελιχθῇ τοῖς τραύμασιν, κολλᾷν
10. αὐτὰ δύναται. καὶ αἱ ῥίζαι δὲ τῆς αὐτῆς εἰσι δυνάμεως,
11. ὥστε καὶ τῷ ἀφεψήματι καταντλοῦσίν τινες, ὅσα πωρώσεως
12. δεῖται κατάγματα.
13. λθ΄. Περὶ πτέριδος καὶ θηλυπτερίδος. Πτέρις ῥίζαν
14. μάλιστ’ ἔχει χρήσιμον. ἀναιρεῖ γὰρ ἕλμινθα πλατεῖαν, εἰ τεσσάρων
15. δραχμῶν ὁλκήν τις αὐτῆς ἐν μελικράτῳ λάβοι. κατὰ
16. δὲ τὸν αὐτὸν τρόπον ἔμβρυα τὰ μὲν ζῶντα διαφθείρειν, τὰ
17. νεκρὰ δ’ ἐκβάλλειν οὐδὲν θαυμαστόν. ἔστι γὰρ πικρὰ βραχύ
18. τι στύψεως μετέχουσα. διὸ καὶ κατὰ τῶν ἑλκῶν ἐπιτιθεμένη
ㅤ
1. δυνάμεώς ἐστιν ἰσχυρῶς ξηραντικῆς, οὐ μέντοι δακνώδης.
2. ὁμοίαν δ’ αὐτῇ καὶ ἡ θηλυπτερὶς ὀνομαζομένη τὴν δύναμιν
3. ἔχει.
4. μ΄. Περὶ πυκνοκόμου. Πυκνοκόμου καὶ ἡ ῥίζα καὶ
5. ὁ καρπὸς καὶ τὰ φύλλα διαφορητικῆς ἐστι καὶ ἑλκτικῆς δυνάμεως,
6. ὄντα καὶ πρὸς τὴν γεῦσιν δριμέα. τὰ μὲν οὖν
7. φύλλα φύματά τε καὶ δοθιῆνας διαφορεῖ, ὁ δὲ καρπὸς ἰσχυρότερος
8. ὑπάρχει, καὶ ταῦτα μὲν ἐργάζεσθαι πέφυκε, μιγνύμενός
9. τινι τῶν διαφορητικῶν καταπλάσματι, οἷόν πέρ ἐστι
10. καὶ τὸ διὰ τοῦ κριθίνου· καὶ σκόλοπας δὲ καὶ ὅσα τοιαῦτα
11. πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν ἐπισπᾶται. ἡ δὲ ῥίζα πρὸς τὰ
12. μὲν προειρημένα χείρων ἐστὶ καὶ ἀσθενεστέρα, χολῆς μέντοι
13. τῆς ξανθῆς καθαρτική.
14. μα΄. Περὶ πυρέθρου. Πυρέθρου τῇ ῥίζῃ χρώμεθα
15. μάλιστα καυστικὴν ἐχούσῃ δύναμιν, καθ’ ἣν ὀδόντων τε
16. ἐψυγμένων ὀδύνας πραΰνει καὶ πρὸ τῶν κατὰ περίοδον ῥιγῶν
17. ἀνατρίβεται μετ’ ἐλαίου καὶ τοὺς ναρκώδεις καὶ παρειμένους
18. ὠφελεῖ.
1. μβ΄. Περὶ πυροῦ. Πυρὸς ὡς τροφὴ μὲν ὁποίας ἐστὶ
2. φύσεως οὐ τῆς νῦν ἔνεστι πραγματείας, ὡς φάρμακον δ’
3. ἔξωθεν ἐπιτιθέμενος ἐκ τῆς πρώτης ἐστὶ τάξεως τῶν θερμαινόντων,
4. οὐ μὴν οὔτε ξηραίνειν οὔθ’ ὑγραίνειν ἐπιφανῶς
5. πέφυκεν. ἔχει δέ τι καὶ γλίσχρον καὶ ἐμφρακτικόν. τὸ
6. δ’ ἐξ αὐτοῦ σκευαζόμενον ἄμυλον ψυχρότερόν τε καὶ ξηραντικώτερον
7. αὐτοῦ γίνεται. καὶ τὸ ἐξ ἄρτου δὲ κατάπλασμα
8. διαφορητικωτέρας ἐστὶ δυνάμεως ἤπερ τὸ ἐκ τῶν πυρῶν,
9. ὡς ἂν καὶ ἁλῶν καὶ ζύμης προειληφότος τοῦ ἄρτου. δυνάμεως
10. γὰρ ἐπισπαστικῆς τε καὶ διαφορητικῆς τῶν ἐκ τοῦ
11. βάθους ἐστὶν ἡ ζύμη.