Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 8.18, ed. Kühn, 1826, vol. 12, p. 117-137. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:8.18

7. α΄. Περὶ σαγαπηνοῦ. Σαγαπηνὸν ὀπός
8. ἐστι θερμὸς καὶ λεπτομερὴς, ὡσαύτως τοῖς ἄλλοις ὀποῖς.
9. ἔχει δέ τι καὶ ῥυπτικὸν, ᾧ καὶ τὰς ἐν ὀφθαλμοῖς οὐλὰς
10. ἀποκαθαίρει τε καὶ λεπτύνει. οὐ μὴν ἀλλὰ καὶ ὑποχύσεσι
11. καὶ ἀμβλυωπίαις ταῖς διὰ πάχος ὑγρῶν γινομέναις ἀγαθόν
12. ἐστι φάρμακον. αὐτὸ δὲ τὸ φυτὸν ἐξ οὗ γίνεται νάρθηκι
13. παραπλήσιον ὑπάρχον ἀσθενές τε καὶ ἄχρηστόν ἐστιν, ὀνομάζεται
14. δὲ δηλονότι πρότερον ἐκεῖνο σαγαπηνόν. ὁ γὰρ ὀπὸς
15. αὐτοῦ καταχρωμένοις οὕτω προσαγορεύεται, καθάπερ καὶ
16. ἄλλα πολλὰ δι’ ἐλλιποῦς λέξεως ὀνομάζομεν ἐκ καταχρήσεως.
17. τελεώτερον γὰρ ἦν λέγειν αὐτὸν οὐ σαγαπηνὸν, ἀλλ’
18. ὀπὸν σαγαπηνοῦ.

1. β΄. Περὶ σαμψύχου. Σάμψυχον λεπτομεροῦς ἐστι καὶ
2. διαφορητικῆς δυνάμεως. ξηραίνει τε γὰρ καὶ θερμαίνει κατὰ
3. τὴν τρίτην τάξιν.

4. γ΄ Περὶ σαπρότητος τῶν ξύλων. Σαπρότης ξύλων, καὶ
5. μάλιστα ὅσα μετέχει στύψεώς τε ἅμα καὶ ῥύψεως, ὥσπερ καὶ
6. ἡ πτελέα, καθαίρει καὶ ἀναπληροῖ τὰ ὑγρὰ τῶν ἑλκῶν.

7. δ΄. Περὶ σαρκοκόλλης. Σαρκοκόλλα δάκρυόν
8. ἐστι δένδρου περσικοῦ, μικτὴν ἔχουσα δύναμιν ἐξ ἐμπλαστικῆς
9. τέ τινος οὐσίας καὶ βραχείας πικρᾶς, ὅθεν ἀδήκτως ξηραίνει
10. καὶ διὰ τοῦτο τραύματα δύναται κολλᾷν.

11. ε΄. Περὶ σατυρίου. Σατύριον ἢ τρίφυλλον ὑγρόν ἐστι
12. καὶ θερμὸν τὴν κρᾶσιν, διὸ καὶ γευόμενον φαίνεται γλυκύ.
13. περιττωματικὴν μέντοι καὶ φυσώδη τὴν ὑγρότητα κέκτηται
14. καὶ διὰ τοῦτο παρορμᾷ πρὸς ἀφροδίσια. ταῦτα δὲ καὶ ἡ ῥίζα
15. τῆς βοτάνης δρᾷν πέφυκεν. ὡς δέ τινες γράφουσι, καὶ ὀπισθότονον
16. ἰᾶται, μετ’ οἴνου μέλανος αὐστηροῦ πινόμενον.

17. στ΄. Περὶ σελίνου. Σέλινον εἰς τοσοῦτον θερμόν ἐστιν,
18. ὡς οὖρά τε καὶ καταμήνια κινεῖν. ἔστι δὲ καὶ ἄφυσον καὶ
1. μᾶλλον τῆς πόας τὸ σπέρμα. καὶ τοῦ ὀρεοσελίνου δὲ καὶ
2. τοῦ ἱπποσελίνου παραπλήσιος ἡ δύναμις. ἀσθενέστερον δὲ
3. τὸ ἱπποσέλινον, ὥσπερ ἰσχυρότερον τὸ ὀρεοσέλινον.

4. ζ΄. Περὶ σέρεως. Σέρις ὑπόπικρόν ἐστι λάχανον καὶ
5. μᾶλλον τὸ ἄγριον. ὅπερ καὶ δι’ αὐτὸ τοῦτο πικρίδα προσαγορεύουσιν
6. ἔνιοι, τινὲς δὲ κιχώριον ὀνομάζουσιν. ἔστι δ’
7. αὐτὴ ξηρᾶς μὲν καὶ ψυχρᾶς κράσεως ἀμφότερα κατὰ τὴν
8. πρώτην ἀπόστασιν ἔχουσα. ἡ δ’ ἥμερος ἐπὶ μᾶλλον μὲν
9. ψύχει τῆς ἀγρίας, ἐπιμιξίᾳ δὲ πολλῆς ὀθνίας ὑγρότητος
10. ἀπόλλυσι τὸ ξηραίνειν. ἀμφότεραι δὲ μετέχουσι τῆς στυφούσης
11. ποιότητος, ὥσπερ καὶ ἡ χονδρίλη· καὶ γὰρ αὐτὸ
12. σέρεως εἶδός ἐστιν.

13. η΄. Περὶ σερίφου. Σέριφον. εἴρηται μὲν περὶ τούτου
14. κατὰ τὸ ἕκτον βιβλίον ἐν τῷ περὶ ἀψινθίου λόγῳ. παραπλήσιον
15. μὲν γάρ ἐστιν ἀψινθίῳ κατὰ τὴν ἰδέαν καὶ τὴν
16. γεῦσιν, ὅμως μὴν διαλλάττει, κατὰ μὲν τὴν γεῦσιν τῷ μήθ’
17. ὁμοίως ἐκείνῳ στύφειν καὶ μᾶλλον θερμαίνειν τε καὶ πικράζειν
18. μετά τινος ἁλυκότητος· ἐν δὲ τῇ δυνάμει τῷ κακοστόμαχον
1. εἶναι καὶ μᾶλλον ἀψινθίου κτείνειν ἕλμινθας, ἔξωθέν
2. τε ἐπιτιθέμενον καὶ εἴσω τοῦ σώματος λαμβανόμενον. καὶ
3. δὴ καὶ θερμαίνειν μὲν ἐκ τῆς δευτέρας τάξεως ἐπιτεταμένης
4. θετέον αὐτὸ, ξηραίνειν δὲ κατὰ τὴν τρίτην.

5. θ΄. Περὶ σεσέλεως. Σέσελι. καὶ ἡ ῥίζα μὲν, ἔτι δὲ
6. καὶ ὁ καρπὸς τῶν θερμαινόντων εἰς τοσοῦτόν ἐστιν ὡς
7. ἱκανῶς οὐρητικὸν ὑπάρχειν φάρμακον. ἔστι δὲ καὶ λεπτομερὲς,
8. ὡς καὶ πρὸς ἐπιληψίας τε καὶ ὀρθοπνοίας ἁρμόττειν.

9. ι΄. Περὶ σησάμου. Σήσαμον οὐκ ὀλίγον ἔχει τὸ γλίσχρον
10. ἐν αὑτῷ καὶ λιπαρὸν, ὅθεν ἐμπλαστικόν τ’ ἐστὶν ἅμα
11. καὶ μαλακτικὸν καὶ μετρίως θερμόν. τῆς δ’ αὐτῆς δυνάμεώς
12. ἐστι καὶ τὸ ἔλαιον τὸ ἐξ αὐτοῦ. καὶ τῆς πόας δὲ τὸ ἀφέψημα
13. παραπλησίας ἐστὶ δυνάμεως.

14. ια΄. Περὶ σησαμοειδοῦς. Σηταμοειδὲς τὸ μέγα, ὅπερ
15. καὶ Ἀντικυρικὸς ἐλλέβορος ὠνόμασται διὰ τὸ καθαίρειν
16. αὐτοῦ τὸ σπέρμα παραπλησίως ἐλλεβόρῳ. τοῦτο καὶ τῇ
17. ἄλλῃ δυνάμει παραπλήσιόν ἐστιν ἐλλεβόρῳ. καὶ μέντοι καὶ
18. κατὰ τὸ ῥύπτειν τε καὶ θερμαίνειν καὶ ξηραίνειν ὅμοιον
19. ἐκείνῳ τὴν δύναμίν ἐστιν.

1. ιβ΄. Περὶ σησαμοειδοῦς τοῦ λευκοῦ. Σησαμοειδοῦς τοῦ
2. λευκοῦ τὸ σπέρμα μετέχει μέν τινος καὶ δριμείας ποιότητος.
3. πικρὸν δ’ ἱκανῶς ἐστι. θερμαίνει τοιγαροῦν καὶ ῥήσσει καὶ
4. ῥύπτει.

5. ιγ΄. Περὶ σιδηρίτιδος. Σιδηρῖτις ἔχει μέν τι καὶ ῥυπτικὸν,
6. ἀλλὰ τό γε πλέον αὐτῆς ὑγρόν ἐστι καὶ μετρίως
7. ψυχρὸν, ὀλίγης δέ τινος μετείληφε στύψεως, ὅθεν ἀφλέγμαντός
8. τ’ ἐστὶ καὶ κολλητικός. καλοῦσι δ’ ἔνιοι καὶ τὴν Ἀχίλλειον
9. σιδηρῖτιν ἐμφερῆ μὲν τῇ προειρημένῃ κατὰ τὴν
10. δύναμιν οὖσαν, εἴς γε τὰ νῦν εἰρημένα, πλεονεκτούσης δ’
11. αὐτῆς τῇ στύψει. διὸ καὶ πρὸς αἱμοῤῥαγίας τε καὶ δυσεντερίας
12. καὶ τοὺς γυναικείους ἁρμόττει ῥοῦς.

13. ιδ΄. Περὶ σικύου ἐδωδίμου. Σίκυος ἐδώδιμος ὁ μὲν
14. ἤδη πέπων λεπτομερεστέρας ἐστὶν οὐσίας, ὁ δὲ μὴ τοιοῦτος
15. παχυμερεστέρας. οὐ μὴν ἀλλὰ καὶ ῥυπτικῆς τε καὶ τμητικῆς
16. μετειλήφασι δυνάμεως, ὅθεν οὐρητικοί τ’ εἰσὶ καὶ λαμπρύνουσι
17. τὸ σῶμα, καὶ μᾶλλον εἰ ξηράνας τις τὸ σπέρμα, κᾄπειτα
18. κόψας τε καὶ σήσας ῥύμματι χρῷτο. κρατεῖ δ’ ἐν αὐτοῖς
1. ὑγρὰ καὶ ψυχρὰ κρᾶσις, οὐ μὴν ἰσχυρῶς, ἀλλ’ ὡς ἐν τῇ
2. δευτέρᾳ που τάξει τίθεται. εἰ μέντοι τις τὸ σπέρμα ξηραίνειεν
3. ἢ τὴν ῥίζαν, οὐκέτ’ οὐδὲ τῆς ὑγρᾶς ἐστι φύσεως, ἀλλ’
4. ἤδη τῆς ξηραινούσης κατὰ τὴν πρώτην που τάξιν, ἢ καὶ
5. τὴν δευτέραν ἀρχομένην. ἔστι δὲ καὶ τὸ ῥυπτικὸν ἐν τούτοις
6. πλέον ἢ ἐν τῇ σαρκὶ τοῦ καρποῦ.

7. ιε΄. Περὶ σικύου ἀγρίου. Σικύου ἀγρίου καὶ ὁ τοῦ
8. καρποῦ χυλὸς, ὃν ἐλατήριον ὀνομάζουσιν, οὐχ ἥκιστα δὲ καὶ
9. ὁ τῆς ῥίζης τε καὶ τῶν φύλλων, ἐπιτήδειοι τυγχάνουσιν ὄντες
10. εἰς τὰς ἰάσεις. τὸ μὲν οὖν ἐλατήριον ἔμμηνα προκαλεῖται
11. καὶ τὰ κυούμενα διαφθείρει προστιθέμενον, ὥσπερ καὶ
12. τὰ ἄλλα τὰ πικρά τε ἅμα καὶ λεπτομερῆ, μάλιστα εἰ καὶ
13. θερμότητός τινος μετέχει, καθάπερ οὖν καὶ τὸ ἐλατήριον.
14. ἄκρως μὲν γάρ ἐστι πικρὸν, ἐπ’ ὀλίγον δὲ θερμὸν, ὡς ἐκ τῆς
15. δευτέρας τάξεως εἶναι κατὰ θερμότητα. εὐθὺς δὲ τὸ τοιοῦτον
16. καὶ διαφορητικῆς ἐστι δυνάμεως· οὕτω γοῦν αὐτῷ καὶ
17. συναγχικοὺς διαχρίουσιν ἔνιοι μετὰ μέλιτος, ἢ ἐλαίου παλαιοῦ.
18. ἀγαθὸν δὲ καὶ τοῖς ἰκτερικοῖς ἐγχεόμενον μετὰ γάλακτος
19. ταῖς ῥισίν. οὕτω δὲ χρώμενον καὶ κεφαλαλγίας ἰᾶται. 
1. τὸ μὲν οὖν ἐλατήριον τοιοῦτον, ὁ δὲ τῆς ῥίζης χυλὸς, ὥσπερ
2. γε καὶ ὁ τῶν φύλλων, ὅμοιοι μὲν ἐλατηρίῳ τὴν δύναμιν,
3. ἀσθενέστεροι δέ. καὶ αὐτὴ δὲ ἡ ῥίζα παραπλησίας ἐστὶ δυνάμεως.
4. καὶ γὰρ ῥύπτει καὶ διαφορεῖ καὶ μαλάττει, ξηραντικώτερος
5. δ’ αὐτῆς ἐστιν ὁ φλοιός.

6. ιστ΄. Περὶ σιλφίου. Σιλφίου θερμότατος μέν
7. ἐστιν ὁ ὀπὸς, οὐ μὴν ἀλλὰ καὶ τὰ φύλλα καὶ ὁ καυλὸς καὶ
8. ἡ ῥίζα θερμαίνει γενναίως. ἔστι δὲ φυσωδεστέρας οὐσίας
9. ἅπαντα καὶ κατὰ τοῦτο δύσπεπτα. ἔξωθεν μέντοι κατὰ τοῦ
10. σώματος ἐπιτιθέμενα δραστηριωδέστερα, καὶ μάλιστα πάντων
11. ὁ ὀπὸς ἑλκτικῆς ἱκανῶς ὑπάρχων δυνάμεως. καὶ μὲν
12. δὴ καὶ καθαιρετικὸν καὶ ἀποτηκτικόν τι ἔχει διὰ τὴν προειρημένην
13. αὐτοῦ κρᾶσιν.

14. ιζ΄. Περὶ σίσωνος. Σίσων θερμὸς καὶ ὑπόπικρός ἐστι
15. τὴν γεῦσιν. ὅθεν οὐρητικός τ’ ἐστὶ καὶ πεπτικὸς, ἐμμήνων
16. τε προκλητικὸς ἐκφρακτικός τε τῶν κατὰ τὰ σπλάγχνα πασῶν
17. ἐμφράξεων.

18. ιη΄. Περὶ σίου. Σίον, εἰς ὅσον ἀρωματίζει πως κατὰ
19. τὴν γεῦσιν, εἰς τοσοῦτον καὶ θερμαινούσης πως μετείληφε
1. δυνάμεως. ἔστι δὲ διαφορητικόν τε καὶ διουρητικὸν καὶ λίθων
2. τῶν ἐν νεφροῖς θρυπτικὸν καὶ ἐμμήνων ἀγωγόν.

3. ιθ΄. Περὶ σισάρου ῥίζης. Σισάρου ἡ ῥίζα
4. ἑφθεῖσα εὐστόμαχός τέ ἐστι καὶ οὐρητικὴ, θερμαίνουσα κατὰ
5. τὴν δευτέραν τάξιν, ἔχουσα δέ τι καὶ πικρότητος καί τι
6. στύψεως βραχείας.

7. κ΄. Περὶ σισυμβρίου. Σισύμβριον λεπτομεροῦς διαφορητικῆς,
8. θερμαινούσης καὶ ξηραινούσης κατὰ τὴν τρίτην τάξιν
9. ἐστὶ δυνάμεώς τε καὶ κράσεως. καὶ τὸ σπέρμα δ’ αὐτοῦ
10. λεπτομερές τε καὶ θερμόν ἐστιν, ὅθεν σὺν οἴνῳ τινὲς αὐτὴν
11. διδόασι τοῖς τε λύζουσιν καὶ τοῖς στροφουμένοις.

12. κα΄. Περὶ σισυμβρίου. Σισύμβριον, ὅπερ ἔνιοι καρδαμίνην
13. ὀνομάζουσιν, ἐπειδὴ καρδαμώμου τι παραπλήσιον
14. ἔχει κατὰ τὴν γεῦσιν, ὅταν μὲν ξηρὸν ᾖ, τῆς τρίτης ἐστὶ
15. τάξεως τῶν ξηραινόντων τε ἅμα καὶ θερμαινόντων, ὅταν
16. δ’ ὑγρόν τε καὶ χλωρὸν, τῆς δευτέρας.

17. κβ΄. Περὶ σκάνδικος. Σκάνδιξ τῶν ἀγρίων ἐστὶ λαχάνων,
18. ὑπόδριμύ τε καὶ πικρὸν, ὡς εἶναι ἐν τῷ ξηραίνειν τε
1. καὶ τῷ θερμαίνειν ἤτοι τῆς δευτέρας τάξεως ἐπιτεταμένης ἢ
2. τρίτης ἀρχομένης. οὐρητικὸν δ’ ἱκανῶς ἐστι καὶ τῶν σπλάγχνων
3. ἐκφρακτικὸν, ἐκ τῶν εἰρημένων ποιοτήτων συγκείμενον.

4. κγ΄. Περὶ σκίλλας Σκίλλα τμητικῆς ἱκανῶς ἐστι δυνάμεως,
5. οὐ μὴν ἰσχυρῶς γε θερμῆς, ἀλλὰ κατά γε τοῦτο
6. θείη ἄν τις αὐτὴν ἐν τῇ δευτέρᾳ τάξει τῶν θερμαινόντων.
7. ἄμεινον δ’ ὀπτῶντας ἢ ἑψοῦντας λαμβάνειν· ἐκλύεται γὰρ
8. οὕτως αὐτῆς τὸ σφοδρὸν τῆς δυνάμεως.

9. κδ΄. Περὶ σκολύμου ῥίζης. Σκολύμου ἡ ῥίζα πλῆθος
10. οὔρων ἄγει δυσωδῶν, εἴ τις αὐτὴν ἐν οἴνῳ καθεψήσας πίνοι.
11. καὶ διὰ τοῦτο καὶ τὰς δυσωδίας ἰᾶται τῶν τε μασχαλῶν
12. καὶ ὅλου τοῦ σώματος. τοῦτο μὲν οὖν ὡς καθαρτικῷ τοιούτου
13. χυμοῦ τῷ φαρμάκῳ καθ’ ὅλην ὑπάρχει τὴν οὐσίαν.
14. ἡ δὲ κατὰ τὰς ποιότητας ἐνέργεια θερμὸν μὲν κατὰ τὴν
15. δευτέραν τάξιν ἤδη πληρουμένην ἢ τρίτην ἀρχομένην ἐνδείκνυται
16. τὸ φάρμακον, ξηρὸν δὲ κατὰ τὴν δευτέραν.

17. κε΄. Περὶ σκορδίου. Σκόρδιον. ἐκ πολυειδῶν τοῦτο
18. καὶ χυμῶν καὶ δυνάμεων σύγκειται. καὶ γὰρ καὶ πικρὸν ἔχει
1. τι καὶ στρυφνὸν καὶ δριμὺ, καὶ μάλιστά γε σκορόδῳ προσέοικεν
2. αὐτοῦ τὸ δριμὺ, ὅθεν, οἶμαι, καὶ τὴν προσηγορίαν
3. ἀπηνέγκατο. διακαθαίρει τοιγαροῦν ἅμα καὶ θερμαίνει τὰ
4. σπλάγχνα καὶ καταμήνια καὶ οὖρα κινεῖ καὶ σπάσματα καὶ
5. ῥήγματα καὶ πλευρῶν ἀλγήματα κατ’ ἔμφραξιν καὶ ψύξιν
6. ἰᾶται πινόμενον, κολλᾷ μὲν τὰ μεγάλα τραύματα χλωρὸν
7. ἐπιπλασσόμενον, ἀνακαθαίρει δὲ τὰ ῥυπαρὰ, καὶ εἰς οὐλὴν
8. ἄγει τὰ κακοήθη ξηρὸν ἐπιπασσόμενον.

9. κστ΄. Περὶ σκορόδου. Σκόροδον ξηραίνει καὶ
10. θερμαίνει κατὰ τὴν τετάρτην ἀπόστασιν. τὸ δ’ ὀφιοσκόροδον
11. ὀνομαζόμενον ἄγριόν ἐστι σκόροδον ἰσχυρότερον τοῦ
12. ἡμέρου, ὥσπερ καὶ τὰ ἄλλα τὰ ἄγρια.

13. κζ΄. Περὶ σκορδοπράσου. Σκορδόπρασον ὥσπερ ἐν τῇ
14. γεύσει τε καὶ τῇ ὀσμῇ μικτὴν σκόρδου τε καὶ πράσου κέκτηται
15. ποιότητα, κατὰ τὸν αὐτὸν τρόπον κᾀν τῇ δυνάμει.

16. κη΄. Περὶ σκορπιοειδοῦς. Σκορπιοειδὲς θερμαίνει μὲν
17. κατὰ τὴν τρίτην τάξιν, ξηραίνει δὲ κατὰ τὴν δευτέραν.

1. κθ΄. Περὶ σμίλακος. Σμῖλαξ ἢ τάξος δένδρον ἐστὶ
2. δηλητηρίου δυνάμεως.

3. λ΄. Περὶ σμύρνης. Σμύρνα τῆς δευτέρας ἐστὶ τάξεως
4. τῶν θερμαινόντων τε καὶ ξηραινόντων. ἐπιπλαττομένη γοῦν
5. τοῖς ἐν κεφαλῇ τραύμασιν κολλᾷν αὐτὰ δύναται. μετέχει δὲ
6. καὶ πικρότητος οὐκ ὀλίγης, δι’ ἣν ἔμβρυα καὶ ἕλμινθας
7. κτείνει τε καὶ ἐκβάλλει. ὑπάρχει δ’ αὐτῇ καὶ τὸ ῥυπτικὸν
8. ἐντεῦθεν. οὕτω γοῦν καὶ ταῖς ὀφθαλμικαῖς μίγνυται δυνάμεσιν,
9. ὅσαι πρὸς ἕλκη καὶ οὐλὰς παχείας συντίθενται. κατὰ
10. δὲ τὴν αὐτὴν αἰτίαν ἐπιμίγνυται τοῖς πρὸς βῆχα χρονίαν
11. καὶ ἆσθμα διδομένοις φαρμάκοις, οὐ μὴν τραχύνει γε τὴν
12. ἀρτηρίαν ὡς ἔνια τῶν ῥυπτόντων, ἀλλ’ οὕτως ἔχει μετρίαν
13. τὴν ῥύψιν, ὥστ’ ἔνιοι καὶ τοῖς ἀρτηριακοῖς ὀνομαζομένοις
14. φαρμάκοις μιγνύουσιν αὐτὴν ὡς θερμαῖνόν τε καὶ ξηραῖνον
15. αὐτάρκως φάρμακον, οὐδὲν εὐλαβούμενοι· τὴν ἐκ τῆς πικρότητος
16. ῥύψιν.

17. λα΄. Περὶ σμύρνης βοϊκῆς. Σμύρνα βοϊκὴ δύναμιν ἔχει
18. θερμαντικὴν, διαχυτικὴν, μαλακτικήν.

1. λβ΄. Περὶ σμυρνίου. Σμύρνιον, οἱ δ’ ἱπποσέλινον
2. ὀνομάζουσιν ἄγριον, ἐκ ταὐτοῦ γένους ἐστὶ καὶ
3. τοῦτο τῷ σελίνῳ τε καὶ πετροσελίνῳ. καὶ εἴη ἂν σελίνου μὲν
4. ἰσχυρότερον, πετροσελίνου δὲ ἀσθενέστερον. ἐμμήνων τε οὖν
5. ἀγωγόν ἐστι καὶ οὐρητικὸν καὶ θερμὸν καὶ ξηρὸν κατὰ τὴν
6. τρίτην τάξιν. οἱ δ’ ἐν Κιλικίᾳ πετροσέλινον ὀνομάζουσιν ἐν
7. τῷ Ἀμάνῳ γεννώμενον. ἔστι μέντοι καὶ αὐτὸ σμύρνιον, ἧττον
8. δ’ ἐστὶν δριμὺ πετροσελίνου καὶ σμυρνίου, καὶ διὰ τοῦτο
9. καὶ κατὰ τραυμάτων ἐπιτίθεσθαι δύναται τῷ ξηραίνειν ἀλύπως.
10. ἀλλὰ καὶ διαφορητικόν ἐστι τῶν ἐσκληρυσμένων. ἡ δ’
11. ἄλλη δύναμις αὐτοῦ παραπλησία σελίνῳ τ’ ἐστὶ καὶ πετροσελίνῳ,
12. διὸ καὶ τῷ σπέρματι χρώμεθα πρὸς τὰ καταμήνιά
13. τε καὶ οὖρα καὶ ἄσθματα.

14. λγ΄. Περὶ σόγχου. Σόγχος ἐπειδὰν μὲν τελειωθῇ,
15. τῶν ἀκανθωδῶν ἐστιν φυτῶν, χλωρὸς δ’ ἔτι καὶ ἁπαλὸς
16. ἐσθίεται τοῖς ἄλλοις ἀγρίοις λαχάνοις ὡσαύτως. ἡ κρᾶσις
17. δ’ αὐτοῦ μικτή πώς ἐστι, σύγκειται γὰρ ἐξ ὑδατώδους
18. τε καὶ γεώδους οὐσίας, ἀμφοῖν ἀτρέμα ψυχρῶν. καὶ γὰρ
19. στύψεώς τι μετέχει καὶ σαφῶς ἐμψύχει, καταπλασσόμενός τε
1. καὶ ἐσθιόμενος. ἐπειδὴ δὲ τελέως ξηρανθῇ, γεώδης ἡ κρᾶσις
2. αὐτοῦ γίνεται μετρίως θερμότητα ἔχουσα.

3. λδ΄. Περὶ σπαργανίου. Σπαργάνιον ξηραντικῆς καὶ
4. τοῦτο δυνάμεώς ἐστι.

5. λε΄. Περὶ σπάρτης. Σπάρτη, ᾧ τὰς ἀμπέλους παρ’
6. ἡμῖν δεσμοῦσιν, ὅ τε καρπὸς καὶ ὁ τῶν ῥάβδων χυλὸς ἑλκτικῆς
7. οὐκ ἀγεννῶς ἐστι δυνάμεως.

8. λστ΄. Περὶ σταφυλίνου. Σταφυλῖνος ὁ μὲν ἥμερος
9. ἀσθενέστερος, ὁ δ’ ἄγριος ἰσχυρότερος εἰς ἅπαντα. οὖρα δὲ
10. κινεῖ καὶ καταμήνια προτρέπει καὶ σύμπασα μὲν ἡ πόα,
11. μάλιστα δὲ τὸ σπέρμα καὶ ἡ ῥίζα. ἔχει δέ τι καὶ ῥυπτικὸν
12. ἐν ἑαυτῷ, διὸ καὶ τὰ φαγεδαινικὰ τῶν ἑλκῶν ἔνιοι τοῖς
13. φύλλοις αὐτοῦ χλωροῖς μετὰ μέλιτος καταπλάττουσι ὑπὲρ
14. τοῦ καθαρὰ ποιῆσαι.

15. λζ΄. Περὶ στάχυος. Στάχυς, ὁ παραπλήσιος τῷ πρασίῳ
16. θάμνος, δριμὺς γευόμενός ἐστι καὶ πικρὸς τῆς τρίτης
17. τάξεως ὑπάρχων τῶν θερμαινόντων, ὥστ’ εὐλόγως οὐ καταμήνια
1. κινεῖ μόνον, ἀλλὰ καὶ ἀμβλωθρίδιόν ἐστι φάρμακον,
2. ἐκβάλλει τε χόρια.

3. λη΄. Περὶ στοιβῆς. Στοιβῆς ὁ καρπὸς καὶ τὰ φύλλα
4. μάλιστ’ ἐστὶ χρήσιμα, στυπτικὴν ἔχοντα δύναμιν ἄδηκτον.
5. ἔστι δὲ κᾀν τῷ ξηραίνειν ἐναργῶς κατὰ τὴν τρίτην που τάξιν
6. ἀρχομένην, ὅθεν αὐτῶν τὸ ἀφέψημα καὶ δυσεντερικοῖς
7. ἐνίεται καὶ ὠσὶ πυοροῦσι καὶ κολλητικὸς ὑπάρχει μεγάλων
8. τραυμάτων. ἐναργέστερον δὲ ταῦτα ποιεῖ μετ’ οἴνου μέλανος
9. αὐστηροῦ, ξηραίνει γὰρ ἰσχυρῶς ἁπάσας τὰς παρὰ φύσιν
10. ὑγρότητας. ἔτι δὲ χλωρὰ τὰ φύλλα καταπλασσόμενα δύναμιν
11. ἐφεκτικὴν αἱμοῤῥαγίας ἔχει καὶ τὰς ἐκ πληγῆς δὲ συγχύσεις
12. τῶν ὀφθαλμῶν ὀνίνησι καταπλασσόμενος.

13. λθ΄. Περὶ στοιχάδος. Στοιχάδος ἡ μὲν πρὸς τὴν
14. γεῦσιν ποιότης πικρά τ’ ἐστὶ καὶ ὑποστύφουσα μετρίως. ἡ
15. δὲ κρᾶσις σύνθετος ἔκ τε ψυχρᾶς γεώδους οὐσίας ὀλίγης,
16. ἀφ’ ἧς στύφει, καὶ λελεπτυσμένης ἑτέρας γεώδους πλείονος,
17. ἀφ’ ἧς πικράζει. διὰ δὲ τὴν ἀμφοτέρων σύνοδον ἐκφράττειν
18. καὶ λεπτύνειν καὶ ἀποῤῥύπτειν καὶ ῥωννύναι πέφυκε τά τε
1. σπλάγχνα πάντα καὶ ὅλου τοῦ ζώου τὴν ἕξιν. ἐδείχθη γὰρ
2. ἐν τοῖς ἔμπροσθεν ὡς ὅσα σύγκειται φάρμακα πρὸς τῶν
3. τοιούτων οὐσιῶν τὰς εἰρημένας ἐνεργείας ἐνεργεῖ.

4. μ΄. Περὶ στρατιώτητος. Στρατιώτης ὁ μὲν
5. ἔνυδρος ὑγρὸς καὶ ψυχρὸς τὴν δύναμιν, ὁ δὲ χερσαῖος ἔχει
6. τι καὶ στύψεως, ὥστε διὰ τοῦτο καὶ τραύματα δύνασθαι
7. κολλᾷν καὶ τοῖς ἕλκεσιν εἶναι χρήσιμος. ἔνιοι δ’ αὐτῷ καὶ
8. πρὸς αἱμοῤῥαγίαν χρῶνται καὶ πρὸς σύριγγας.

9. μα΄. Περὶ στρουθίου. Στρουθίου τῇ ῥίζῃ μάλιστα
10. χρώμεθα δριμείᾳ μὲν οὔσῃ κατὰ τὴν γεῦσιν, θερμῇ δὲ καὶ
11. ξηρᾷ κατὰ τὴν κρᾶσιν, ἐκ τῆς τετάρτης δήπου τάξεως. ἔστι
12. δὲ καὶ ῥυπτικὴ καὶ ἐρεθιστικὴ, διὰ τοῦτο καὶ πταρμοὺς
13. κινεῖ τοῖς ἄλλοις ὡσαύτως, ὅσα δριμέα τ’ ἐστὶ γευόμενα
14. καὶ θερμὰ ταῖς κράσεσιν.

15. μβ΄. Περὶ στύρακος. Στύραξ θερμαίνει, μαλάττει,
16. συμπέπτει, διὸ καὶ βῆχας καὶ κατάῤῥους καὶ κορύζας καὶ
17. βράγχους ὀνίνησιν, ἔμμηνά τε προτρέπει πινόμενόν τε
1. καὶ προστιθέμενον, ἡ δὲ λιγνὺς καυθέντος αὐτοῦ παραπλησία
2. πώς ἐστι τῇ τοῦ λιβάνου.

3. μγ΄. Περὶ σύκων. Σῦκα τὰ μὲν ξηρὰ θερμὰ τὴν
4. δύναμίν ἐστι, κατὰ τὴν πρώτην που τάξιν ἤδη συμπληρουμένην,
5. ἢ τὴν δευτέραν ἀρχομένην, ἔχει δέ τι καὶ λεπτομερές.
6. ἐξ ἀμφοῖν τούτων ἱκανὰ συμπέπτειν ἐστὶ τοὺς σκληροὺς
7. τῶν ὄγκων, εὐθὺς δ’ αὐτοὺς διαφορεῖ. καὶ αὐτὰ μὲν οὖν
8. καθ’ ἑαυτὰ καταπλασσόμενα τοιαύτης ἐστὶ δυνάμεως. καὶ
9. τὸ ἀφέψημα δ’ αὐτῶν ὁμοίας ὑπάρχει φύσεως. χρὴ δὲ ὅπου
10. καὶ συμπέψαι βούλει μᾶλλον, πύρινον ἄλευρον μιγνύειν,
11. ὅπου δὲ διαφορῆσαι, κρίθινον. ὁ δὲ ἄρτος ἐν τῷ μέσῳ τούτων
12. ἐστίν. ἀλλὰ μὲν τοιαῦτα τῆς περὶ φαρμάκων συνθέσεώς
13. ἐστι καὶ τῆς θεραπευτικῆς οἰκειότερα μεθόδου. πρὸς
14. δὲ τὸ παρὸν ἀρκεῖ καὶ ταῦτα γινώσκειν ὑπὲρ ἰσχάδων. εἰδέναι
15. δὲ καὶ ὡς αἱ μὲν ῥυπαρώτεραι πέπτειν μᾶλλον, αἱ δριμύτεραι
16. δ’ ἐν τῷ γεύεσθαι ῥύπτειν τε καὶ διαφορεῖν πεφύκασι,
17. τὸ δ’ ἐπιπλεῖστον αὐτῶν ἑψηθεισῶν ἐν ὕδατι γιγνόμενον
18. ὅμοιόν ἐστιν οὐ τὴν σύστασιν μόνον, ἀλλὰ καὶ τὴν 
1. δύναμιν. μέλιτι. τὰ δὲ χλωρὰ σῦκα ἐσθιόμενα διὰ τὴν ἐπιμιξίαν
2. τῆς ὑγρότητος ἀσθενεστέρας ἐστὶ δυνάμεως, ὑπάγει
3. μέντοι κοιλίαν ἄμφω, καὶ τὰ ὑγρὰ καὶ τὰ ξηρά. τὰ δὲ τῶν
4. ἐρινεῶν σῦκα δριμείας ἐστὶ καὶ διαφορητικῆς δυνάμεως. οὕτω
5. δὲ καὶ τῶν ἡμέρων οἱ ὄλυνθοι, μετέχουσι γὰρ ἔτι τοῦ τῆς
6. συκῆς ὀποῦ.

7. μδ΄. Περὶ συκῆς. Συκῆ θερμῆς καὶ λεπτομεροῦς
8. ἐστι κράσεως, ὡς ὅ τε ὀπὸς αὐτῆς δηλοῖ καὶ τῶν φύλλων
9. ὁ χυλός. ἰσχυρῶς γὰρ ἑκάτερον αὐτῶν ἐστι θερμὸν, ὥστε
10. οὐδὲ δάκνει μόνον ἢ ῥύπτει σφοδρῶς, ἀλλὰ καὶ ἑλκοῖ καὶ
11. ἀναστομοῖ καὶ μυρμηκίας ἐκβάλλει. ἔστι δὲ καὶ καθαρτικόν.
12. ὁ δὲ τῆς ἀγρίας συκῆς, ἣν ἐρινεὸν ὀνομάζουσιν, ὀπός τε καὶ
13. χυλὸς ἰσχυρότερος εἰς ἅπαντα τοῦ τῆς ἡμέρου. καὶ αἱ κράδαι
14. δ’ αὐτῶν οὕτως εἰσὶ θερμαὶ καὶ λεπτομερεῖς τὴν κρᾶσιν
15. ὥστε καὶ τοῖς βοείοις κρέασι τοῖς σκληροῖς ἑψομένοις
16. ἐμβαλλόμεναι τακερὰ ποιοῦσιν αὐτά.

17. με΄. Περὶ συμφύτου πετραίου. Σύμφυτον πετραῖον
18. ἐξ ἐναντίων σύγκειται δυνάμεων. ἔχει μὲν γάρ τι καὶ
1. τμητικὸν, ᾧ καὶ τὸ περιεχόμενον ἐν θώρακι καὶ πνεύμονι
2. πῦον ἐκκαθαίρειν πέφυκεν. ἔχει δέ τι καὶ συνακτικὸν, ᾧ
3. καὶ πρὸς τὰς τοῦ αἵματος ἀναγωγὰς ἐπιβοηθεῖ, καὶ τρίτην
4. ἐπ’ αὐτοῖς ὑγρότητά τινα θερμὴν οὐκ ἀμέτρως, δι’ ἣν καὶ
5. γλυκὺ φαίνεται γευομένοις καὶ ἡδὺ πρὸς τὴν ὄσφρησιν. ἄδιψον
6. δ’ ἐστὶ διαμασώμενον καὶ τὰς ἐν ἀρτηρίᾳ τραχύτητας
7. ἰᾶται. κατὰ δὲ τὴν ἐξ ἁπασῶν τῶν εἰρημένων δυνάμεων μίξιν
8. ἅμα τε καὶ διαφορεῖν ἱκανόν ἐστιν καὶ συνάγειν καὶ
9. σφίγγειν τὰ σώματα. καὶ διὰ τοῦτο καὶ ταῖς ἐντεροκήλαις
10. ἐπιτίθεται καὶ πρὸς σπάσματα καὶ ῥήγματα σὺν ὀξυμέλιτι
11. πίνεται. ὅσοι δ’ αὐτὸ καὶ πρὸς δυσεντερίαν καὶ ῥοῦν ἐρυθρὸν,
12. ἕψοντες ἐν οἴνῳ διδόασιν, ὡς ξηραίνοντί τε καὶ συνάγοντι
13. χρῶνται, καὶ ὅσοι πρὸς νεφρῖτιν, ὡς ἐκκαθαίροντι
14. καὶ τέμνοντι.

15. μστ΄. Περὶ συμφύτου τοῦ μεγάλου. Σύμφυτον ἕτερον
16. τὸ μέγα παραπλησίας ἐστὶ τῷ προειρημένῳ δυνάμεως,
17. οὐ μὴν γλυκὺ γευομένοις οὐδὲ εὐῶδες ὀσμωμένοις φαίνεται,
18. ἀλλὰ κατὰ ταῦτα μὲν ἀποκεχώρηκεν τοῦ προγεγραμμένου·
1. καθὸ δὲ γλίσχρον τι καὶ δακνῶδες ἔχει, σκίλλῃ παραπλήσιον
2. ὑπάρχει. χρῶνται δ’ αὐτῷ πρὸς ὅσα τῷ προειρημένῳ.

3. μζ΄. Περὶ σφονδύλου. Σφονδύλου ὁ μὲν καρπὸς δριμείας
4. ἐστὶ καὶ τμητικῆς δυνάμεως, ὥστε καὶ πρὸς ἆσθμα καὶ
5. πρὸς ἐπίληψιν ἀγαθόν ἐστι φάρμακον. ὀνίνησι δὲ καὶ τοὺς
6. ἰκτερικούς. καὶ ἡ ῥίζα δὲ παραπλησίας ὑπάρχουσα δυνάμεως
7. ἐπὶ τῶν αὐτῶν ἁρμόττει, προσέτι δὲ καὶ τοὺς ἐκ συρίγγων
8. τύλους ἀφαιρεῖ. χρὴ δὲ περιξύσαντας ἐντιθέναι. καὶ τοῦ ἄνθους
9. δὲ ὁ χυλὸς ἀποτίθεται, τοῖς κατὰ τὰ ὦτα χρονιωτέροις
10. ἕλκεσιν ἁρμόττων.

11. μη΄. Περὶ σχίνου. Σχῖνος, ὁ θάμνος οὗτος ἐξ ὑδατώδους
12. οὐσίας ἀτρέμα θερμῆς τῇ δυνάμει καὶ γεώδους ψυχρᾶς,
13. οὐ πολλῆς σύγκειται, δι’ ἣν καὶ στύφει μετρίως. ξηραίνει
14. μὲν οὖν κατὰ τὴν δευτέραν τάξιν ἤδη συμπληρουμένην,
15. ἢ τὴν τρίτην ἀρχομένην. ἐν δὲ τῇ κατὰ θερμότητα καὶ
16. ψυχρότητα διαφορᾷ μέσος πώς ἐστι καὶ σύμμετρος. ὁμοίαν
17. δὲ ἐν ἅπασιν ἔχει τοῖς ἑαυτοῦ μέρεσι· τὴν στύψιν, ἐν ῥίζαις,
18. ἐν κλάδοις, ἐν ἀκρέμοσιν, ἐν βλαστοῖς, ἐν φύλλοις, ἔτι δὲ
19. καρπῷ τε καὶ φλοιῷ. καὶ εἰ χυλὸν δ’ ἐκ τῶν φύλλων αὐτοῦ
1. χλωρῶν ἐκθλίψαις, ὁμοίας μὲν καὶ οὗτός ἐστι τάξεως
2. στύφων μετρίως, ὅθεν καὶ πίνεται καθ’ ἑαυτήν τε καὶ σὺν
3. τοῖς ἄλλοις φαρμάκοις, ὅσα δυσεντερίας τε καὶ κοιλιακὰς
4. διαθέσεις ἰᾶται. καὶ μὲν δὴ καὶ πρὸς τὰς τοῦ αἵματος πτύσεις
5. καὶ τὰς ἐκ μήτρας αἱμοῤῥαγίας καὶ προπτώσεις ἕδρας
6. τε καὶ ὑστέρας ἐπιτήδειός ἐστιν ἐγγύς τι τῆς ὑποκυστίδος
7. ὑπάρχων.

8. μθ΄. Περὶ σχίνου ἄνθους. Σχίνου ἄνθος θερμαίνει
9. μετρίως καὶ στύφει μετρίως ἔτι καὶ τῆς λεπτομεροῦς φύσεως
10. οὐκ ἀπήλλακται. τοιγάρτοι διὰ ταῦτα καὶ οὐρητικόν
11. ἐστι τὸ φάρμακον καὶ καταμηνίων ἀγωγὸν, ἐν πυρίαις τε
12. καὶ πόμασι παραλαμβανόμενον. ὠφελεῖ δὲ καὶ τὰς καθ’ ἧπαρ
13. καὶ στόμαχον καὶ κοιλίαν φλεγμονάς. ἔστι δ’ αὐτοῦ στυπτικωτέρα
14. μὲν ἡ ῥίζα, τὸ δὲ καλούμενον ἄνθος θερμότερον. ἐν
15. ἅπασι δὲ τοῖς μορίοις αὐτοῦ, τοῖς μὲν μᾶλλον, τοῖς δ’ ἧττον,
16. ἐμφαίνεταί τι γευόμενον στύψεως, δι’ ἣν καὶ πρὸς τοῖς αἱμοπτυϊκοῖς
17. διδομένοις μίγνυται φαρμάκοις.

18. ν΄. Περὶ σχοίνου λείας, ὀξυσχοίνου καὶ ὁλοσχοίνου.
19. Σχοίνου ἡ μὲν λεία, ἡ δ’ ὀξύσχοινος, ἡ δ’ ὁλόσχοινος ὀνομάζεται.
1. ἰσχνοτέρα μὲν καὶ σκληροτέρα ἡ ὀξύσχοινος, παχυτέρα
2. δὲ καὶ χαυνοτέρα ἡ ὁλόσχοινος. ὁ καρπὸς δὲ τῆς ὁλοσχοίνου
3. μὲν ὑπνωτικὸς, τῆς δ’ ὀξυσχοίνου δύο εἰσὶν εἴδη· τὸ
4. μὲν ἄκαρπον, οὗ χρῆσις οὐδεμία πρὸς τὰς ἰάσεις, τὸ δ’
5. ἕτερον καρποφόρον· ὑπνώδης δὲ καὶ ταύτης ὁ καρπὸς,
6. ἀλλ’ ἧττον ἢ τῆς ὁλοσχοίνου. ἔστι μὴν οὗτος καὶ κεφαλαλγής.
7. ἀμφότεροι δὲ εἰ φρυγέντες μετ’ οἴνου πίνοιντο, τὰ κατὰ
8. τὴν γαστέρα ξηραίνουσι ῥεύματα καὶ ῥοῦν τὸν ἐρυθρὸν ἐπέχουσιν.
9. ἐξ ὧν δῆλον ὡς ἡ κρᾶσις αὐτῶν ἐστι σύνθετος ἐκ
10. γεώδους οὐσίας ἀτρέμα ψυχρᾶς καὶ ὑδατώδους ἀτρέμα θερμῆς,
11. ἵνα ξηραίνειν τε τὰ κάτω δύνωνται καὶ πρὸς τὴν κεφαλὴν
12. ἀτμοὺς ἀναπέμπειν ἠρέμα ψυχροὺς, οἷς καὶ ὑπνώδεις
13. ἐργάζονται.

Cliquer un n° de page pour en afficher l’image