14. α΄. Περὶ τερμίνθου. Τερμίνθου καὶ ὁ
15. φλοιὸς καὶ τὰ φύλλα καὶ ὁ καρπὸς ἔχουσί τι στυπτικόν.
16. ἀλλὰ καὶ θερμαίνουσι κατὰ τὴν δευτέραν τάξιν, ὥστ’ ἤδη
17. δῆλον ὡς καὶ ξηραίνουσι πρόσφατοι μὲν ὑπάρχοντες ἔτι καὶ
18. ὑγροὶ μετρίως, ξηρανθέντες δὲ κατὰ τὴν δευτέραν τάξιν. ὁ
ㅤ
1. δὲ καρπὸς ὁ ξηρὸς ἐγγὺς καὶ τῆς τρίτης ἐστὶ τάξεως τῶν
2. ξηραινόντων. ἔστι γὰρ οὕτω θερμὸς ὡς καὶ τοῖς μασωμένοις
3. εὐθὺς εὔδηλον γίνεσθαι τὴν θερμότητα. ταῦτ’ ἄρα καὶ
4. οὐρητικά ἐστι καὶ σπλῆνας ὀνίνησι.
5. β΄. Περὶ τεύτλου. Τεῦτλον νιτρώδους τινὸς μετείληφε
6. δυνάμεως, ᾗ καὶ ῥύπτει καὶ διαφορεῖ καὶ διὰ ῥινῶν
7. καθαίρει. ἑψηθὲν δὲ τὸ μὲν νιτρῶδές τε καὶ δριμὺ πᾶν ἀποτίθεται,
8. γίγνεται δ’ ἀφλεγμάντου δυνάμεως καὶ ἀτρέμα διαφορητικῆς.
9. ἰσχυρότερον δ’ εἴς τε τὸ ῥύπτειν καὶ διαφορεῖν
10. ἐστι τὸ λευκὸν τεῦτλον, ὡς τό γε μέλαν ἔχει τι καὶ στύψεως
11. καὶ μᾶλλον κατὰ τὴν ῥίζαν ἤπερ τὰ ἄλλα μόρια.
12. γ΄. Περὶ τευκρίου. Τεύκριον τμητικῆς καὶ λεπτομεροῦς
13. ἐστι δυνάμεως, ὅθεν καὶ σπλῆνας ἰᾶται. καὶ θείη ἄν
14. τις αὐτὴν ἐν τρίτῃ μὲν τάξει τῶν ξηραινόντων, τῇ δευτέρᾳ
15. δὲ τῶν θερμαινόντων.
16. ㅤδ΄. Περὶ τέφρας. Τέφρα. τῶν κεκαυμένων
17. ξύλων τὸ λείψανον οὕτω προσαγορεύεται, σύνθετον ὑπάρχον
18. ἐξ ἐναντίων οὐσιῶν τε καὶ ποιοτήτων. ἔχει γὰρ ἐν αὑτῷ
ㅤ
1. τὸ μέν τι γεῶδες, τὸ δ’ οἷον αἰθαλῶδες ἢ λιγνυῶδες ἢ ὅπως
2. ἂν ἐθέλῃ τις καλεῖν. ㅤταυτὶ μὲν οὖν τὰ μόρια λεπτομερῆ
3. τ’ ἐστὶ καὶ βρεχομένης ὕδατι τῆς τέφρας καὶ διηθουμένης
4. συναποφέρεται. ὅσον δ’ ὑπολείπεται γεῶδες, ἀσθενὲς
5. καὶ ἄδηκτον γίγνεται ἐν τῇ κονίᾳ τὴν θερμὴν δύναμιν ἀποτιθέμενον.
6. οὐχ ἅπασα δὲ τέφρα τὴν αὐτὴν ἀκριβῶς ἔχει
7. κρᾶσιν, ἀλλὰ κατὰ τὴν τῆς καυθείσης ὕλης διαφορὰν ὑπαλλάττεται.
8. Διοσκορίδης δὲ οὐκ οἶδ’ ὅπως στυπτικὴν αὐτὴν
9. ἔχειν φησὶ τὴν δύναμιν. καίτοι γε ἡ συκίνη πάσης ἀπήλλακται
10. τοιαύτης ποιότητος, ὅτι καὶ αὐτὸ τὸ δένδρον οὐχ
11. ὥσπερ δρῦς καὶ πρῖνος καὶ κόμαρος καὶ φηγὸς καὶ σχῖνος
12. καὶ κισσὸς, ὅσα τ’ ἄλλα τοιαῦτα, τὴν στρυφνὴν ἐπιφαίνει ποιότητα
13. κατ’ οὐδὲν ἑαυτοῦ μέρος, ἀλλ’ ἔστιν ὀποῦ πλῆρες
14. ὅλον ἰσχυροῦ καὶ θερμοῦ καὶ δριμέος. ἐκ μὲν δὴ τῶν στρυφνῶν
15. ξύλων ἡ τέφρα στυπτικὸν οὐκ ὀλίγον ἔχει, καὶ ἔγωγέ
16. ποτε δι’ αὐτῆς ἐπισχὼν αἱμοῤῥαγίας οἶδα, μηδενὸς ἑτέρου
17. παρόντος φαρμάκου. τῇ συκίνῃ δ’ οὐκ ἄν τις εἰς τοῦτο χρήσαιτό
18. ποτε, πολὺ γὰρ αὕτη γε τὸ δριμὺ καὶ τὸ καυστικὸν
ㅤ
1. ἔχει τῷ ῥυπτικῷ μεμιγμένον καὶ κατ’ ἄμφω διενήνοχε τῆς ἐκ
2. τῶν δρυΐνων ξύλων, ὅτι τε τὸ αἰθαλῶδες ἐν αὐτῇ πολλῷ
3. δριμύτερόν ἐστι καὶ ὅτι τὸ οἷον γεῶδες, ἐν ἐκείναις μὲν
4. ὑποστῦφόν πώς ἐστιν, ἐν ταύτῃ δὲ ῥυπτικὸν, ὥσπερ ἐν τῇ
5. τῶν τιθυμάλλων. ἔστι δὲ καὶ ἡ τίτανος εἶδός τι τέφρας,
6. λεπτομερεστέρα μὲν οὖσα τῆς ἐκ τῶν ξύλων, παρ’ ὅσον ἀκριβέστερον
7. οἱ λίθοι κατοπτᾶσθαι δέονται πρὸς τὸ γενέσθαι
8. τέφραν, ὅμως μὴν ἔχουσα καὶ αὐτὴ τὸ οἷον ἐμπύρευμα πολύ.
9. καὶ διὰ τοῦτο πλυθεῖσα ξηραντικὸν ἀδήκτως γίνεται φάρμακον,
10. καὶ μᾶλλον, εἰ δὶς ἢ καὶ τρὶς πλυθείη. διαφορητικὴ
11. δ’ ἱκανῶς γίνεται θαλάσσῃ πλυθεῖσα. λεχθήσεται δὲ ὑπὲρ
12. αὐτῆς κᾀπειδὰν περὶ τῶν μεταλλευομένων ὁ λόγος ἡμῖν
13. γίγνηται.
14. ε΄. Περὶ τηλεφίου. Τηλέφιον ξηραντικῆς ἐστι καὶ
15. ῥυπτικῆς δυνάμεως, οὐ μὴν ἐπιφανῶς γε θερμῆς, ἀλλὰ κατὰ
16. τοῦτ’ ἄν τις ἴσως αὐτὸ θείη τῆς πρώτης τάξεως. ξηραίνει
17. μέντοι κατὰ τὴν δευτέραν ἐπιτεταμένην, ἢ τὰ πρῶτα τῆς
ㅤ
1. τρίτης. καὶ διὰ τοῦτο πρός τε τὰ σηπεδονώδη τῶν ἑλκῶν
2. ἁρμόττει καὶ λεύκας καὶ ἀλφοὺς ἰᾶται σὺν ὄξει.
3. στ΄. Περὶ τήλεως. Τῆλις θερμὴ μέν ἐστιν ἐκ τῆς δευτέρας
4. τάξεως, ξηρὰ δ’ ἐκ τῆς πρώτης, καὶ διὰ τοῦτο τὰς
5. μὲν ζεούσας φλεγμονὰς παροξύνει, τὰς δ’ ἧττον θερμὰς καὶ
6. ὅσαι σκιῤῥωδέστεραι διαφοροῦσα θεραπεύει.
7. ζ΄. Περὶ τιθυμάλλων. Τιθύμαλλοι πάντες ἐπικρατοῦσαν
8. μὲν ἔχουσι τὴν δριμεῖαν καὶ θερμὴν δύναμιν. ὑπάρχει
9. δ’ αὐτοῖς καὶ πικρότης. ἰσχυρότατος μὲν οὖν αὐτῆς ὁ ὀπὸς,
10. ἐφεξῆς δὲ ὅ τε καρπὸς καὶ τὰ φύλλα. μετέχει δὲ καὶ ἡ ῥίζα
11. τῶν εἰρημένων δυνάμεων, ἀλλ’ οὐκ ἐπίσης. αὐτὴ μὲν οὖν
12. ἑψομένη σὺν ὄξει τὰ τῶν ὀδόντων ἀλγήματα καὶ μάλισθ’
13. ὅσα βεβρωμένοις αὐτοῖς γίνεται θεραπεύει. οἱ δὲ ὀποὶ σφοδροτέραν
14. ἔχοντες δύναμιν εἰς μὲν τὸ τρῆμα τῶν ὀδόντων
15. ἐντίθενται· τῶν δ’ ἄλλων τοῦ σώματος εἰ ἅψαιντο μορίων
16. εὐθὺς ἐπικαίουσί τε καὶ ἕλκουσι, διόπερ ἔξωθεν αὐτοῖς περιπλάσσεται
17. κηρός. εἰσὶ γὰρ ἐκ τῆς τετάρτης τάξεως τῶν θερμαινόντων,
18. ἣν δὴ τῶν καυστικῶν ἔφαμεν ὑπάρχειν. οὕτως
ㅤ
1. δὲ καὶ τὰς τρίχας ἀφαιρεῖ περιχριόμενος ὁ ὀπός. ἐπεὶ δὲ
2. σφοδρότερός ἐστιν, ἐλαίῳ μίγνυται· ㅤκαὶ εἰ πολλάκις
3. τοῦτο γένοιτο, τελέως αἱ ῥίζαι τῶν τριχῶν ἀπόλλυνται καυθεῖσαι
4. καὶ ψιλὸν αὐτῶν γίγνεται τὸ σῶμα. κατὰ δὲ τὴν
5. αὐτὴν δύναμιν ἀκροχορδόνας καὶ μυρμηκίας καὶ πτερύγια καὶ
6. θύμους ἀφαιροῦσιν. ἀποῤῥύπτουσι δὲ καὶ λειχῆνας καὶ ψώρας,
7. ὅτι καὶ τῆς ῥυπτικῆς αὐτοῖς μέτεστι δυνάμεως διὰ τὴν
8. πικρότητα καὶ τὰ φαγεδαινικά τε τῶν ἑλκῶν καὶ τὰ ἀνθρακώδη
9. καὶ τὰ γαγγραινώδη, διότι θερμαίνουσί τε σφοδρῶς
10. καὶ ῥύπτουσιν, ὠφελεῖν πεφύκασιν, ἄν τις ἐν καιρῷ καὶ μέτρῳ
11. χρώμενος αὐτοῖς τύχῃ. καὶ γὰρ οὖν καὶ συρίγγων τοὺς
12. τύλους κατὰ τὴν αὐτὴν δύναμιν ἐξαίρουσιν. ἅπαντα δὲ ταῦτα
13. κατὰ γένος μὲν ὁμοίως, ἀσθενέστερον δὲ καὶ τὰ φύλλα καὶ
14. ὁ καρπὸς ἐργάζεσθαι πεφύκασιν. οἷς δὴ καὶ πρὸς τοὺς ἐν
15. τοῖς στασίμοις ὕδασιν ἰχθύας εἰώθασι χρῆσθαι. τάχιστα γὰρ
16. ὑπ’ αὐτῶν σκοτωθέντες τε καὶ ἡμίθνητοι γενόμενοι, πρὸς τὴν
17. ἐπιφάνειαν ἀναφέρονται τοῦ ὕδατος. ἑπτὰ δὲ ὄντων αὐτῶν
18. ἰσχυρότατος μὲν ὅ τε χαρακίας ὀνομαζόμενος, ὃν δὴ καὶ
ㅤ
1. ἄῤῥενα προσαγορεύουσιν ἔνιοι καὶ ὁ θῆλυς ὁ μυρσινίτης
2. καλούμενος καὶ ὁ ἐν ταῖς πέτραις ὁ δενδροειδής. ἐφεξῆς δὲ
3. ὅ τε τῇ φλόμῳ προσεοικὼς καὶ ὁ κυπαρισσίας, εἶθ’ οὕτως
4. ὁ παράλιος, εἶτα ὁ ἡλιοσκόπος. κατὰ ἀναλογίαν δὲ τῆς εἰρημένης
5. αὐτῶν δυνάμεως ἡ τέφρα καὶ ἡ ἀπ’ αὐτῆς κονία.
6. η΄. Περὶ τραγακάνθης. Τραγάκανθα παραπλησίαν
7. ἔχει τῷ κόμμι δύναμιν, ἐμπλαστικήν τέ τινα καὶ δριμύτητα
8. ἀμβλυωτέραν. καὶ δὴ καὶ ξηραίνει παραπλησίως ἐκείνῳ.
9. θ΄. Περὶ τραγίου. Τραγίου καὶ τὰ φύλλα καὶ ὁ καρπὸς
10. καὶ τὸ δάκρυον ἑλκτικῆς τε καὶ διαφορητικῆς ἐστι δυνάμεως.
11. ἔστι δὲ καὶ λεπτομερὲς καὶ θερμὸν τὴν δύναμιν ἐκ
12. τῆς τρίτης ἤδη που τάξεως κατ’ ἀρχάς. σκόλοπάς τε συνάγει
13. καὶ λίθους θρύπτει καὶ καταμήνια κινεῖ δραχμῆς ὁλκῇ
14. πινόμενον. γεννᾶται δ’ ἐν Κρήτῃ μόνῃ τοῦτο τὸ τράγιον
15. ἐοικὸς σχίνῳ. τὸ δ’ ἕτερον τράγιον τὸ τούτου μικρότερον,
16. οὗ τὰ φύλλα τῷ σκολοπενδρίῳ προσέοικε, φαίνεται μὲν πολλαχόθι,
17. στυπτικῆς δ’ οὐκ ὀλίγης μετέχον δυνάμεως, ὡς καὶ
18. πρὸς τὰ ῥοώδη τῶν παθημάτων ἁρμόττειν.
1. ι΄. Περὶ τραγοριγάνου. Τραγορίγανος. ἐν τῷ περὶ
2. ὀριγάνου λόγῳ πρόσθεν εἴρηται.
3. ια΄. Περὶ τριβόλου. Τρίβολος ἐξ ὑγρᾶς οὐσίας μετρίως
4. ψυχρᾶς καὶ ξηρᾶς, οὐ μετρίως καὶ ταύτης ψυχρᾶς συνέστηκεν.
5. ἐπικρατεῖ δ’ ἐν μὲν τῷ χερσαίῳ τὸ γεῶδες ψυχρὸν,
6. ὅπερ καὶ στῦφον ἐδείξαμεν, ἐν δὲ τῷ ἐνύγρῳ, τὸ ὑδατῶδες
7. καὶ διὰ τοῦτο ἀμφότερον καὶ πρὸς τὰς γενέσεις τῶν φλεγμονῶν
8. καὶ ὅλως πρὸς ἁπάσας τὰς ἐπιῤῥοὰς ἁρμόττουσι.
9. τοῦ δὲ χερσαίου λεπτομερὴς ὁ καρπὸς ὑπάρχων, τοὺς ἐν
10. νεφροῖς λίθους θρύπτει πινόμενος.
11. ㅤιβ΄. Περὶ τριπολίου. Τριπόλιον. ἡ ῥίζα δριμεῖα
12. γευομένῳ καὶ θερμὴ τὴν δύναμίν ἐστι κατὰ τὴν τρίτην
13. ἀπόστασιν.
14. ㅤιγ΄. Περὶ τριφύλλου. Τρίφυλλον, οἱ δὲ ἀσφάλτιον,
15. οἱ δ’ ὀξύφυλλον, ἔνιοι δὲ μινυανθὲς, εἰσὶ δ’ οἳ κνίκιον
16. ὀνομάζουσιν· ἀπὸ μὲν τῶν συμβεβηκότων τῷ θάμνῳ
17. τὰ πρῶτα τρία, τὰ δὲ ὑπόλοιπα δύο οὐκ οἶδ’ ὁπόθεν. ἔστι
18. δὲ ἡ δύναμις τοῦ φυτοῦ θερμὴ καὶ ξηρὰ κατὰ τὴν ἄσφαλτον,
19. ᾗ παραπλήσιόν ἐστι κατὰ τὴν ὀσμὴν, τῆς τρίτης τάξεως κατ’
ㅤ
1. ἄμφω. καὶ διὰ τοῦτο πινόμενον καὶ πλευρῶν ἀλγήματα ἐπ’
2. ἐμφράξεσιν ὀνίνησι καὶ οὖρα κινεῖ καὶ καταμήνια.
3. ιδ΄. Περὶ τριχομανοῦς. Τριχομανὲς ὅσα περ ἀδίαντον
4. δύναται.
5. ιε΄. Περὶ τρύχνου ἢ στρύχνου. Τρύχνον, ἔνιοι δὲ
6. μετὰ τοῦ σίγμα στρύχνον ὀνομάζουσι. τὸ μὲν ἐδώδιμον ἐν
7. τοῖς κήποις φυόμενον ἅπαντες γινώσκουσι καὶ χρῶνται πρὸς
8. ὅσα ψῦξαί τε καὶ στῦψαι δέονται. δύναται γὰρ ἄμφω ταῦτα
9. κατὰ τὴν δευτέραν τάξιν. τῶν δ’ ἄλλων τῶν οὐκ ἐδωδίμων
10. τὸ μὲν ἁλικάκαβον ὀνομάζεται, πυῤῥὸν ἔχον τὸν καρπὸν
11. ἐοικότα ῥαγὶ σταφυλῆς κατὰ τὸ σχῆμα καὶ τὸ μέγεθος, ᾧ
12. καὶ πρὸς τοὺς στεφάνους χρῶνται. τὸ δ’ ἕτερον τὸ θαμνῶδες
13. τὸ ὑπνωτικὸν καὶ τρίτον ἐστὶν ἐπ’ αὐτοῖς τὸ μανικόν.
14. τὸ μὲν οὖν ἁλικάκαβον ἐν τῇ τῶν φύλλων δυνάμει παραπλήσιον
15. ὑπάρχει τῷ κηπευομένῳ τρύχνῳ, τὸν καρπὸν οὐρητικὸν
16. ἔχον. διὸ καὶ πολλαῖς τῶν συνθέτων δυνάμεων, ὅσαι
17. πρὸς ἧπαρ ἢ κύστιν ἢ νεφροὺς ἁρμόττουσι, μίγνυται. τοῦ δ’
18. ὑπνωτικοῦ στρύχνου τῆς ῥίζης ὁ φλοιὸς μετ’ οἴνου πινόμενος
ㅤ
1. ὑπνωτικὸς ὑπάρχει, δραχμῆς σταθμῷ λαμβανόμενος. ἔστι
2. δὲ καὶ εἰς τὰ ἄλλα τῷ τοῦ μήκωνος ὀπῷ παραπλήσιος, ἀσθενέστερος
3. δ’ εἰς τοσοῦτον ὡς τῆς τρίτης εἶναι τάξεως τῶν
4. ψυχόντων, ἐκείνου κατὰ τὴν τετάρτην τεταγμένου. τὸ σπέρμα
5. τούτου τοῦ τρύχνου δύναμιν οὐρητικὴν ἔχει. μανιῶδες δ’
6. ἐστὶ, πλέον τῶν δώδεκα κορύμβων πινόμενον. τὸ δ’ ὑπόλοιπον
7. τῶν εἰρημένων τρύχνων ἄχρηστόν ἐστιν εἰς τὰς τῶν
8. ἔνδον ἰάσεις. εἰ μὲν γὰρ τέτταρες δραχμαὶ ληφθεῖεν αὐτῶν,
9. θάνατον ἐπιφέρουσιν, εἰ δ’ ἐλάττους, μανίαν. ἄλυπος δ’ ἡ
10. μία, πλὴν οὐδ’ αὐτή τι χρηστὸν ἔχουσα. ἔξωθεν δὲ τοῦ σώματος
11. ἐπιπλασσομένου ἕλκη κακοήθη καὶ νομώδη θεραπεύει.
12. ἄριστος δ’ εἰς τοσοῦτον τῆς ῥίζης ὁ φλοιὸς, ξηραίνων μὲν
13. κατὰ τὴν δευτέραν που τάξιν ἤδη συμπληρουμένην καὶ τρίτην
14. ἀρχομένην, ψύχων δὲ κατὰ τὴν δευτέραν ἀρχομένην.